← 阿庇安

内战记

§1pr4-1pr6

从恺撒到帝制确立的概述与全书结构

本节概述了恺撒的崛起、内战及其遇刺,继而叙及后三头同盟的纷争直至屋大维(奥古斯都)确立君主专制,并阐明了《内战史》各卷的结构及其与后续埃及史的承接关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1pr4

ὧδε μὲν ἐπὶ βραχὺ ἔληξαν αἱ στάσεις ἐπὶ Σύλλα, καὶ κακῶν ἀντίδοσις ἦν ὧν ὁ Σύλλας εἰργάζετο·1 μετὰ δὲ Σύλλαν αὖθις ὅμοια ἀνερριπίζετο, μέχρι Γάιος Καῖσαρ, αἱρετὴν ἀρχὴν ἐπὶ πολὺ δυναστεύων ἐν Γαλατίᾳ, τῆς βουλῆς αὐτὸν ἀποθέσθαι κελευούσης αἰτιώμενος οὐ τὴν βουλήν, ἀλλὰ Πομπήιον, ἐχθρὸν ὄντα οἱ καὶ στρατοῦ περὶ τὴν Ἰταλίαν ἡγούμενον, ὡς τῆς ἀρχῆς αὐτὸν ἐπιβουλεύοντα παραλύειν, προυτίθει προκλήσεις ἢ ἄμφω τὰ στρατεύματα ἔχειν ἐς τῆς ἔχθρας τὴν ἀφοβίαν ἢ καὶ Πομπήιον οὓς ἔχοι μεθέντα ἰδιωτεύειν ὁμοίως ὑπὸ νόμοις. οὐ πείθων δʼ ἐς οὐδέτερα ἐκ Γαλατίας ἤλαυνεν ἐπὶ τὸν Πομπήιον ἐς τὴν πατρίδα, ἐσβαλών τε ἐς αὐτὴν καὶ διώκων ἐκφυγόντα περὶ Θεσσαλίαν ἐνίκησε μεγάλῃ μάχῃ λαμπρῶς καὶ ἐδίωκεν ἐς Αἴγυπτον ὑποφεύγοντα. ἀναιρεθέντος δὲ Πομπηίου πρὸς ἀνδρῶν Αἰγυπτίων ἐπανῆλθεν ἐς Ῥώμην, ἔστιν ἃ καὶ περὶ Αἴγυπτον ἐργασάμενός τε καὶ ἐπιμείνας, μέχρι καταστήσαιτο αὐτῇ τοὺς βασιλέας. στασιώτην τε μέγιστον, ᾧ διὰ μεγαλουργίαν πολεμικὴν Μέγας ἐπώνυμον ἦν, οὗτος δὴ μάλιστα πολέμου κράτει σαφῶς καθελών, οὐδενὸς αὐτῷ θαρροῦντος εἰς οὐδὲν ἔτι ἀντειπεῖν, δεύτερος ἐπὶ Σύλλᾳ δικτάτωρ ἐς τὸ διηνεκὲς ᾑρέθη· καὶ στάσεις αὖθις κατεπαύοντο πᾶσαι, ἔστε καὶ τόνδε Βροῦτος καὶ Κάσσιος ζήλῳ τε τῆς ἀρχῆς τοῦ μεγέθους καὶ πόθῳ τῆς πατρίου πολιτείας ἐν τῷ βουλευτηρίῳ κατέκανον, δημοτικώτατον καὶ ἐμπειρότατον ἀρχῆς γενόμενον. ὅ γέ τοι δῆμος αὐτὸν μάλιστα πάντων ἐπεπόθησε, καὶ τοὺς σφαγέας ἐζήτουν περιιόντες καὶ τὸ σῶμα ἔθαψαν ἐν ἀγορᾷ μέσῃ καὶ νεὼν ἐπῳκοδόμησαν τῇ πυρᾷ καὶ θύουσιν ὡς θεῷ.

