- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1982-1984
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
执政官们与卡尔博动员庞大军队全力对抗苏拉,在席卷意大利的恐惧与凶兆中,一场持续三年的残酷内战拉开序幕。
γάιός τε Νωρβανὸς καὶ Λεύκιος Σκιπίων, τὼ τότε ὄντε ὑπάτω, καὶ μετʼ αὐτῶν Κάρβων, ὃς πέρυσιν ἦρχεν, ἔχθρᾳ μὲν ἐς τὸν Σύλλαν ὁμοία χρώμενοι, δέει δὲ καὶ συνειδότι ὧν ἔπραξαν πολὺ τῶν ἄλλων χείρονι, ἔκ τε τῆς πόλεως στρατόν, ὅσον εὐπόρουν, κατέλεγον καὶ τὸν ἐκ τῆς Ἰταλίας προσλαβόντες ἐπὶ τὸν Σύλλαν κατὰ μέρος ἐχώρουν, σπείραις ἐκ πεντακοσίων ἀνδρῶν διακοσίαις τότε πρῶτον· ὕστερον γὰρ καὶ πλέοσι τούτων. ἡ γὰρ εὔνοια τῶν ἀνδρῶν ἐς τοὺς ὑπάτους παρὰ πολὺ ἐποίει,1 ὡς τὸ μὲν ἔργον τὸ Σύλλα, χωροῦντος ἐπὶ τὴν πατρίδα, δόξαν ἔχον πολεμίου, τὸ δὲ τῶν ὑπάτων, εἰ καὶ περὶ σφῶν ἔπραττον, πρόσχημα τῆς πατρίδος.2 τῶν τε ἁμαρτηθέντων αὑτοῖς οἱ πολλοὶ συνεγνωκότες καὶ τοῦ φόβου μετέχειν ἡγούμενοι συνέπρασσον, εὖ τὸν Σύλλαν εἰδότες οὐ κόλασιν ἢ διόρθωσιν ἢ φόβον ἐπὶ σφίσιν, ἀλλὰ λύμας καὶ θανάτους καὶ δημεύσεις καὶ ἀναίρεσιν ὅλως ἀθρόαν ἐπινοοῦντα. ὧν οὐκ ἐψεύσθησαν τῆς δόξης.3 ὅ τε γὰρ πόλεμος ἔφθειρε πάντας, ὧν γε καὶ μύριοι καὶ δισμύριοι πολλάκις ἐν μάχῃ μιᾷ καὶ ἀμφὶ τὸ ἄστυ πέντε μυριάδες ἀμφοῖν ἀπέθανον· καὶ ἐς τοὺς ὑπολοίπους ὁ Σύλλας οὐδὲν δεινὸν καὶ καθʼ ἕνα καὶ κατὰ πόλεις ἐξέλιπε δρῶν, μέχρι καὶ μόναρχον ἑαυτὸν ἀπέφηνε τῆς Ῥωμαίων ἀρχῆς ὅλης, ἐφʼ ὅσον ἔχρῃζέ τε καὶ ἐβούλετο.
当时的两位执政官盖乌斯·诺尔巴努斯与卢基乌斯·西庇阿,以及与他们一同行动的前任执政官卡尔博,虽然对苏拉怀有同样的敌意,但因自知所犯罪行而生的恐惧与良心不安却远甚于常人;他们尽可能从城内招募军队,并吸收了来自意大利各地的部队,分头向苏拉进发,起初拥有两百个由五百人组成的步兵大队,后来的人数甚至多于此数。因为士兵们对执政官们的善意起到了极大的作用:向着祖国进军的苏拉之举动,具有外敌的表象;而执政官们的举动,即使是出于自保,也顶着保卫祖国的名分。许多人自知犯有过失,且认为也分担着这一恐惧,因而共同行动,他们深知苏拉打算加诸他们身上的并非惩处、纠正或恐吓,而是凌辱、杀戮、没收财产以及彻头彻尾的连根拔起。他们的这种预料并未落空。因为这场战争毁灭了所有人,常常在一次战役中就有一两万人丧命,而在城郊双方更有五万人阵亡;对于幸存之人,苏拉无论对个人还是对各城邦,都不曾遗漏任何残酷的暴行,直至他自封为整个罗马疆域的君主,期限随其所求与所愿。
καὶ τάδε αὐτοῖς ἐδόκει καὶ τὸ δαιμόνιον ἐν τῷδε τῷ πολέμῳ προσημῆναι. δείματά τε γὰρ ἄλογα πολλοῖς καὶ ἰδίᾳ καὶ κατὰ πλῆθος ἐνέπιπτε περὶ ὅλην τὴν Ἰταλίαν, καὶ μαντευμάτων παλαιῶν ἐπιφοβωτέρων ἐμνημόνευον, τέρατά τε πολλὰ ἐγίνοντο, καὶ ἡμίονος ἔτεκε, καὶ γυνὴ κύουσα ἔχιν ἀντὶ βρέφους ἐξέδωκε, τήν τε γῆν ὁ θεὸς ἐπὶ μέγα ἔσεισε καὶ νεώς τινας ἐν Ῥώμῃ κατήνεγκε, καὶ πάνυ Ῥωμαίων ὄντων ἐς τὰ τοιαῦτα βαρυεργῶν.4 τό τε Καπιτώλιον ὑπὸ τῶν βασιλέων τετρακοσίοις που πρόσθεν ἔτεσι γενόμενον ἐνεπρήσθη, καὶ τὴν αἰτίαν οὐδεὶς ἐπενόει. πάντα δʼ ἔδοξεν ἐς τὸ πλῆθος τῶν ἀπολουμένων καὶ τὴν ἅλωσιν τῆς Ἰταλίας καὶ Ῥωμαίων αὐτῶν τῆς τε πόλεως κατάληψιν καὶ πολιτείας μεταβολὴν προσημῆναι.
