- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:11085-11086
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉军队在卡努西乌姆击败诺尔巴努斯,随后在泰阿努姆通过谈判使西庇阿全军不战而降。在卡尔博于罗马宣布苏拉派为公敌且卡皮托尔神庙被焚之际,交战双方利用该年夏季余下的时间全力联络盟友、扩充军队。
πρώτη μὲν ἀμφὶ Κανύσιον τοῖς ἀνθυπάτοις πρὸς Νωρβανὸν ἐγίγνετο μάχη· καὶ θνῄσκουσι Νωρβανοῦ μὲν ἑξακισχίλιοι, τῶν δʼ ἀμφὶ τὸν Σύλλαν ἑβδομήκοντα, τραυματίαι δʼ ἐγένοντο πολλοί· καὶ Νωρβανὸς ἐς Καπύην ἀνέζευξε. Σύλλᾳ δὲ καὶ Μετέλλῳ περὶ τὸ Τεανὸν οὖσι Λεύκιος Σκιπίων ἐπῄει μεθʼ ἑτέρου στρατοῦ, πάνυ ἀθύμως ἔχοντος καὶ ποθοῦντος εἰρήνην γενέσθαι· αἰσθόμενοι δʼ οἱ περὶ τὸν Σύλλαν πρὸς τὸν Σκιπίωνα περὶ συμβάσεων ἐπρέσβευον, οὐχ οὕτως ἐλπίζοντες ἢ χρῄζοντες, ὡς στασιάσειν προσδοκῶντες αὐτοῦ τὸν στρατὸν ἀθύμως ἔχοντα. ὃ καὶ συνηνέχθη γενέσθαι. Σκιπίων μὲν γὰρ ὅμηρα τῆς συνόδου λαβὼν ἐς τὸ πεδίον κατῄει, καὶ συνῄεσαν τρεῖς ἑκατέρωθεν, ὅθεν οὐδὲ γνῶναι τὰ λεχθέντα συνέβη· ἐδόκει δʼ ἀναθέμενος ὁ Σκιπίων ἐς Νωρβανὸν τὸν σύναρχον περὶ τῶν λελεγμένων πέμψαι Σερτώριον ἀπαγγελοῦντα, καὶ ὁ στρατὸς ὁ ἑκατέρων ἡσύχαζε, τὰς ἀποκρίσεις ἀναμένοντες. Σερτωρίου δʼ ἐν παρόδῳ Σύεσσαν, ἣ τὰ Σύλλεια ᾕρητο, καταλαβόντος ὁ μὲν Σύλλας ᾐτιᾶτο πέμπων ἐς τὸν Σκιπίωνα, ὁ δέ, εἴτε τῷ γενομένῳ συνεγνωκὼς εἴτε ἀποκρίσεως ἀπορῶν ὡς ἐπὶ ἀλλοκότῳ δὴ τῷ Σερτωρίου ἔργῳ, τὰ ὅμηρα ἀπέπεμπε τῷ Σύλλᾳ. καὶ αὐτίκα ὁ στρατὸς αὐτοῦ, τῇ τε τῆς Συέσσης ἐν σπονδαῖς ἀλόγῳ καταλήψει καὶ τῇ τῶν ὁμήρων οὐκ ἀπαιτουμένων ἀποπέμψει τοὺς ὑπάτους ἔχοντες ἐν αἰτίαις, κρύφα τῷ Σύλλᾳ συνετίθεντο μεταθήσεσθαι πρὸς αὐτόν, εἰ πελάσειε. καὶ προσιόντος αὐτίκα πάντες ἀθρόως μετέστησαν, ὡς τὸν ὕπατον Σκιπίωνα καὶ τὸν υἱὸν αὐτοῦ Λεύκιον μόνους ἐκ τοῦ στρατοῦ παντὸς ἐν τῇ σκηνῇ διηπορημένους Σύλλαν καταλαβεῖν.1 καί μοι δοκεῖ τόδε οὐ στρατηγοῦ παθεῖν ὁ Σκιπίων,2 ἀγνοήσας ὅλου στρατοῦ τοσήνδε συνθήκην.
