- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:117-119
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了征服所得的公地如何被富豪霸占并由奴隶劳力耕作,导致意大利自由民人口减少与困顿;早期限制土地占有的法令因受规避而形同虚设,直至保民官提贝里乌斯·格拉古重申限额法并提议将多余土地重新分配给穷人。
Ῥωμαῖοι τὴν Ἰταλίαν πολέμῳ κατὰ μέρη χειρούμενοι γῆς μέρος ἐλάμβανον καὶ πόλεις ἐνῴκιζον ἢ ἐς τὰς πρότερον οὔσας κληρούχους ἀπὸ σφῶν κατέλεγον. καὶ τάδε μὲν ἀντὶ φρουρίων ἐπενόουν, τῆς δὲ γῆς τῆς δορικτήτου σφίσιν ἑκάστοτε γιγνομένης τὴν μὲν ἐξειργασμένην αὐτίκα τοῖς οἰκιζομένοις ἐπιδιῄρουν ἢ ἐπίπρασκον ἢ ἐξεμίσθουν, τὴν δʼ ἀργὸν ἐκ τοῦ πολέμου τότε οὖσαν, ἣ δὴ καὶ μάλιστα ἐπλήθυεν, οὐκ ἄγοντές πω σχολὴν διαλαχεῖν ἐπεκήρυττον ἐν τοσῷδε τοῖς ἐθέλουσιν ἐκπονεῖν ἐπὶ τέλει τῶν ἐτησίων καρπῶν, δεκάτῃ μὲν τῶν σπειρομένων, πέμπτῃ δὲ τῶν φυτευομένων. ὥριστο δὲ καὶ τοῖς προβατεύουσι τέλη μειζόνων τε καὶ ἐλαττόνων ζῴων. καὶ τάδε ἔπραττον ἐς πολυανδρίαν τοῦ Ἰταλικοῦ γένους, φερεπονωτάτου σφίσιν ὀφθέντος, ἵνα συμμάχους οἰκείους ἔχοιεν. ἐς δὲ τοὐναντίον αὐτοῖς περιῄει. οἱ γὰρ πλούσιοι τῆσδε τῆς ἀνεμήτου γῆς τὴν πολλὴν καταλαβόντες καὶ χρόνῳ θαρροῦντες οὔ τινα σφᾶς ἔτι ἀφαιρήσεσθαι τά τε ἀγχοῦ σφίσιν ὅσα τε ἦν ἄλλα βραχέα πενήτων, τὰ μὲν ὠνούμενοι πειθοῖ, τὰ δὲ βίᾳ λαμβάνοντες, πεδία μακρὰ ἀντὶ χωρίων ἐγεώργουν, ὠνητοῖς ἐς αὐτὰ γεωργοῖς καὶ ποιμέσι χρώμενοι τοῦ μὴ τοὺς ἐλευθέρους ἐς τὰς στρατείας ἀπὸ τῆς γεωργίας περισπᾶν,1 φερούσης ἅμα καὶ τῆσδε τῆς κτήσεως αὐτοῖς πολὺ κέρδος ἐκ πολυπαιδίας θεραπόντων ἀκινδύνως αὐξομένων διὰ τὰς ἀστρατείας. ἀπὸ δὲ τούτων οἱ μὲν δυνατοὶ πάμπαν ἐπλούτουν, καὶ τὸ τῶν θεραπόντων γένος ἀνὰ τὴν χώραν ἐπλήθυε, τοὺς δʼ Ἰταλιώτας ὀλιγότης καὶ δυσανδρία κατελάμβανε, τρυχομένους πενίᾳ τε καὶ ἐσφοραῖς καὶ στρατείαις. εἰ δὲ καὶ σχολάσειαν ἀπὸ τούτων, ἐπὶ ἀργίας διετίθεντο, τῆς γῆς ὑπὸ τῶν πλουσίων ἐχομένης καὶ γεωργοῖς χρωμένων θεράπουσιν ἀντὶ ἐλευθέρων.
