- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1873-1875
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马略与琴纳继续清洗政敌,处死安恰利乌斯并迫使梅罗拉与卡图卢斯自尽,琴纳随后歼灭了失控的获释奴隶。次年马略第七次就任执政官,不久即卒,先后由弗拉库斯与卡尔博接替任职。
Κορνοῦτον δὲ ἐν καλύβαις κρυπτόμενον οἱ θεράποντες εὐμηχάνως περιέσωσαν· νεκρῷ γὰρ περιτυχόντες σώματι πυράν τε ἔνησαν καὶ τῶν ζητητῶν ἐπιόντων ἅψαντες τὴν πυρὰν ἔφασαν τὸν δεσπότην καίειν ἀπαγξάμενον. ὁ μὲν δὴ πρὸς τῶν θεραπόντων περισέσωστο, Κόιντος δὲ Ἀγχάριος Μάριον ἐν τῷ Καπιτωλίῳ μέλλοντα θύσειν ἐφύλαττεν, ἐλπίζων οἱ τὸ ἱερὸν διαλλακτήριον ἔσεσθαι.1 ὁ δʼ ἀρχόμενος τῆς θυσίας προσιόντα τὸν Ἀγχάριον καὶ προσαγορεύοντα αὐτίκα ἐν τῷ Καπιτωλίῳ τοῖς παρεστῶσι προσέταξεν ἀνελεῖν. καὶ ἡ κεφαλὴ καὶ τοῦδε καὶ Ἀντωνίου τοῦ ῥήτορος καὶ τῶν ἄλλων ὑπάτων ἢ στρατηγῶν γεγονότων ἐν ἀγορᾷ προυτέθησαν. ταφήν τε οὐδενὶ ἐξῆν ἐπενεγκεῖν ἐς οὐδένα τῶν ἀναιρουμένων, ἀλλʼ οἰωνοὶ καὶ κύνες ἄνδρας τοιούσδε διεσπάσαντο. πολὺς δὲ καὶ ἄλλος ἦν τῶν στασιωτῶν φόνος ἐς ἀλλήλους ἀνεύθυνος καὶ ἐξελάσεις ἑτέρων καὶ δημεύσεις περιουσίας καὶ ἀρχῆς ἀφαιρέσεις καὶ ἀνατροπαὶ τῶν ἐπὶ Σύλλα τεθέντων νόμων. αὐτοῦ τε Σύλλα φίλοι πάντες ἀνῃροῦντο, καὶ ἡ οἰκία κατεσκάπτετο, καὶ ἡ περιουσία δεδήμευτο, καὶ πολέμιος ἐψηφίζετο· τὸ δὲ γύναιον καὶ ἡ γενεὰ ζητούμενοι διέφυγον. ὅλως τε οὐδὲν ἀπῆν ἀθρόων τε καὶ ποικίλων κακῶν.