如此这般,党争在苏拉时期稍有止息,对于苏拉所作的恶行也有了报偿;但在苏拉之后,类似的风波再度掀起,直至盖乌斯·恺撒在长期于高卢行使民选长官权力之时,因元老院命令其卸任,他非难的并非元老院,而是指责其仇敌、在意大利统领军队的庞培正图谋剥夺其职权,遂提出挑战:要么双方皆保留军队以绝敌对之虞,要么庞培亦遣散其所部,同样在法律管辖下过平民生活。然而在这两项上皆未能说服对方,恺撒遂从高卢进军,针对庞培攻入祖国;在攻入祖国并追击逃亡的庞培之后,他在色萨利附近的大战中大获全胜,并继续追击奔逃至埃及的庞培。庞培被埃及人杀害后,恺撒在埃及亦有所作为并逗留,直至为该地确立国王之后方返回罗马。他以战争之武力确凿无疑地推翻了这位因战功显赫而获“大”之称号的头号党魁,鉴于再无人敢在任何事上加以反对,他继苏拉之后成为第二位被选任的终身独裁官。一切党争再度平息,直至布鲁图斯与卡西乌斯出于对其权势巨大之妒忌以及对祖传国制的向往,在元老院议事堂中将这位最合民心且最具行政经验之人杀害。平民对他的悼念甚于任何人,四处寻索凶手,将他的遗体安葬于广场中央,在其火葬柴堆之上建起神庙,并将他作为神祇加以祭拜。

§1pr5

αἱ δὲ στάσεις ἐπὶ τῷδε μάλιστα αὖθις ἐπανελθοῦσαί τε καὶ αὐξηθεῖσαι δυνατώτατα ἐς μέγα προῆλθον, καὶ φόνοι καὶ φυγαὶ καὶ ἐπὶ θανάτῳ προγραφαὶ βουλευτῶν τε καὶ τῶν καλουμένων ἱππέων, κατὰ πλῆθος ἀθρόως ἑκατέρων, ἐγίγνοντο, τοὺς ἐχθροὺς ἀλλήλοις τῶν στασιωτῶν ἀντιπαρεχόντων καὶ ἐς τοῦτο ἀμελούντων καὶ φίλων καὶ ἀδελφῶν· τοσοῦτον ἐκράτει τῆς ἐς τὰ οἰκεῖα εὐνοίας ἡ ἐς τὰ ἀντίπαλα φιλονικία. προιόντες τε τὴν Ῥωμαίων ἀρχὴν ὡς ἰδιωτικὸν σφῶν κτῆμα διενείμαντο ἐφʼ ἑαυτῶν τρεῖς οἵδε ἄνδρες, Ἀντώνιός τε καὶ Λέπιδος καὶ ὅτῳ πρότερον μὲν Ὀκτάουιος ὄνομα ἦν, Καίσαρι δὲ πρὸς γένους ὢν καὶ θετὸς ἐν διαθήκαις ὑπʼ αὐτοῦ γενόμενος Καῖσαρ ἐκ τοῦδε μετωνομάζετο. ἐπὶ δὲ τῇ διαιρέσει τῇδε μετὰ βραχὺ συμπεσόντες, ὡς εἰκὸς ἦν, ἐς ἀλλήλους ὁ Καῖσαρ αὐτῶν συνέσει τε καὶ ἐμπειρίᾳ προύχων Λέπιδον μὲν πρότερον αὐτῶν ἣν ἐκεκλήρωτο Λιβύην, ἐπὶ δὲ τῷ Λεπίδῳ καὶ Ἀντώνιον πολέμῳ περὶ Ἄκτιον ἀφείλετο τὴν ἀπὸ Συρίας ἐπὶ κόλπον τὸν Ἰόνιον ἀρχήν. ἐπί τε τούτοις, μεγίστοις δὴ φανεῖσι καὶ ἐς ἔκπληξιν ἅπαντας ἐμβαλοῦσιν, εἷλε καὶ Αἴγυπτον ἐπιπλεύσας, ἣ χρονιωτάτη τε ἦν ἐς τότε καὶ δυνατωτάτη μετὰ Ἀλέξανδρον ἀρχὴ καὶ μόνη Ῥωμαίοις ἔλειπεν ἐς τὰ νῦν ὄντα, ὥστε Σεβαστὸς εὐθὺς ἐπὶ τοῖς ἔργοις, ἔτι περιών, ὅδε πρῶτος ὀφθῆναί τε Ῥωμαίοις καὶ κληθῆναι πρὸς αὐτῶν, αὐτός τε ἑαυτόν, ὥσπερ Γάιος καὶ ἐς τὸ δυνατώτερον ἔτι Γαΐου, ἄρχοντα ἀποφῆναι2 τῇ τε πατρίδι καὶ τοῖς ὑπʼ αὐτὴν ἔθνεσιν ἅπασιν, οὐδὲν αἱρέσεως ἢ χειροτονίας ἢ προσποιήματος ἔτι δεηθείς. χρονίου δʼ αὐτῷ καὶ ἐγκρατοῦς τῆς ἀρχῆς γενομένης, ἐπιτυχὴς ἐς πάντα καὶ φοβερὸς ὢν γένος ἀφʼ ἑαυτοῦ καὶ διαδοχὴν τὴν ἐπικρατοῦσαν ὁμοίως ἐπʼ ἐκείνῳ κατέλιπεν.

