← 阿庇安

内战记

§1871-1872

马略与琴纳在罗马城内的屠杀

马略与琴纳攻占罗马,大肆诛杀元老及骑士阶层的政敌并将首级悬示于讲坛,执政官屋大维乌斯及演说家安东尼乌斯等人相继惨遭杀害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1871

οἱ μὲν δὴ δεχομένων αὐτοὺς σὺν δέει πάντων ἐσῄεσαν ἐς τὴν πόλιν, καὶ τὰ τῶν ἀντιπρᾶξαι σφίσι δοκούντων ἀκωλύτως πάντα διηρπάζετο· Ὀκταουίῳ δὲ Κίννας μὲν καὶ Μάριος ὅρκους ἐπεπόμφεσαν, καὶ θύται καὶ μάντεις οὐδὲν πείσεσθαι προύλεγον, οἱ δὲ φίλοι φυγεῖν παρῄνουν. ὁ δʼ εἰπὼν οὔποτε προλείψειν τὴν πόλιν ὕπατος ὢν ἐς τὸ Ἰάνουκλον, ἐκστὰς τοῦ μέσου, διῆλθε μετὰ τῶν ἐπιφανεστάτων καί τινος ἔτι καὶ στρατοῦ ἐπί τε τοῦ θρόνου προυκάθητο, τὴν τῆς ἀρχῆς ἐσθῆτα ἐπικείμενος, ῥάβδων καὶ πελέκεων ὡς ὑπάτῳ περικειμένων. ἐπιθέοντος δʼ αὐτῷ μετά τινων ἱππέων Κηνσωρίνου καὶ πάλιν τῶν φίλων αὐτὸν καὶ τῆς παρεστώσης στρατιᾶς φυγεῖν παρακαλούντων καὶ τὸν ἵππον αὐτῷ προσαγαγόντων, οὐκ ἀνασχόμενος οὐδὲ ὑπαναστῆναι1 τὴν σφαγὴν περιέμενεν. ὁ δὲ Κηνσωρῖνος αὐτοῦ τὴν κεφαλὴν ἐκτεμὼν ἐκόμισεν ἐς Κίνναν, καὶ ἐκρεμάσθη πρὸ τῶν ἐμβόλων ἐν ἀγορᾷ πρώτου τοῦδε ὑπάτου.2 μετὰ δʼ αὐτὸν καὶ τῶν ἄλλων ἀναιρουμένων ἐκρήμναντο αἱ κεφαλαί, καὶ οὐ διέλιπεν ἔτι καὶ τόδε τὸ μύσος, ἀρξάμενόν τε ἀπὸ Ὀκταουίου καὶ ἐς τοὺς ἔπειτα ὑπὸ τῶν ἐχθρῶν ἀναιρουμένους περιιόν. ζητηταὶ δʼ ἐπὶ τοὺς ἐχθροὺς αὐτίκα ἐξέθεον τούς τε ἀπὸ τῆς βουλῆς καὶ τῶν καλουμένων ἱππέων, καὶ τῶν μὲν ἱππέων ἀναιρουμένων λόγος οὐδεὶς ἔτι μετὰ τὴν ἀναίρεσιν ἐγίγνετο, αἱ δὲ τῶν βουλευτῶν κεφαλαὶ πᾶσαι προυτίθεντο πρὸ τῶν ἐμβόλων. αἰδώς τε θεῶν ἢ νέμεσις ἀνδρῶν ἢ φθόνου φόβος οὐδεὶς ἔτι τοῖς γιγνομένοις ἐπῆν, ἀλλὰ ἐς ἔργα ἀνήμερα καὶ ἐπὶ τοῖς ἔργοις ἐς ὄψεις ἐτρέποντο ἀθεμίστους, κτιννύντες τε ἀνηλεῶς καὶ περιτέμνοντες αὐχένας ἀνδρῶν ἤδη τεθνεώτων καὶ προτιθέντες τὰς συμφορὰς ἐς φόβον ἢ κατάπληξιν ἢ θέαν ἀθέμιστον.