至于躲藏在棚屋中的科尔努图斯,仆人们用巧妙的计策将他救出:他们发现了一具尸体,便堆起柴堆,当搜捕者赶来时点燃了柴堆,声称正在火化自缢身亡的主人。他就这样被仆人们救了下来;但昆图斯·安恰利乌斯却趁马略即将在卡皮托利乌姆献祭时守候着他,希望这圣所能成为自己与他和解的契机。然而马略在开始献祭之际,见到安恰利乌斯走近并向自己致意,便立即命令身旁的人在卡皮托利乌姆将他处死。此人的头颅,连同演说家安东尼乌斯以及曾任执政官或裁判官的其余之人的头颅,都被陈列在广场上。任何人都不准为任何被杀之人举行安葬,猛禽和野犬将这些显赫之人的尸首撕成碎片。党徒之间还发生了许多其他互不追责的残杀,以及对另一些人的流放、没收财产、剥夺官职和废除在苏拉统治下制定的法律。苏拉本人的所有朋友都被杀害,他的住宅被夷为平地,财产被充公,他本人被投票宣布为公敌;他的妻子和子女虽遭搜捕,但逃脱了。总之,种种堆积纷呈的灾难无一不至。
ἐπὶ δὲ τούτοις, ἐς ὑπόκρισιν ἀρχῆς ἐννόμου μετὰ τοσούσδε φόνους ἀκρίτους, ὑπεβλήθησαν κατήγοροι τῷ τε ἱερεῖ τοῦ Διὸς Μερόλᾳ, κατʼ ὀργὴν ἄρα τῆς ἀρχῆς, ἣν Κίνναν οὐδὲν ἀδικῶν διεδέδεκτο, καὶ Λουτατίῳ Κάτλῳ, τῷ Μαρίου περὶ τὰ Κιμβρικὰ συνάρχῳ, περισωθέντι μὲν ἐκ Μαρίου πάλαι, ἀχαρίστῳ δʼ ἐς αὐτὸν καὶ πικροτάτῳ περὶ τὴν ἐξέλασιν γενομένῳ. οὗτοι μὲν δὴ φυλασσόμενοί τε ἀφανῶς καὶ τῆς κυρίας ἡμέρας ἐπελθούσης ἐς τὴν δίκην ἀνακαλούμενοι (τετράκις δὲ ἐχρῆν κηρυττομένους ἐν ὡρισμένοις ὡρῶν διαστήμασιν ἁλῶναι),2 Μερόλας μὲν τὰς φλέβας ἐνέτεμεν ἑαυτοῦ, καὶ πινάκιον αὐτῷ παρακείμενον ἐδήλου, ὅτι κόπτων τὰς φλέβας τὸν πῖλον ἀποθοῖτο3 (οὐ γὰρ ἦν θεμιτὸν ἱερέα περικείμενον τελευτᾶν), Κάτλος δʼ ἐν οἰκήματι νεοχρίστῳ τε καὶ ἔτι ὑγρῷ καίων ἄνθρακας ἑκὼν ἀπεπνίγη. καὶ οὗτοι μὲν οὕτως ἀπέθανον, θεράποντες δʼ ὅσοι κατὰ τὸ κήρυγμα πρὸς Κίνναν ἐκδραμόντες ἐλεύθεροι γεγένηντο καὶ αὐτῷ Κίννᾳ τότε ἐστρατεύοντο, ταῖς οἰκίαις ἐπέτρεχον καὶ διήρπαζον, ἀναιροῦντες ἅμα οἷς περιτύχοιεν· οἱ δὲ αὐτῶν καὶ τοῖς σφετέροις δεσπόταις μάλιστα ἐπεχείρουν. Κίννας δʼ ἐπεὶ πολλάκις αὐτοῖς ἀπαγορεύων οὐκ ἔπειθε, Γαλατῶν στρατιὰν αὐτοῖς ἔτι νυκτὸς ἀναπαυομένοις περιστήσας διέφθειρε πάντας.