第一场战斗发生在卡努西乌姆附近,交战双方是资深执政官们与诺尔巴努斯。诺尔巴努斯一方阵亡六千人,苏拉一方阵亡七十人,但伤者甚众;诺尔巴努斯遂撤往卡普亚。当苏拉与梅特鲁斯驻扎在泰阿努姆附近时,卢基乌斯·西庇阿率领另一支军队逼近,但其士卒极其沮丧,渴望实现和平。苏拉一方察觉到这一点,便派使节前往西庇阿处商议和解,这并非出于多大期望或渴望,而是料想他那士气低落的军队会发生哗变。事情果然如此发生。因为西庇阿为了会面收取了人质后便走下平原,双方各有三人相会,以至于外界根本无法知晓会谈内容;但看来西庇阿是为了将所谈事项向其同僚诺尔巴努斯报告,才派遣塞图里乌斯前去传信,而双方军队都保持克制,静候答复。然而,塞图里乌斯在途中占领了依附于苏拉一方的苏埃萨,苏拉遂派人向西庇阿提出指责;而西庇阿或是由于对既成事实知情,或是由于塞图里乌斯的行径确属乖谬而无言以对,竟将人质送还给苏拉。他的军队随即因休战期间无理攻占苏埃萨以及在未被要求的情况下退还人质而归咎于执政官们,暗中与苏拉约定,若他靠近便倒戈归顺。当苏拉逼近时,全军即刻全体倒戈,以致苏拉发现执政官西庇阿及其子卢基乌斯两人竟成了全军中仅剩者,困窘无措地留于营帐之中。在我看来,西庇阿在全军发生如此严重的串通勾结之时竟浑然不知而遭受此事,实非身为将领者所应有。
Σκιπίωνα μὲν δὴ μετὰ τοῦ παιδὸς οὐ μεταπείθων ὁ Σύλλας ἀπέπεμπεν ἀπαθῆ.3 καὶ πρὸς Νωρβανὸν ἐς Καπύην περὶ συμβάσεων ἔπεμπεν ἑτέρους, εἴτε δείσας τῆς πλέονος Ἰταλίας ἔτι τοῖς ὑπάτοις συνισταμένης εἴτε καὶ ἐς τόνδε καθάπερ ἐς τὸν Σκιπίωνα τεχνάζων. οὐδενὸς δʼ αὐτῷ προιόντος οὐδʼ ἐς ἀπόκρισιν4 ʽὁ γάρ τοι Νωρβανός, ὡς ἔοικε, μὴ διαβληθείη τὰ ὅμοια ἐς τὸν στρατὸν ἔδεισεν’ ἀναστήσας Σύλλας ἐχώρει πρόσω τὰ πολέμια πάντα δῃῶν· τὸ δʼ αὐτὸ καὶ Νωρβανὸς ἔπραττε κατʼ ἄλλας ὁδούς. Κάρβων δὲ ἐς τὸ ἄστυ προδραμὼν Μέτελλόν τε καὶ τοὺς ἄλλους, ὅσοι ὄντες ἀπὸ τῆς βουλῆς τῷ Σύλλᾳ συνῆσαν, ἐψηφίζετο εἶναι πολεμίους. αἷς ἡμέραις καὶ τὸ Καπιτώλιον ἐνεπίμπρατο· καὶ τὸ ἔργον τινὲς ἐλογοποίουν Κάρβωνος ἢ τῶν ὑπάτων ἢ Σύλλα πέμψαντος εἶναι, τὸ δʼ ἀκριβὲς ἄδηλον ἦν, καὶ οὐκ ἔχω τὴν αἰτίαν ἐγὼ συμβαλεῖν, διʼ ἣν ἂν οὕτως ἐγένετο. Σερτώριος δʼ ἐκ πολλοῦ στρατηγεῖν ἡρημένος Ἰβηρίας μετὰ τὴν Συέσσης κατάληψιν ἔφευγεν ἐς τὴν Ἰβηρίαν· καὶ αὐτὸν τῶν προτέρων στρατηγῶν οὐ δεχομένων, πολλοὺς ἐνταῦθα καὶ ὅδε Ῥωμαίοις ἀνεκίνησε πόνους. πλέονος δʼ ἀεὶ τοῖς ὑπάτοις γιγνομένου στρατοῦ ἀπό τε τῆς πλέονος Ἰταλίας ἔτι σφίσι συνεστώσης καὶ ἀπὸ τῆς ὁμόρου περὶ τὸν Ἠριδανὸν Γαλατίας, οὐδʼ ὁ Σύλλας ἠμέλει, περιπέμπων ἐς ὅσα δύναιτο τῆς Ἰταλίας, φιλίᾳ τε καὶ φόβῳ καὶ χρήμασι καὶ ἐλπίσιν ἀγείρων, μέχρι τὸ λοιπὸν τοῦ θέρους ἑκατέροις ἐς ταῦτα ἀνηλώθη.
