- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1976-1978
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉携东方战果踏上归途,并致信元老院誓言复仇同时安抚民众;积极备战的执政官琴纳因军队哗变被杀,卡尔博遂独掌大权。
Σύλλας δʼ ἐπείξει τῆς ἐπὶ τοὺς ἐχθροὺς ἐπανόδου τὰ ἐς Μιθριδάτην πάντʼ ἐπιταχύνας, ὥς μοι προείρηται, καὶ ἔτεσιν οὐδʼ ὅλοις τρισὶν ἑκκαίδεκα μὲν ἀνδρῶν μυριάδας κατακανών, τὴν δὲ Ἑλλάδα καὶ Μακεδονίαν καὶ Ἰωνίαν καὶ Ἀσίαν καὶ ἄλλα ἔθνη πολλά, ὅσα Μιθριδάτης προειλήφει, ἐς Ῥωμαίους ἀναλαβὼν αὐτόν τε τὸν βασιλέα τὰς ναῦς ἀφελόμενος καὶ ἐς μόνην τὴν πατρῴαν ἀρχὴν ἐκ τοσῶνδε κατακλείσας, ἐπανῄει στρατὸν ἄγων εὔνουν οἱ καὶ γεγυμνασμένον καὶ πολὺν καὶ τοῖς γεγονόσιν ἐπηρμένον. ἦγε δὲ καὶ νεῶν πλῆθος καὶ χρήματα καὶ παρασκευὴν ἐς ἅπαντα ἀξιόλογον, καὶ τοῖς ἐχθροῖς ἦν ἐπίφοβος, ὥστε δειμαίνοντες αὐτὸν ὅ τε Κάρβων καὶ ὁ Κίννας ἐς ὅλην τὴν Ἰταλίαν τινὰς περιέπεμπον, χρήματα καὶ στρατιὰν καὶ σῖτον αὐτοῖς ἀθροίζειν, τούς τε δυνατοὺς συνουσίαις ἀνελάμβανον καὶ τῶν πόλεων ἠρέθιζον μάλιστα τὰς νεοπολιτίδας, ὡς διʼ αὐτὰς ὄντες ἐν τοσῷδε κινδύνου. τάς τε ναῦς ἐπεσκεύαζον ἀθρόως καὶ τὰς ἐν Σικελίᾳ μετεκάλουν καὶ τὴν παράλιον ἐφύλασσον καὶ οὐδὲν ὀξείας οὐδὲ οἵδε παρασκευῆς μετὰ δέους ἅμα καὶ σπουδῆς ἐξέλιπον.
苏拉急于回军讨伐敌人,正如我前面所叙述的那样,迅速处理了有关米特拉达梯的一切事务,在不满三整年的时间里斩杀十六万人,为罗马人收复了希腊、马其顿、爱奥尼亚、亚细亚以及米特拉达梯先前占领的许多其他民族的领土,剥夺了国王本人的舰队,将他从如此广大的疆域中禁锢回仅有的祖传领地,随后率领一支忠于自己、训练有素、人数众多且因所获成就而士气高昂的军队踏上归途。他还率领着庞大的船队、资金以及在各方面都十分可观的装备,令敌人闻风丧胆。因此,卡尔博和琴纳由于害怕他,便派遣人员前往意大利全境,为自己筹措资金、军队和粮食,通过私人会晤拉拢有势力的人,并尤其鼓动那些新公民的城市,声称正是为了它们,自己才陷入如此巨大的危险之中。他们还全面修缮船只,调回西西里的舰船,把守海岸,在恐惧与紧迫感中,这些人也毫不懈怠地进行一切迅速的准备。
