- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1pr1-1pr3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者概述了罗马早期平民与元老院之间和平化解分歧的传统及保民官的设立,对比了提比略·格拉古之后暴力相残与军阀内乱的升级,并特别评述了苏拉建立独裁后又自愿放弃权力的罕见举动。
Ῥωμαίοις ὁ δῆμος καὶ ἡ βουλὴ πολλάκις ἐς ἀλλήλους περί τε νόμων θέσεως καὶ χρεῶν ἀποκοπῆς ἢ γῆς διαδατουμένης ἢ ἐν ἀρχαιρεσίαις ἐστασίασαν· οὐ μήν τι χειρῶν ἔργον ἔμφυλον ἦν, ἀλλὰ διαφοραὶ μόναι καὶ ἔριδες ἔννομοι, καὶ τάδε μετὰ πολλῆς αἰδοῦς εἴκοντες ἀλλήλοις διετίθεντο. ὁ δὲ δῆμός ποτε καὶ στρατευόμενος ἐς τοιάνδε ἔριν ἐμπεσὼν οὐκ ἐχρήσατο τοῖς ὅπλοις παροῦσιν, ἀλλʼ ἐς τὸ ὄρος ἐκδραμών, τὸ ἀπὸ τοῦδε κλῃζόμενον ἱερόν, οὐδὲν οὐδὲ τότε χειρῶν ἔργον, ἀλλʼ ἀρχὴν ἑαυτοῦ προστάτιν ἀπέφηνε καὶ ἐκάλεσε δημαρχίαν ἐς κώλυσιν μάλιστα τῶν ὑπάτων ἀπὸ τῆς βουλῆς αἱρουμένων μὴ ἐντελὲς αὐτοῖς ἐπὶ τῇ πολιτείᾳ τὸ κράτος εἶναι.1 ὅθεν δὴ καὶ μάλιστα δυσμενέστερον ἔτι καὶ φιλονεικότερον ἐς ἀλλήλας αἱ ἀρχαὶ διετίθεντο ἀπὸ τοῦδε, καὶ ἡ βουλὴ καὶ ὁ δῆμος ἐς αὐτὰς ἐμερίζετο ὡς ἐν ταῖς τῶνδε πλεονεξίαις ἑκάτεροι τῶν ἑτέρων ἐπικρατοῦντες. Μάρκιός τε ὁ Κοριολανὸς ἐν ταῖσδε ταῖς ἔρισιν ἐξελαθεὶς παρὰ δίκην ἐς Οὐολούσκους ἔφυγέ τε καὶ πόλεμον ἐπήγαγε τῇ πατρίδι.
在罗马人之中,平民与元老院屡次在制定法律、免除债务、分配土地或选举官吏的问题上彼此发生纷争。然而,并无任何同胞相残的暴力之举,而唯有争执与合法的辩难,他们怀着极大的敬慎彼此让步来处置这些纷争。平民曾经在从军服役之时陷入此类纷争,却并未动用手中的武器,而是奔向那从此被称为“圣山”的山岭;即使在当时,他们也未行任何暴力,而是设立了一个保护自己的官职,称之为保民官,主要是为了阻止由元老院选出的执政官,使之对国家不能拥有绝对专断的统治权。由此之故,自此以后各官职彼此之间变得更加敌对且更喜争竞,元老院和平民也分别依附于它们,各自认为借由这些官职势力的扩张便能压倒对方。马尔基乌斯·科利奥拉努斯亦在这些纷争中遭到不义之驱逐,逃亡至沃尔斯坎人那里,并对祖国发动了战争。
καὶ τοῦτο μόνον ἄν τις εὕροι τῶν πάλαι στάσεων ἔργον ἔνοπλον, καὶ τοῦθʼ ὑπʼ αὐτομόλου γενόμενον, ξίφος δὲ οὐδέν πω παρενεχθὲν ἐς ἐκκλησίαν οὐδὲ φόνον ἔμφυλον, πρίν γε Τιβέριος Γράκχος δημαρχῶν καὶ νόμους ἐσφέρων πρῶτος ὅδε ἐν στάσει ἀπώλετο2 καὶ ἐπʼ αὐτῷ πολλοὶ κατὰ τὸ Καπιτώλιον εἱλούμενοι περὶ τὸν νεὼν ἀνῃρέθησαν. καὶ οὐκ ἀνέσχον ἔτι αἱ στάσεις ἐπὶ τῷδε τῷ μύσει, διαιρουμένων ἑκάστοτε σαφῶς ἐπʼ ἀλλήλοις καὶ ἐγχειρίδια πολλάκις φερόντων κτιννυμένης τέ τινος ἀρχῆς ἐκ διαστήματος ἐν ἱεροῖς ἢ ἐκκλησίαις ἢ ἀγοραῖς, δημάρχων ἢ στρατηγῶν ἢ ὑπάτων ἢ τῶν ἐς ταῦτα παραγγελλόντων ἢ τῶν ἄλλως ἐπιφανῶν. ὕβρις