罗马人通过战争一步步征服意大利,每次都夺取一部分土地并建立城市,或将自己公民中的殖民者编入先前已有的城市中。他们将这些措施意图作为卫戍据点;而对于每次落入他们手中的战利品土地,已开垦的部分他们随即分给定居者,或出售,或出租;至于当时因战乱而荒芜的土地——这实际上占了绝大部分——由于尚无闲暇进行分配,便暂且公布允许愿意耕种者进行垦殖,但须缴纳每年收成的租税:播种的谷物征收十分之一,种植的果树征收五分之一。对于放牧牲畜者,也针对大型牲畜与小型牲畜分别规定了税赋。他们施行这些措施,旨在增加意大利族群的人口——在他们看来该族群最能吃苦耐劳——以便拥有本族的同盟军。然而结果却适得其反。因为富人占领了这片未分割土地的大部分,且由于年深日久,确信再无人会将其剥夺,他们便通过说服购买一部分,或者强取豪夺另一部分,将紧邻他们的土地以及穷人拥有的其余微小地块尽数收揽,开始以连绵的平原代替小块庄园进行耕作;他们在这些土地上使用买来的农奴和牧人,以免征兵将自由民从农耕中抽调离去;与此同时,这种地产占有方式也因免服兵役而使奴隶毫无危险地繁衍增殖,凭借其子嗣众多为富人们带来了巨额财富。由此,权贵们变得极其富有,奴隶族类在整个乡野繁茂兴盛,而意大利人却陷入了人口锐减与丁勇不足的困境,为贫困、贡赋与兵役所折磨。即使他们能从这些负担中解脱出来,也只能陷于游手好闲之中,因为土地全为富人所据,且富人使用的是奴隶而非自由民充当耕作者。
ἐφʼ οἷς ὁ δῆμος ἐδυσφόρει μὲν ὡς οὔτε συμμάχων ἐξ Ἰταλίας ἔτι εὐπορήσων οὔτε τῆς ἡγεμονίας οἱ γενησομένης ἀκινδύνου διὰ πλῆθος τοσόνδε θεραπόντων·2 διόρθωσιν δʼ οὐκ ἐπινοοῦντες, ὡς οὐδὲ ῥᾴδιον ὂν οὐδὲ πάντῃ δίκαιον ἄνδρας τοσούσδε ἐκ τοσοῦδε χρόνου κτῆσιν τοσήνδε ἀφελέσθαι φυτῶν τε ἰδίων καὶ οἰκοδομημάτων καὶ κατασκευῆς, μόλις ποτὲ τῶν δημάρχων εἰσηγουμένων ἔκριναν μηδένα ἔχειν τῆσδε τῆς γῆς πλέθρα πεντακοσίων πλείονα μηδὲ προβατεύειν ἑκατὸν πλείω τὰ μείζονα καὶ πεντακοσίων τὰ ἐλάσσονα. καὶ ἐς ταῦτα δʼ αὐτοῖς ἀριθμὸν ἐλευθέρων ἔχειν ἐπέταξαν, οἳ τὰ γιγνόμενα φυλάξειν τε καὶ μηνύσειν ἔμελλον.
对此,民众感到愤慨,担心将来无法再从意大利获得充裕的盟军,且如此众多的奴隶群落亦会使自身的霸权面临险境;然而他们又想不出纠正的良策,因为他们认为,时隔如此久远,从如此众多的人手中夺走如此庞大的产业——其中包括私人的树木种植、房屋及设施——既不容易,也非全然公允。历经周折,在平民保民官的提议下,他们终于裁定:任何人拥有此类土地不得超过五百普勒特拉,牧养大型牲畜不得超过一百头,小型牲畜不得超过五百头。针对这些规定,他们还责令富人雇佣一定数量的自由民,以便对实情进行监视与告发。
οἱ μὲν δὴ τάδε νόμῳ περιλαβόντες ἐπώμοσαν ἐπὶ τῷ νόμῳ καὶ ζημίαν ὥρισαν, ἡγούμενοι τὴν λοιπὴν γῆν αὐτίκα τοῖς πένησι3 κατʼ ὀλίγον διαπεπράσεσθαι· φροντὶς δʼ οὐδεμία ἦν οὔτε τῶν νόμων οὔτε τῶν ὅρκων, ἀλλʼ οἵτινες καὶ ἐδόκουν φροντίσαι, τὴν γῆν ἐς τοὺς οἰκείους ἐπὶ ὑποκρίσει διένεμον, οἱ δὲ πολλοὶ τέλεον κατεφρόνουν, μέχρι Τιβέριος Σεμπρώνιος Γράκχος, ἀνὴρ ἐπιφανὴς καὶ λαμπρὸς ἐς φιλοτιμίαν εἰπεῖν τε δυνατώτατος καὶ ἐκ τῶνδε ὁμοῦ πάντων γνωριμώτατος