- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1979-1981
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知无法和谈后,苏拉率领四万大军登陆意大利并向前推进,梅特路斯·庇乌斯、年轻的庞培以及凯特古斯纷纷前来归附。与此同时,罗马城内恐惧苏拉残酷报复的各派势力在执政官麾下联合起来,全力备战。
Σύλλας δὲ τοῖς πρὸς αὐτὸν ἥκουσιν ἀπὸ τῆς βουλῆς ἀπεκρίνατο αὐτὸς μὲν οὔποτε ἀνδράσι τοιάδε ἐργασαμένοις ἔσεσθαι φίλος, τῇ πόλει δʼ οὐ φθονήσειν χαριζομένῃ τὴν σωτηρίαν αὐτοῖς· ἀσφάλειαν δὲ αὐτὸς μᾶλλον αὐτοῖς ἔφη καὶ τοῖς ἐς αὑτὸν καταφυγοῦσιν ἐς ἀεὶ παρέξειν, στρατὸν ἔχων εὔνουν. ᾧ δὴ καὶ μάλιστα δῆλος ἐγένετο, ἑνὶ ῥήματι τῷδε, οὐ διαλύσων τὸν στρατόν,1 ἀλλὰ τὴν τυραννίδα ἤδη διανοούμενος. ᾔτει δʼ αὐτοὺς τήν τε ἀξίωσιν καὶ περιουσίαν καὶ ἱερωσύνην καὶ εἴ τι ἄλλο γέρας εἶχεν, ἐντελῆ πάντα ἀποδοθῆναι· καὶ τοὺς περὶ τούτων ἐροῦντας συνέπεμπε τοῖς πρέσβεσιν. οἱ δʼ εὐθὺς ἀπὸ τοῦ Βρεντεσίου, Κίνναν τε πυθόμενοι τεθνάναι καὶ τὴν πόλιν ἀδιοίκητον εἶναι, πρὸς τὸν Σύλλαν ἀνέστρεφον ἄπρακτοι. καὶ ὁ Σύλλας πέντε Ἰταλοῦ στρατοῦ τέλη καὶ ἱππέας ἑξακισχιλίους, ἄλλους τέ τινας ἐκ Πελοποννήσου καὶ Μακεδονίας προσλαβών, ἅπαντας ἄγων ἐς μυριάδας ἀνδρῶν τέσσαρας, ἐπί τε Πάτρας ἀπὸ τοῦ Πειραιέως καὶ ἐκ Πατρῶν ἐς Βρεντέσιον χιλίαις καὶ ἑξακοσίαις ναυσὶ διέπλει. δεξαμένων δʼ αὐτὸν ἀμαχεὶ τῶν Βρεντεσίων, τοῖσδε μὲν ὕστερον ἔδωκεν ἀτέλειαν, ἣν καὶ νῦν ἔχουσιν, αὐτὸς δʼ ἀναστήσας τὸν στρατὸν ἦγεν ἐς τὸ πρόσω.
苏拉对元老院派来的使节回答说,他绝不会与犯下此等罪行的人结为朋友,但若城邦宽贷他们的性命,他并不反对。然而他又说,拥有一支忠诚军队的他自己,更能为这些人以及逃奔到他那里的人提供永久的安全保障。仅仅凭着这一句话,便极其清楚地表明他不会解散军队,而是已经在谋求僭主统治了。他还要求他们将自己的尊严、财产、祭司职位以及曾经拥有的一切荣誉全都如数奉还;并且他派遣代表随同使节前去商谈这些事项。然而这些人刚到布伦提西乌姆,得知琴纳已死且城邦处于无政府状态,便一事无成地折回苏拉处。于是苏拉率领五支意大利军团和六千骑兵,又从伯罗奔尼撒和马其顿吸收了若干其他部队,总共统率约四万人,乘一千六百艘战船从比雷埃夫斯渡到帕特雷,再从帕特雷渡抵布伦提西乌姆。由于布伦提西乌姆人不经战斗便接纳了他,苏拉后来赐予他们免税权——他们至今仍享有这一特权——而他自己则拔营启程,向前推进。