而党争在此事之后再度复起并极为猛烈地扩张,演变成巨大的祸患;对于元老院议员及所谓骑士阶层的屠戮、流放以及宣判死刑的公敌宣告,在二者之中皆成批且大量地发生,因为党派魁首们将各自的仇敌相互交出,为此甚至不惜舍弃亲友与同胞手足;针对敌对阵营的争竞好胜之心,竟至这般压倒了对亲族的恩义。随着局势的发展,这三个人——安东尼、雷必达,以及此前名为屋大维、但因与恺撒有亲缘关系且在遗嘱中被恺撒收为义子而自此改名为恺撒之人——将罗马人的统治疆域视同其私产自行瓜分。然而在此项瓜分之后不久,他们果不其然彼此交锋,恺撒在识见与经验上胜过他们,先是从雷必达手中剥夺了其抽签所得的利比亚,在雷必达之后,又于亚克兴附近的战役中将安东尼从叙利亚至伊奥尼亚海湾的统治疆土夺取殆尽。在这些显得极其辉煌并令万人震惊的功业之外,他更泛舟进袭夺取了埃及;该国直至当时乃是亚历山大之后存续最久、势力最强之国,也是罗马人直至当下版图所唯一欠缺之地;因此,他凭借这些功勋,在尚且在世之时便立即成为首位被罗马人视作并尊称为“奥古斯都”之人,且他如同盖乌斯一般,更以超越盖乌斯的强权,自命为祖国及其辖下一切属民的统治者,不再需要任何选举、举手表决或名义修饰。在他的统治变得长久而稳固之后,他在各方面皆亨通成功且令人敬畏,留下了出自其自身的血统,以及在他之后同样保有统治权的继承体制。