苏拉未能说服西庇阿转变立场,便将其同其子安然遣返。随后他又派遣其他使者前往卡普亚的诺尔巴努斯处商议和约,这或许是因为大半个意大利仍联合在执政官们一边而心存忌惮,或许也是企图像算计西庇阿那样对他施展诡计。但对方甚至没有派人前来答复——因为诺尔巴努斯似乎唯恐其军中军心同样遭到离间动摇——于是苏拉拔营前行,蹂躏敌对地区的所有土地;诺尔巴努斯则沿其他路线采取了同样的行动。在此期间,卡尔博急奔至罗马城,通过决议宣布梅特鲁斯以及所有身为元老院议员而随同苏拉者为国家公敌。正是在这些日子里,卡皮托尔神庙也被焚毁;有人造谣说这是卡尔博或执政官们所为,或是苏拉派人纵火,但确切真相不明,我亦无法揣测其因何而发生。至于塞图里乌斯,他早先已被选定经略伊比利亚,在攻占苏埃萨之后便逃往伊比利亚;因当地的前任将领们拒绝接纳他,他也在那里给罗马人挑起了诸多灾祸。随着大半个意大利仍与执政官们联合,加上邻近波河两岸的高卢地区也提供兵源,执政官们的军队不断壮大;苏拉亦不甘示弱,尽可能向意大利各地派遣使节,凭借交情、恐吓、钱财与希望招募军队,直至双方在这些举措中耗尽了那个夏天的余下时光。
- 11085ὡς τὸν ὕπατον Σκιπίωνα καὶ τὸν υἱὸν αὐτοῦ Λεύκιον μόνους ἐκ τοῦ στρατοῦ παντὸς ἐν τῇ σκηνῇ διηπορημένους Σύλλαν καταλαβεῖν
连词 ὡς 引导结果从句,接带不定式的宾格结构(以 Σύλλαν 为不定式的主语,καταλαβεῖν 为不定式)。καταλαβεῖν 的宾语是 τὸν ὕπατον Σκιπίωνα καὶ τὸν υἱὸν αὐτοῦ... διηπορημένους,用以表达全军倒戈所造成的结果程度:以至于苏拉发现唯有执政官西庇阿及其子陷入窘境留在营帐之中。
- 11085καί μοι δοκεῖ τόδε οὐ στρατηγοῦ παθεῖν ὁ Σκιπίων
特征属格(表属性或适宜性)οὐ στρατηγοῦ 修饰不定式 παθεῖν,意为“遭遇此种境况并非优秀将领所当作出的表现”。句子采用人称构词法,ὁ Σκιπίων 作 δοκεῖ 的主格主语。
- 11086Σκιπίωνα μὲν δὴ μετὰ τοῦ παιδὸς οὐ μεταπείθων ὁ Σύλλας ἀπέπεμπεν ἀπαθῆ
现在分词 οὐ μεταπείθων 含有未遂(conative)意味,即“未能说服其转变主意”。谓语形容词 ἀπαθῆ 与宾格宾语 Σκιπίωνα 一致,作状语修饰,意为“安然无恙地”遣返。
- 11086οὐδενὸς δʼ αὐτῷ προιόντος οὐδʼ ἐς ἀπόκρισιν
独立属格结构(οὐδενὸς ... προιόντος)。与格 αὐτῷ 表示动作所朝向的对象(“向苏拉”)。介词短语 οὐδʼ ἐς ἀπόκρισιν 强化了否定语气,意为“甚至没有人哪怕出来作一答复”。