τε ἄκοσμος ἐπεῖχεν αἰεὶ διʼ ὀλίγου καὶ νόμων καὶ δίκης αἰσχρὰ καταφρόνησις. προιόντος δʼ ἐς μέγα τοῦ κακοῦ, ἐπαναστάσεις ἐπὶ τὴν πολιτείαν φανεραὶ καὶ στρατεῖαι μεγάλαι καὶ βίαιοι κατὰ τῆς πατρίδος ἐγίγνοντο φυγάδων ἀνδρῶν ἢ καταδίκων ἢ περὶ ἀρχῆς τινος ἢ στρατοπέδου φιλονικούντων ἐς ἀλλήλους. δυναστεῖαί τε ἦσαν ἤδη κατὰ πολλὰ καὶ στασίαρχοι μοναρχικοί, οἱ μὲν οὐ μεθιέντες ἔτι τὰ πιστευθέντα σφίσιν ὑπὸ τοῦ δήμου στρατόπεδα, οἱ δὲ καὶ κατὰ σφᾶς ἄνευ τοῦ κοινοῦ κατʼ ἀλλήλων ξενολογοῦντες. ὁπότεροι δʼ αὐτῶν τὴν πόλιν προλάβοιεν, τοῖς ἑτέροις ἦν ὁ ἀγὼν λόγῳ μὲν ἐπὶ τοὺς ἀντιστασιώτας, ἔργῳ δʼ ἐπὶ τὴν πατρίδα· ἐσέβαλλον γὰρ ὡς ἐς πολεμίαν, καὶ σφαγαὶ τῶν ἐν ποσὶν ἐγίγνοντο νηλεεῖς καὶ ἄλλων ἐπὶ θανάτῳ προγραφαὶ καὶ φυγαὶ καὶ δημεύσεις, ἐνίων δὲ καὶ βάσανοι πάμπαν ἐπαχθεῖς.
在昔日的党争之中,人们大概只能找到这独一的一桩武装行动,且这亦是由叛亡者所促成的;而在公民大会上尚未曾有人带入刀剑,亦未曾发生过同胞流血相残,直至提比略·格拉古在任保民官并提出法案之时,他成为第一个在党争中丧生之人,且在他之后,许多聚集在卡皮托尔神庙周围的人亦遭杀害。党争在此等污秽恶行之后便不再止息,他们每每公开彼此对立,频繁携带匕首,有时在神庙、公民大会或广场上,有某种官职之人遭到杀害——无论是保民官、副执政、执政官,抑或谋求这些官职之人以及其他显要人物。混乱暴戾之风每隔不久便一再泛滥,对法律与正义的无耻蔑视亦蔓延开来。随着祸患渐至巨大,公开针对国家的叛乱以及针对祖国的大规模暴力征伐屡屡发生,这些行动皆是由流亡者、定罪者或为夺取某种官权与军队而彼此争斗之人所为。彼时各处已有僭主专制之势与独裁式的党派领袖,有的不再交还人民所委任的军团,有的则未经公决擅自募征雇佣兵相互攻伐。无论其中哪一方先占据了城邦,对于另一方而言,争斗名义上是针对敌对党派,实际上则是针对祖国;因为他们如入敌国般攻入城内,对阻拦者实行冷酷无情的屠戮,对其他人则加以处死式的公敌宣告、流放、没收财产,对某些人甚至施加极其残酷的酷刑。
ἔργον τε οὐδὲν ἀηδὲς ἀπῆν, μέχρι τῶνδε τῶν στασιάρχων εἷς ἔτει πεντηκοστῷ μάλιστα ἀπὸ Γράκχου, Κορνήλιος Σύλλας, κακῷ τὸ κακὸν ἰώμενος μόναρχον αὑτὸν ἀπέφηνεν ἐπὶ πλεῖστον· οὓς δικτάτορας ἐκάλουν τε καὶ ἐπὶ ταῖς φοβερωτάταις χρείαις ἑξαμήνους τιθέμενοι ἐκ πολλοῦ διελελοίπεσαν.3 ὁ δὲ Σύλλας βίᾳ μὲν καὶ ἀνάγκῃ, λόγῳ δʼ αἱρετός, ἐς αἰεὶ δικτάτωρ γενόμενος ὅμως, ἐπεί τε ἐκορέσθη τῆς δυναστείας, πρῶτος ἀνδρῶν ὅδε μοι δοκεῖ θαρρῆσαι τυραννικὴν ἀρχὴν ἑκὼν ἀποθέσθαι καὶ ἐπειπεῖν, ὅτι καὶ τοῖς μεμφομένοις εὐθύνας ὑφέξει, ἰδιώτης τε ὁρώντων ἁπάντων ἐς πολὺ βαδίσαι κατʼ ἀγορὰν καὶ ἐπανελθεῖν ἀπαθὴς οἴκαδε.4 τοσοῦτον ἦν ἄρα τοῖς ὁρῶσιν ἔτι τῆς ἀρχῆς αὐτοῦ δέος ἢ τῆς ἀποθέσεως κατάπληξις ἢ τῶν εὐθυνῶν τῆς ἐπαγγελίας αἰδὼς ἢ ἄλλη φιλανθρωπία καὶ λογισμὸς ἐπὶ συμφέροντι τὴν τυραννίδα γενέσθαι.