§1pr6

ὧδε μὲν ἐκ στάσεων ποικίλων ἡ πολιτεία Ῥωμαίοις ἐς ὁμόνοιαν καὶ μοναρχίαν περιέστη· ταῦτα δʼ ὅπως ἐγένετο, συνέγραψα καὶ συνήγαγον, ἀξιοθαύμαστα ὄντα τοῖς ἐθέλουσιν ἰδεῖν φιλοτιμίαν ἀνδρῶν ἄμετρον καὶ φιλαρχίαν δεινὴν καρτερίαν τε ἄτρυτον καὶ κακῶν ἰδέας μυρίων, μάλιστα δʼ, ὅτι μοι τῆς Αἰγυπτίας συγγραφῆς τάδε προηγούμενα καὶ τελευτήσοντα εἰς ἐκείνην ἀναγκαῖον ἦν προαναγράψασθαι· ὧδε γὰρ Αἴγυπτος ἐλήφθη, διὰ τήνδε τὴν στάσιν, Ἀντωνίῳ Κλεοπάτρας συμμαχούσης. διῄρηται δʼ αὐτῶν διὰ τὸ πλῆθος ἐνθάδε μέν, ὅσα ἐπὶ Κορνήλιον Σύλλαν ἀπὸ Σεμπρωνίου Γράκχου, ἑξῆς δʼ, ὅσα μέχρι Γαΐου Καίσαρος τῆς τελευτῆς. αἱ δὲ λοιπαὶ τῶν ἐμφυλίων βίβλοι δεικνύουσιν, ὅσα οἱ τρεῖς ἐς ἀλλήλους τε καὶ Ῥωμαίους ἔδρασαν, μέχρι τὸ τελευταῖον δὴ τῶν στάσεων καὶ μέγιστον ἔργον, τὸ περὶ Ἄκτιον Καίσαρι πρὸς Ἀντώνιον ὁμοῦ καὶ Κλεοπάτραν γενόμενον, ἀρχὴ καὶ τῆς Αἰγυπτιακῆς συγγραφῆς ἔσται.3

罗马人的国家体制便是如此历经各种党争而转归于和睦与君主专制。至于这些变故是如何发生的,我已予以著述和汇编,对于那些意欲目睹世人无节制的野心、可怕的权欲、坚忍不拔的毅力以及形形色色数以万计的灾厄之人而言,这些皆深值惊叹;尤为重要的是,对于我的埃及史著述而言,这些乃是不可或缺的先行铺垫并最终归结于彼,因而必须先行记述;因为由于这场党争,在克利奥帕特拉与安东尼结盟之下,埃及正是如此被攻取的。由于篇幅浩繁,记述在此处被划分为:从塞姆普罗尼乌斯·格拉古至科尔内利乌斯·苏拉的部分,继而是直至盖乌斯·恺撒离世的部分。内战史的其余各卷将展现这三个人彼此之间以及对罗马人所施行的行径,直至内乱最终亦是最为重大的功业——恺撒在亚克兴附近对安东尼与克利奥帕特拉联军所进行的战事为止,而此战亦将成为埃及史著述的开端。

语法注3 条
  1. 1pr4ὧν ὁ Σύλλας εἰργάζετο

    关系代词 ὧν 受其先行词 κακῶν 的影响发生格吸引(attraction),由原本作 εἰργάζετο 宾语的宾格 ἅ 变为了属格,句意为“苏拉所犯下的诸般恶行”。

  2. 1pr5ὥστε Σεβαστὸς εὐθὺς ἐπὶ τοῖς ἔργοις, ἔτι περιών, ὅδε πρῶτος ὀφθῆναί τε Ῥωμαίοις καὶ κληθῆναι πρὸς αὐτῶν, αὐτός τε ἑαυτόν, ὥσπερ Γάιος καὶ ἐς τὸ δυνατώτερον ἔτι Γαΐου, ἄρχοντα ἀποφῆναι

    由 ὥστε 引导的结果从句统领多个不定式(ὀφθῆναι, κληθῆναι, ἀποφῆναι)。在前两个被动不定式中,因其逻辑主语与主句主语(屋大维)一致,表语补足语保留了主格(Σεβαστός, ὅδε πρῶτος);而在后一个主动不定式(ἀποφῆναι)中,反身代词宾格(ἑαυτόν)作宾语,并附带强调主格 αὐτός,构成带宾格表语(ἄρχοντα)的不定式结构。

  3. 1pr6ἀρχὴ καὶ τῆς Αἰγυπτιακῆς συγγραφῆς ἔσται

    动词 ἔσται 的主语为前文的名词化分词短语 τὸ περὶ Ἄκτιον Καίσαρι πρὸς Ἀντώνιον ὁμοῦ καὶ Κλεοπάτραν γενόμενον(“在亚克兴附近所发生的大事”),ἀρχή 则为其表语名词。这表明内战的终点(亚克兴战役)同时构成了阿庇安《埃及史》的开端。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1pr4-1pr6