Σύλλας δʼ ἐπὶ φρονήματος ἐπέστελλε τῇ βουλῇ περί τε αὑτοῦ καταλέγων, ὅσα περὶ Λιβύην ἐς Ἰογόρθαν τὸν Νομάδα ἔτι ταμιεύων ἢ ἐπὶ τοῖς Κιμβρικοῖς πρεσβεύων ἢ Κιλικίας ἡγούμενος ἢ ἐν τοῖς συμμαχικοῖς ἢ ὑπατεύων ἔπραξε, τὰ δʼ ἔναγχος ἐς Μιθριδάτην ὑπερεπαίρων τε μάλιστα καὶ καταλογιζόμενος αὐτοῖς ἀθρόως ἔθνη πολλά, ὅσα Μιθριδάτου γενόμενα Ῥωμαίοις ἀναλάβοι, καὶ οὐδενὸς ἧττον, ὅτι τοὺς ἐξελαθέντας ἐκ Ῥώμης ὑπὸ Κίννα καταφυγόντας ἐς αὑτὸν ὑποδέξαιτο ἀπορουμένους καὶ ἐπικουφίζοι τὰς συμφορὰς αὐτοῖς. ἀνθʼ ὧν1 ἔφη τοὺς ἐχθροὺς πολέμιον αὑτὸν ἀναγράψαι καὶ τὴν οἰκίαν ἀνασκάψαι καὶ τοὺς φίλους ἀνελεῖν, τὴν δὲ γυναῖκα καὶ τέκνα μόλις πρὸς ἑαυτὸν διαφυγεῖν. ἀλλʼ αὐτίκα καὶ τοῖσδε καὶ τῇ πόλει πάσῃ τιμωρὸς ἥξειν ἐπὶ τοὺς εἰργασμένους. τοῖς δʼ ἄλλοις πολίταις τε καὶ νεοπολίταις προύλεγεν οὐδενὶ μέμψεσθαι περὶ οὐδενός. ὧν ἀναγινωσκομένων δέος ἅπαντας ἐπεῖχε, καὶ πρέσβεις ἔπεμπον, οἳ συναλλάξειν αὐτὸν τοῖς ἐχθροῖς ἔμελλον καὶ προερεῖν, εἴ τινος ἀσφαλείας δέοιτο, τῇ βουλῇ τάχιστα ἐπιστεῖλαι· τοῖς δʼ ἀμφὶ τὸν Κίνναν εἴρητο μὴ στρατολογεῖν, ἕστε ἐκεῖνον ἀποκρίνασθαι. οἱ δʼ ὑπέσχοντο μὲν ὧδε πράξειν, οἰχομένων δὲ τῶν πρέσβεων ἐς τὸ μέλλον ἑαυτοὺς ἀνεῖπον ὑπάτους αὐτίκα, τοῦ μὴ διὰ τὰ ἀρχαιρέσια θᾶττον ἐπανήκειν,2 καὶ τὴν Ἰταλίαν περιιόντες στρατιὰν συνῆγον, ἣν ἐς Λιβυρνίαν, ὡς ἐκεῖθεν ἀπαντήσοντες τῷ Σύλλᾳ, κατὰ μέρος ἐπὶ νεῶν διεβίβαζον.
苏拉则带着骄傲的神气给元老院写信,列举自己的功绩:包括他在担任财务官时在利比亚针对努米底亚人朱古达所做的一切,或在辛布里战争中担任副将时、在统领基利基亚时、在同盟战争中以及在担任执政官期间所做的一切;他尤为自豪地大肆夸耀最近针对米特拉达梯的战功,一口气列数了落入米特拉达梯之手而由他为罗马人收复的许多民族,并且同样强调,对于被琴纳逐出罗马并逃奔到他那里的落难者,他均予接纳并抚慰他们的灾难。他说,作为这些的回报,敌人将他宣布为公敌,夷平他的住宅,杀害他的朋友,而他的妻子和子女仅以身免逃至他身边。但他很快就会作为复仇者到来,既为了这些人,也为了整个城邦,向那些作恶者进行惩罚。然而对于其余公民以及新公民,他预先宣称绝不会在任何事情上责难任何人。 当这些书信被宣读时,恐惧笼罩了所有人,元老院派出使节,打算促成他与敌人的和解,并预先告诉他,若需要任何安全保证,应尽快写信给元老院;对琴纳一党,则命令他们在苏拉回复之前不得征兵。他们虽答应照办,但使节一走,他们便立刻宣布自己为下一年的执政官,以免因选举而不得不提早返回;他们在意大利各地巡回招募军队,并打算从那里迎击苏拉,便将部队分批乘船运往利布尔尼亚。