ἅπασι, δημαρχῶν ἐσεμνολόγησε περὶ τοῦ Ἰταλικοῦ γένους ὡς εὐπολεμωτάτου τε καὶ συγγενοῦς, φθειρομένου δὲ κατʼ ὀλίγον εἰς ἀπορίαν καὶ ὀλιγανδρίαν καὶ οὐδὲ ἐλπίδα ἔχοντος ἐς διόρθωσιν. ἐπὶ δὲ τῷ δουλικῷ δυσχεράνας ὡς ἀστρατεύτῳ καὶ οὔποτε ἐς δεσπότας πιστῷ, τὸ ἔναγχος ἐπήνεγκεν ἐν Σικελίᾳ δεσποτῶν πάθος ὑπὸ θεραπόντων γενόμενον, ηὐξημένων κἀκείνων ἀπὸ γεωργίας, καὶ τὸν ἐπʼ αὐτοὺς Ῥωμαίων πόλεμον οὐ ῥᾴδιον οὐδὲ βραχύν, ἀλλὰ ἔς τε μῆκος χρόνου καὶ τροπὰς κινδύνων ποικίλας ἐκτραπέντα. ταῦτα δὲ εἰπὼν ἀνεκαίνιζε τὸν νόμον μηδένα τῶν πεντακοσίων πλέθρων πλέον ἔχειν. παισὶ δʼ αὐτῶν ὑπὲρ τὸν παλαιὸν νόμον προσετίθει τὰ ἡμίσεα τούτων· καὶ τὴν λοιπὴν τρεῖς αἱρετοὺς ἄνδρας, ἐναλλασσομένους κατʼ ἔτος, διανέμειν τοῖς πένησι.
他们将这些条款纳入法律,指法起誓并设定了罚则,以为剩余的土地不久便能小块分售给穷人。然而,人们对法律与誓言皆不屑一顾;那些看似遵守的人,也通过伪装将土地分散给亲属,而多数人则完全予以蔑视。直至提贝里乌斯·塞姆普罗尼乌斯·格拉古——一位出身显赫、热衷名誉、辩才无碍、并因这一切而为万众瞩目之士——在担任平民保民官时,庄严地论及意大利族类:指出他们虽最擅战且与罗马人同血脉,却正逐渐沦入困顿与丁口凋零的境地,甚至看不到复兴的指望。他针对奴隶阶层大加抨击,指责其不服兵役且对主人绝不忠诚,并引证了不久前西西里岛的主人们被奴隶所害的惨事——那里的奴隶同样是因农耕而大量繁衍——以及罗马人对他们所发动的战争既非易事亦非速决,反倒旷日持久并历经各种危难波折。言毕,他恢复了任何人不得拥有五百普勒特拉以上土地的法律;在古法之外,他还允许其子嗣追加拥有该限额的一半;至于剩余的土地,则由三名每年轮换的选任官员负责分配给穷人。
- 117τοῦ μὴ τοὺς ἐλευθέρους ἐς τὰς στρατείας ἀπὸ τῆς γεωργίας περισπᾶν
带冠词属格不定式结构(τοῦ μή + 不定式),用以表示否定目的。不定式 περισπᾶν 的宾语为宾格 τοὺς ἐλευθέρους(自由民),逻辑主语则根据语境暗指国家或征兵者(“为了不让自由民因服兵役而脱离农耕”)。
- 118ἐφʼ οἷς ὁ δῆμος ἐδυσφόρει μὲν ὡς οὔτε συμμάχων ἐξ Ἰταλίας ἔτι εὐπορήσων οὔτε τῆς ἡγεμονίας οἱ γενησομένης ἀκινδύνου διὰ πλῆθος τοσόνδε θεραπόντων
紧随主动词 ἐδυσφόρει 之后,接表示主观原因与担忧的 ὡς,其下通过 οὔτε... οὔτε 并列了两种不同的分词结构:前半部分的主格将来分词 εὐπορήσων 与主句主语 ὁ δῆμος 一致;后半部分则采用了属格独立结构(τῆς ἡγεμονίας... γενησομένης ἀκινδύνου,将来分词)。二者共同构成民众所忧虑的两项未来后果。
- 119καὶ τὴν λοιπὴν τρεῖς αἱρετοὺς ἄνδρας, ἐναλλασσομένους κατʼ ἔτος, διανέμειν τοῖς πένησι
不定式 διανέμειν 承接前文立法措施的语境(ἀνεκαίνιζε τὸν νόμον... προσετίθει),用作表法规指令的不定式。宾格短语 τρεῖς αἱρετοὺς ἄνδρας 充当该不定式的逻辑主语,而 τὴν λοιπήν(省去 γῆν,“其余的土地”)则为其直接宾语。