在此之外,为了在如此众多未经审判的杀戮之后伪造合法统治的表象,告发者受暗中指使去控告朱庇特的祭司梅罗拉——这显然是出于对官职的愤怒,梅罗拉虽未侵害琴纳分毫却接替了该职——以及卢塔提乌斯·卡图卢斯,他是马略在辛布里战争中的同僚长官,从前曾蒙马略搭救,却对他恩将仇报,在马略遭流放一事上表现得最为刻薄。这些人受到暗中监视,当法定的日子到来时被传唤到庭受审(按规定须在规定的时间间隔内由传令官传呼四次,方可定罪)。梅罗拉割开了自己的静脉,放在他身旁的一块写字板表明,他在切开血管时摘下了祭司帽(因为祭司戴着帽子死去是不合神法的);卡图卢斯则在一间刚抹上灰泥且尚且潮湿的房间里点燃木炭,自愿窒息而死。这些人便是如此死去的;而所有根据通告逃奔琴纳、获得自由并在当时归入琴纳军中的仆人们,却开始冲入民宅大肆劫掠,同时杀害他们遇到的任何人,他们中的一些人甚至专门向自己的旧主人下手。琴纳多次禁止却无法劝服他们,便趁夜晚他们尚在休息时派高卢军队包围他们,将他们斩尽杀绝。
οἱ μὲν δὴ θεράποντες δίκην ἀξίαν ἔδοσαν τῆς ἐς δεσπότας πολλάκις ἀπιστίας· τοῦ δʼ ἐπιόντος ἔτους ὕπατοι μὲν ᾕρηντο Κίννας τε αὖθις καὶ Μάριος ἕβδομον, ᾧ μετὰ φυγὴν καὶ ἐπικήρυξιν, εἴ τις ὡς πολέμιον ἀνέλοι,4 τὸ μάντευμα ὅμως ἀπήντα τὸ τῶν ἑπτὰ νεογνῶν ἀετῶν. ἀλλʼ οὗτος μὲν πολλὰ καὶ δεινὰ ἐς Σύλλαν ἐπινοῶν τοῦ πρώτου μηνὸς τῆς ἀρχῆς ἀπέθανε, καὶ Οὐαλέριον Φλάκκον ὁ Κίννας ἑλόμενος ἀντʼ αὐτοῦ εἰς τὴν Ἀσίαν ἐξέπεμψεν, ἀποθανόντος δὲ καὶ Φλάκκου Κάρβωνα εἵλετο συνάρχειν ἑαυτῷ.
这些仆人为对主人屡次的不忠付出了应有的代价。次年,琴纳再次当选执政官,马略则第七次当选;因此对于马略而言,尽管历经流放,且曾有人悬赏不论何人若将其作为公敌杀死便受赏,但七只雏鹰的预言终究应验了。然而,马略在筹划对苏拉施加诸多严酷手段之际,在任职的第一个月便死去了;琴纳挑选了瓦勒利乌斯·弗拉库斯接替他并派遣前往亚细亚,当弗拉库斯也死去后,琴纳又挑选了卡尔博与自己共同掌权。
- 1873ἐλπίζων οἱ τὸ ἱερὸν διαλλακτήριον ἔσεσθαι
代词 οἱ 用作间接反身代词(相当于第三人称单数与格 αὐτῷ),指代主语安恰利乌斯自身,表示对其自身的利益关系(“对他而言”)。διαλλακτήριον 作将来时不定式 ἔσεσθαι 的表语名词/形容词,意为“和解的手段/契机”。
- 1874τετράκις δὲ ἐχρῆν κηρυττομένους ἐν ὡρισμένοις ὡρῶν διαστήμασιν ἁλῶναι
此为括号内的法律说明,非人称动词 ἐχρῆν 带“对格+不定词”结构。分词 κηρυττομένους 为对格复数,与不定词 ἁλῶναι 的逻辑主语(被告人)一致,表述了法律规定的诉讼程序:“在固定的时间间隔内经传令官传呼四次后,方得定罪”。
- 1874ὅτι κόπτων τὰς φλέβας τὸν πῖλον ἀποθοῖτο
在由过去时主动词 ἐδήλου 引出的间接引语从句中,ἀποθοῖτο(ἀποτίθημι 的不定过去时中间态希求法)用作从属过去时的斜格希求法(optative in oratio obliqua)。分词 κόπτων 与主语梅罗拉一致,表示伴随的时间或状况(“在割开血管之际”)。
- 1875ἐπικήρυξιν, εἴ τις ὡς πολέμιον ἀνέλοι
从句 εἴ τις... ἀνέλοι(包含希求法动词 ἀνέλοι)用作间接条件从句,具体说明名词 ἐπικήρυξις(公开通缉/悬赏)的内容,即“若有人将其作为公敌杀死便给予赏赐”。希求法体现了过去时境况下的间接陈述。