καὶ αὐτῷ Μέτελλος Καικίλιος ὁ Εὐσεβής, ἐκ πολλοῦ τε ᾑρημένος ἐς τὰ λοιπὰ τοῦ συμμαχικοῦ πολέμου καὶ διὰ Κίνναν καὶ Μάριον ἐς τὴν πόλιν οὐκ ἐσελθών, ἀλλὰ ἐν τῇ Λιβυστίδι τὸ μέλλον περιορῶν, αὐτόκλητος σύμμαχος ἀπήντα μεθʼ ἧς εἶχε συμμαχίας, ἀνθύπατος ἔτι ὤν· ἔστι γὰρ εἶναι τοῖς αἱρεθεῖσιν, ἔστε ἐπανέλθοιεν ἐς Ῥώμην.2 ἐπὶ δὲ τῷ Μετέλλῳ καὶ Γναῖος Πομπήιος, ὁ μετʼ οὐ πολὺ Μέγας παρονομασθείς, Πομπηίου μὲν ὢν παῖς τοῦ διεφθαρμένου τῷ κεραυνῷ, οὐκ εὔνου τῷ Σύλλᾳ νομισθέντος, τὴν δʼ ὑποψίαν διαλυόμενος, ἦλθε καὶ τέλος ἤγαγεν, ἐκ τῆς Πικηνίτιδος κατὰ κλέος τοῦ πατρὸς ἰσχύσαντος ἐν αὐτῇ μάλιστα ἀγείρας. μετὰ δʼ οὐ πολὺ καὶ δύο ἄλλα συνέλεξε καὶ χρησιμώτατος ἐν τοῖς μάλιστα ὅδε ὁ ἀνὴρ ἐγένετο τῷ Σύλλᾳ· ὅθεν αὐτὸν ὁ Σύλλας ἔτι νεώτατον ὄντα ἦγεν ἐν τιμῇ καὶ ἐπιόντος, φασίν, ὑπανίστατο μόνῳ. λήγοντος δὲ τοῦ πολέμου καὶ ἐς Λιβύην ἔπεμψεν ἐξελάσαι τε τοὺς Κάρβωνος φίλους καὶ Ἱεμψάλαν ἐκπεσόντα ὑπὸ Νομάδων ἐς τὴν βασιλείαν καταγαγεῖν. ἐφʼ ᾧ δὴ καὶ θριαμβεῦσαι κατὰ τῶν Νομάδων αὐτῷ παρέσχεν ὁ Σύλλας, ἔτι ὄντι νέῳ καὶ ἔτι ὄντι τῶν ἱππέων. καὶ ἀπὸ τοῦδε ἐπαρθεὶς ἐς μέγα ὁ Πομπήιος ἐπὶ Σερτώριον ἐς Ἰβηρίαν ἐπέμφθη καὶ ἐς τὸν Πόντον ἐπὶ Μιθριδάτην ὕστερον. ἀφίκετο δὲ καὶ Κέθηγος ἐς τὸν Σύλλαν, χαλεπώτατος ἀντιστασιώτης αὐτῷ μετὰ Κίννα καὶ Μαρίου γενόμενος καὶ σὺν ἐκείνοις τῆς πόλεως ἐκπεσών, ἱκέτης τε γιγνόμενος καὶ ἑαυτὸν ὑπηρέτην ἐς ὅ τι βούλοιτο παρέχων.