毫无任何丑恶可憎之行得以免除,直到格拉古之后大约五十年,这些党魁之一的科尔内利乌斯·苏拉以恶治恶,自命为极其长期的专制君主;罗马人称这种官职为独裁官,过去常在最可怕的危难时任命六个月的期限,但久已废止不用。然而苏拉虽凭暴力与胁迫而成为终身独裁官,名义上则是被选举出来的,但在他对统治权感到厌足之后,在我看来,他乃是第一个胆敢自愿放下僭主权力之人,并宣称哪怕面对指责者他也愿接受清算审查;随后他在众人目睹之下作为布衣平民在广场上漫步良久,安然无恙地返回家中。由此可见,目击者心中仍存的对其权势之畏惧,或对其退位之震骇,或对其接受审查之允诺的敬意,抑或其他仁慈以及认为其僭主统治乃是出于公益之算计,竟是如此之大。
- 1pr1ἐς κώλυσιν μάλιστα τῶν ὑπάτων ἀπὸ τῆς βουλῆς αἱρουμένων μὴ ἐντελὲς αὐτοῖς ἐπὶ τῇ πολιτείᾳ τὸ κράτος εἶναι
名词 κώλυσις(阻止、妨碍)如同动词 κωλύω 一样,支配带有否定词 μή 的不定式短语(μὴ ... εἶναι)。与格 αὐτοῖς 指代执政官,作不定式 εἶναι 之表语(ἐντελὲς τὸ κράτος)的逻辑所有者,意为“主要是为了阻止由元老院选出的执政官对国家拥有绝对的统治权”。
- 1pr1καὶ τοῦτο μόνον ἄν τις εὕροι τῶν πάλαι στάσεων ἔργον ἔνοπλον, καὶ τοῦθʼ ὑπʼ αὐτομόλου γενόμενον, ξίφος δὲ οὐδέν πω παρενεχθὲν ἐς ἐκκλησίαν οὐδὲ φόνον ἔμφυλον, πρίν γε Τιβέριος Γράκχος δημαρχῶν καὶ νόμους ἐσφέρων ππῶτος ὅδε ἐν στάσει ἀπώλετο
主句使用 ἄν + 希求法(εὕροι ἄν)表示潜势,支配宾语 τοῦτο ... ἔργον ἔνοπλον,随后跟有分词 γενόμενον。后半句 ξίφος δὲ οὐδέν πω παρενεχθὲν ... οὐδὲ φόνον ἔμφυλον 亦作为宾语宾格由 εὕροι ἄν 统辖(或作为带分词的补充说明)。πρίν 引导的时间状语从句后接不定过去时直陈式(ἀπώλετο),表示确曾发生的历史事实。
- 1pr3οὓς δικτάτορας ἐκάλουν τε καὶ ἐπὶ ταῖς φοβερωτάταις χρείαις ἑξαμήνους τιθέμενοι ἐκ πολλοῦ διελελοίπεσαν
关系代名词 οὕς 指代前文的 μόναρχον 或隐含的独裁官职。前半句为双重宾格(οὓς δικτάτορας ἐκάλουν“他们称之为独裁官”);后半句主语为泛指的罗马人,分词 τιθέμενοι 表示过去的惯例(“在极危难时设立六个月之期”),与过去完成时 διελελοίπεσαν 搭配,意为“很久以来已中止此制”。
- 1pr3πρῶτος ἀνδρῶν ὅδε μοι δοκεῖ θαρρῆσαι τυραννικὴν ἀρχὴν ἑκὼν ἀποθέσθαι καὶ ἐπειπεῖν, ὅτι καὶ τοῖς μεμφομένοις εὐθύνας ὑφέξει, ἰδιώτης τε ὁρώντων ἁπάντων ἐς πολὺ βαδίσαι κατʼ ἀγορὰν καὶ ἐπανελθεῖν ἀπαθὴς οἴκαδε
人称句式 πρῶτος ἀνδρῶν ὅδε μοι δοκεῖ θαρρῆσαι(“在我看来,他是第一位胆敢……”)中的不定式 θαρρῆσαι 统辖四个通过 καί 与 τε 并列的不定式:ἀποθέσθαι、ἐπειπεῖν、βαδίσαι 和 ἐπανελθεῖν。主格 ἰδιώτης 作为主语 ὅδε(苏拉)的同位表语,表示“作为平民”;ὁρώντων ἁπάντων 为独立属格(“在众人目睹之下”)。