τὸ μὲν δὴ πρῶτον μέρος εὐσταθῶς διέπλευσε· τῷ δʼ ἑξῆς χειμὼν ἐπέπεσε, καὶ ὅσοι τῆς γῆς ἐλαμβάνοντο, εὐθὺς ἐς τὰς πατρίδας διεδίδρασκον ὡς οὐ στρατεύσοντες ἑκόντες κατὰ πολιτῶν· οἵ τε λοιποὶ πυνθανόμενοι ταῦτʼ οὐδʼ αὐτοὶ περάσειν ἔτι ἔλεγον ἐς τὴν Λιβυρνίαν. Κίννας δʼ ἀγανακτῶν ἐς ἐκκλησίαν αὐτοὺς ὡς ἐπιπλήξων συνεκάλει· καὶ οἱ σὺν ὀργῇ παρῄεσαν ὡς ἀμυνούμενοι. τῶν δὲ ῥαβδοφόρων τινὸς ὁδοποιοῦντος τῷ Κίννᾳ καί τινα τῶν ἐν ποσὶ πατάξαντος, ἕτερος ἐκ τοῦ στρατοῦ τὸν ῥαβδοῦχον ἐπάταξε. καὶ Κίννα κελεύσαντος αὐτὸν συλλαβεῖν βοὴ παρὰ πάντων ἀνέστη, καὶ λίθων ἦσαν ἐπʼ αὐτὸν ἀφέσεις· οἱ δʼ ἐγγὺς καὶ τὰ ξιφίδια ἐπισπάσαντες συνεκέντησαν αὐτόν. οὕτω μὲν δὴ καὶ Κίννας ὑπατεύων ἀπέθανε· Κάρβων δʼ ἔκ τε Λιβυρνίας τοὺς διαπεπλευκότας ἐς αὐτὴν μετεκάλει καὶ τὰ γιγνόμενα δεδιὼς ἐς τὴν πόλιν οὐ κατῄει, καὶ πάνυ τῶν δημάρχων αὐτὸν καλούντων ἐπὶ συνάρχου χειροτονίαν.3 ἀπειλησάντων δὲ ἰδιώτην ἀποφανεῖν, ἐπανῆλθε μὲν καὶ χειροτονίαν προύθηκεν ὑπάτου, ἀπαισίου δὲ τῆς ἡμέρας γενομένης ἑτέραν προύγραφε· κἀν ταύτῃ κεραυνοῦ πεσόντος ἐς τὸ τῆς Σελήνης καὶ τὸ τῆς Δήμητρος ἱερὸν οἱ μάντεις ὑπὲρ τὰς θερινὰς τροπὰς ἀνετίθεντο τὰς χειροτονίας, καὶ μόνος ἦρχεν ὁ Κάρβων.
第一批部队确实平安渡过;但接着的一批却遭遇了风暴,凡是登上陆地的人,都立即逃回各自的故乡,声称绝不自愿与本国同胞作战;其余的人得知此事后,也表示不再渡海前往利布尔尼亚。琴纳对此极为恼怒,便召集他们举行大会意图训斥;士兵们则带着愤怒前来,打算进行反击。当一名侍从官为琴纳开道并殴打了挡路的人时,军队中的另一个人打了那名侍从官。当琴纳命令将他逮捕时,众人中爆发出一片呼喊声,石块纷纷向他掷来;靠近的人拔出短剑,一起将他刺死。就这样,琴纳也在担任执政官期间死去了;卡尔博则召回了那些已经渡海前往利布尔尼亚的人,由于对正在发生的事情感到恐惧,尽管平民保民官极力召集他前来选举同僚,他也不肯进城。保民官威胁要宣布他为普通平民,他这才返回并宣布举行执政官的选举,但由于那一天被视为不吉之日,他便另定了一天;而就在那一天,雷电击中了月神庙和德墨忒尔神庙,占卜官遂将选举推迟到夏至之后,卡尔博只得独自一人执政。
- 1977ἀνθʼ ὧν
介词 ἀντί 与承接前文的连接关系代词 ὧν(相当于 καὶ ἀντὶ τούτων)组成的短语,意为"作为这些的回报/作为这些的代价",承接前文苏拉列举的功绩,引出敌人对其施加的不公报复。
- 1977τοῦ μὴ διὰ τὰ ἀρχαιρέσια θᾶττον ἐπανήκειν
带属格定冠词 τοῦ 及否定词 μή 的不定式短语,构成表示目的的属格结构("为了不致因选举而提早返回")。
- 1978καὶ πάνυ τῶν δημάρχων αὐτὸν καλούντων ἐπὶ συνάρχου χειροτονίαν
由 καὶ πάνυ 引导的独立属格结构,在此处表让步("尽管平民保民官极力召集他"),修饰主句动词 οὐ κατῄει。