此外,早前为处理同盟战争善后事宜而被选任的凯基利乌斯·梅特路斯·庇乌斯,因琴纳和马略的缘故未曾进城,而是一直在利比亚地区观望局势,此时作为主动来投的盟友,率领他所拥有的同盟军前来与他会合,当时他仍保留着资深执政官的身份;因为按规定,凡被选任官职的人,直到返回罗马之前都可保留其权能。在梅特路斯之后,不久便被冠以“大帝”称号的格奈乌斯·庞培也赶来了;他是那位被雷电击毙、且曾被认为对苏拉怀有敌意的庞培之子,为了消除这种猜疑,他凭借其父在皮凯努姆极具势力的声望在当地募兵,率领一个军团前来投奔。不久之后他又召集了另外两个军团,此人对苏拉而言变得极其有用;因此苏拉在他尚极年轻时便十分器重他,据说每逢庞培走来,苏拉只为他一人起立致意。在战争接近尾声时,苏拉还派他前往利比亚驱逐卡尔博的党羽,并将被游牧民废黜的希埃姆普萨尔迎回王位。正因如此,苏拉准许尚处年轻且仍属骑士阶层的他举行针对游牧民的凯旋式。由此声名鹊起的庞培,后来被派往伊比利亚讨伐塞图里乌斯,其后又被派往本都讨伐米特拉达梯。凯特古斯也来到苏拉这里;他曾与琴纳和马略一同成为苏拉最难对付的党争政敌,并与他们一同被逐出城邦,此时却以请愿者的身份前来,甘愿充当苏拉差遣的仆役,任其随意驱使。
ὁ δὲ καὶ στρατιᾶς πολὺ πλῆθος ἔχων ἤδη καὶ φίλους πολλοὺς τῶν ἐπιφανῶν, τοῖσδε μὲν ὑποστρατήγοις ἐχρῆτο, αὐτὸς δὲ καὶ Μέτελλος ἀνθυπάτω ὄντε3 ἐς τὸ πρόσθεν ἐχώρουν· ἐδόκει γὰρ δὴ καὶ ὁ Σύλλας, ἀνθύπατος ἐπὶ Μιθριδάτῃ γενόμενος, οὐκ ἀποθέσθαι πω τὴν ἀρχήν, εἰ καὶ πολέμιον αὐτὸν ἐψηφίσατο Κίννας. ὁ μὲν δὴ κατὰ τῶν ἐχθρῶν ᾔει βαρυτάτῃ καὶ ἀφανεῖ ἔχθρᾳ· οἱ δʼ ἐν ἄστει τῆς τε φύσεως αὐτοῦ καλῶς τεκμαιρόμενοι καὶ τὴν προτέραν ἐς τὴν πόλιν ἐσβολὴν αὐτοῦ καὶ κατάληψιν ἔτι ἔχοντες ἐν ὄψει τά τε ψηφίσματα, ἃ ἐπεκήρυξαν αὐτῷ, λογιζόμενοι καὶ τὴν οἰκίαν ὁρῶντες ἀνεσκαμμένην καὶ περιουσίαν δεδημευμένην καὶ φίλους ἀνῃρημένους καὶ γενεὰν μόλις ἐκφυγοῦσαν ἐδείμαινον. καὶ οὐδὲν σφίσι νίκης ἢ πανωλεθρίας μέσον εἶναι νομίζοντες συνίσταντο τοῖς ὑπάτοις ἐπὶ τὸν Σύλλαν μετὰ δέους, ἔς τε τὴν Ἰταλίαν περιπέμποντες στρατιὰν καὶ τροφὰς καὶ χρήματα συνῆγον, οὐδὲν ὡς περὶ ἐσχάτων σφίσιν ἀπολείποντες οὔτε σπουδῆς οὔτε προθυμίας.
苏拉此时已拥有庞大的军队和许多显要的朋友,便以他们为副将,而他本人与同为资深执政官的梅特路斯一同向前推进;因为人们认为,为了米特拉达梯之战而担任资深执政官的苏拉,即便琴纳曾表决宣布他为公敌,也尚未卸除其职权。苏拉怀着极沉重而深藏不露的敌意向敌人进军;而城内的人准确地揣度出他的本性,眼前依然浮现着他上一次攻入并占领城邦的景象,算计着他们针对他所通过的各项弹劾法令,眼见着他的房屋被夷平、财产被没收、朋友被杀害、亲眷仅以身免,因而惊恐万分。他们认为自己除了胜利便只有彻底毁灭,绝无折中之路,于是在恐惧中与执政官们联合起来对抗苏拉,派遣使者前往意大利全境招募军队、筹集给养和资金,作为面对绝境之人,他们的急切与热忱毫无保留。
- 1979οὐ διαλύσων τὸν στρατόν
未来分词 οὐ διαλύσων 作为形容词句型 δῆλος ἐγένετο 的补足成分,采用以苏拉为主语的人称结构,表示意图,即“很明显他并不打算解散军队”。
- 1980ἔστι γὰρ εἶναι τοῖς αἱρεθεῖσιν, ἔστε ἐπανέλθοιεν ἐς Ῥώμην
动词 ἔστι 在此作非人称用法,相当于 ἔξεστι(“被允许/可能”),接不定式 εἶναι,与格 τοῖς αἱρεθεῖσιν 为其逻辑主语。此处指罗马公法规定,获选官员的统治权(imperium)在返回罗马城界之前一直有效。
- 1981ἀνθυπάτω ὄντε
名词 ἀνθύπατος 与分词 ὤν 的双数主格形式。作为同位语及附带情况分词短语修饰苏拉与梅特路斯二人,说明他们当时均具有资深执政官的身份。