在人们看来,神明在这场战争中也曾预示了这些灾难。因为在整个意大利,无论是私人还是群体,许多人都被莫名的恐惧所笼罩;人们重温起古老而更加骇人的神谕;并且出现了许多异象:骡子产仔,孕妇产下毒蛇而非婴儿,神明剧烈地震动大地并震垮了罗马境内的若干神庙,而罗马人面对此类事情原本是极其严肃不安的。此外,大约四百年前由诸王建造的卡皮托尔神庙被大火焚毁,却无人能推想出起因。这一切似乎都在预示着死难者人数之众、意大利与罗马人自身的被征服、城邦的被攻占以及政体的变革。
ἤρξατο μὲν οὖν ὅδε ὁ πόλεμος, ἐξ οὗ Σύλλας ἐς Βρεντέσιον παρῆλθεν, ὀλυμπιάδων οὐσῶν ἑκατὸν ἑβδομήκοντα καὶ τεσσάρων· μῆκος δʼ αὐτοῦ, διά τε τὸ μέγεθος τῶν ἔργων, σὺν ἐπείξει ὡς ἐπʼ ἐχθροὺς ἰδίους ταχυνόντων, οὐ πολὺ ὡς ἐπὶ τοσοῖσδε ἔργοις ἐγένετο. ὅθεν καὶ μάλιστα αὐτοῖς τὰ παθήματα ἐπειγομένοις ἐν βραχεῖ μείζω καὶ ὀξύτερα συνέβη γενέσθαι. ἐς δὲ τριετὲς ὅμως προῆλθε, κατά γε τὴν Ἰταλίαν, μέχρι τὴν ἀρχὴν ἀνεδήσατο Σύλλας· ἐν γὰρ Ἰβηρίᾳ καὶ μετὰ Σύλλαν ἐξέτεινεν ἐπὶ πλεῖον. μάχαι δὲ καὶ ἀκροβολίαι καὶ πολιορκίαι καὶ πολέμων ἰδέαι πᾶσαι κατὰ τὴν Ἰταλίαν ἀθρόαι τε καὶ κατὰ μέρη τοῖς στρατηγοῖς ἐγένοντο πολλαί, καὶ πᾶσαι διαφανεῖς. ὧν τὰ μέγιστα καὶ ἀξιολογώτατα, ἐν κεφαλαίῳ φράσαι,5 τοιάδε ἦν.
这场战争始于苏拉抵达布伦提西乌姆之时,正值第一百七十四届奥林匹亚德时期;但考虑到如此重大的事件,其历时在这些事件的规模下并不算长,因为双方由于急迫而如同面对私人仇敌一般相互赶奔。由此,由于他们急于决战,其苦难在短时间内反而变得更为巨大和剧烈。然而在意大利境内,这场战争仍持续了三年,直到苏拉将大权揽于一身;因为在伊比利亚,战事甚至在苏拉死后还延续了更久。在意大利全境,诸位统帅无论合兵一处还是分兵作战,都经历了无数次会战、前哨战、围城战以及各种形态的战事,而且全都是著名的交锋。其中最大且最值得记载者,扼要叙述如下。
- 1982παρὰ πολὺ ἐποίει
成语表达式 παρὰ πολὺ ποιεῖν 意为“产生巨大影响”或“起决定性作用”。其主语是 ἡ εὔνοια τῶν ἀνδρῶν(士兵们的善意/向心力),表明兵士倒向执政官一方的情感在双方力量对比中起到了极大作用。
- 1982ὡς τὸ μὲν ἔργον τὸ Σύλλα, χωροῦντος ἐπὶ τὴν πατρίδα, δόξαν ἔχον πολεμίου, τὸ δὲ τῶν ὑπάτων, εἰ καὶ περὶ σφῶν ἔπραττον, πρόσχημα τῆς πατρίδος
小词 ὡς 表述主观原因或借口,其后接由中性分词 δόξαν ἔχον 构成的独立分词结构(宾格或主格绝对构文)。在平行的后半句 τὸ δὲ τῶν ὑπάτων 中,省略了分词 [ἔχον],与 πρόσχημα 搭配,用以说明士兵们在主观上如何看待双方名分的差异(苏拉如外敌,执政官如卫国者)。
- 1982ὧν οὐκ ἐψεύσθησαν τῆς δόξης
动词 ψεύδομαι(被动态,意为“落空、在……上受骗”)在此支配双重属格:τῆς δόξης 为分离/相关属格(“在预料上”),关系代词属格 ὧν 则指代前文所述苏拉意图施行严厉报复的内容,整句意为“在这些预期上他们并未落空”。
- 1983καὶ πάνυ Ῥωμαίων ὄντων ἐς τὰ τοιαῦτα βαρυεργῶν
带有让步意味的属格绝对构文,由 καί(“尽管、即便”)引出。罕见形容词 βαρυεργός 意为“郑重对待、极为敏感不安”,与介词短语 ἐς τὰ τοιαῦτα(“对于此类异象”)相连,意在强调尽管罗马人一向对凶兆极为严肃警惕,这些怪异事件依然接踵而至。
- 1984ἐν κεφαλαίῳ φράσαι
表限定意义的不定式绝对用法(绝对不定式),相当于惯用插入语“简而言之”或“扼要叙述”,用于引出后文对重大战役的概括性罗列。