他们在众人满怀恐惧的迎接下进入了城中,凡被认为与他们作对之人的财产都被毫无阻碍地洗劫一空。对于屋大维乌斯,琴纳和马略曾送去誓言,祭司和预言家们也预言他绝不会遭受任何伤害,但友人们却劝他逃跑。然而他表示,身为执政官,他绝不会弃城而去,于是避开众人,率领显贵人物和尚存的部分军队退至雅尼库卢姆山;他身披长官袍服,周围按执政官的规制陈列着束棒和斧头,端坐于座椅之上。当琴索里努斯率领数名骑兵向他冲来时,友人和侍立身旁的军队再次力劝他逃离,并把马牵到他面前,但他甚至不屑于站起身来,只是坐候杀戮。琴索里努斯砍下他的头颅送给琴纳,并悬挂于广场的讲坛之前,他是第一位遭受此待遇的执政官。在他之后,其余被杀之人的头颅也纷纷被悬挂起来,这种自屋大维乌斯始、继而波及随后被仇敌所杀诸人的污秽恶行,再未停止过。 搜捕者随即四出搜寻政敌,既包括元老院议员,也包括所谓骑士阶层的人;骑士被杀之后便再无人提及,而元老院议员的头颅则全部被陈列在讲坛前。对神明的敬畏、凡人的报应或对恶名的畏惧,在正在发生之事中已荡然无存;相反,他们走向了野蛮的暴行,并在暴行之上呈现出骇人听闻的景象:毫无怜悯地杀戮,割下已死之人的头颅,并将这些惨剧展示出来,以制造恐怖、惊骇或不义的观瞻。

§1872

Γάιος μὲν δὴ Ἰούλιος καὶ Λεύκιος Ἰούλιος, δύο ἀλλήλοιν ἀδελφώ, καὶ Ἀτιλίος Σερρανὸς καὶ Πούπλιος Λέντλος καὶ Γάιος Νεμετώριος καὶ Μᾶρκος Βαίβιος ἐν ὁδῷ καταληφθέντες ἀνῃρέθησαν, Κράσσος δὲ μετὰ τοῦ παιδὸς διωκόμενος τὸν μὲν υἱὸν ἔφθασε προανελεῖν,3 αὐτὸς δʼ ὑπὸ τῶν διωκόντων ἐπανῃρέθη. τὸν δὲ ῥήτορα Μᾶρκον Ἀντώνιον ἔς τι χωρίον ἐκφυγόντα ὁ γεωργὸς ἐπικρύπτων καὶ ξενίζων ἐς πανδοκεῖον ἔπεμψε τὸν θεράποντα σπουδαιότερον τοῦ συνήθους οἶνον πρίασθαι· καὶ τοῦ καπήλου, τί δὴ σπουδαιότερον αἰτοίη, πυθομένου, ὁ μὲν θεράπων ἐψιθύρισε τὴν αἰτίαν καὶ πριάμενος ἐπανῆλθεν, ὁ δὲ κάπηλος αὐτίκα ἔθει Μαρίῳ τοῦτο δηλώσων, καὶ ὁ Μάριος, ἐπείτε ἤκουσεν, ὑφʼ ἡδονῆς ἀνέδραμεν ὡς αὐτὸς ὁρμήσων ἐπὶ τὸ ἔργον. ἐπισχόντων δʼ αὐτὸν τῶν φίλων χιλίαρχος ἀποσταλεὶς στρατιώτας ἐς τὸ οἴκημα ἀνέπεμψεν, οὓς ὁ Ἀντώνιος ἡδὺς ὢν εἰπεῖν4 κατεκήλει λόγοις μακροῖς, οἰκτιζόμενός τε καὶ πολλὰ καὶ ποικίλα διεξιών, ἕως ὁ χιλίαρχος ἀπορῶν ἐπὶ τῷ γιγνομένῳ αὐτὸς ἀνέδραμεν ἐς τὸ οἴκημα καὶ τοὺς στρατιώτας εὑρὼν ἀκροωμένους ἔκτεινε τὸν Ἀντώνιον ῥητορεύοντα ἔτι καὶ τὴν κεφαλὴν ἔπεμψε τῷ Μαρίῳ.

盖乌斯·尤利乌斯和卢基乌斯·尤利乌斯兄弟二人,以及阿提利乌斯·塞拉努斯、普布利乌斯·朗图卢斯、盖乌斯·奈梅托利乌斯和马尔库斯·拜比乌斯都在路上被捕并遭杀害;克拉苏与儿子一同被追捕,他抢先一步手刃了自己的儿子,随后自己也被追捕者杀死。演说家马尔库斯·安东尼乌斯逃至一处田庄,藏匿并款待他的农夫派仆人去客栈购买比平日更好的葡萄酒;客栈老板询问为何要买更好的酒,仆人便低声说明了原由,买好酒后便返回了;但客栈老板立即跑去向马略告密。马略听闻之后,高兴得跳了起来,竟欲亲自前往处置。在他的友人们拦阻之后,一名被派出的军团长派遣士兵进入屋内;然而擅于辞令的安东尼乌斯以长篇大论蛊惑了他们,他哀叹自身,娓娓道出诸般事由,直到军团长对所发生的事大惑不解,亲自跑上楼进入屋内,发现士兵们正在倾听,便趁安东尼乌斯仍在演说时将他杀死,并把他的头颅送给了马略。

语法注4 条
  1. 1871οὐκ ἀνασχόμενος οὐδὲ ὑπαναστῆναι

    否定词 οὐκ 与不定过去分词 ἀνασχόμενος 连用,带不定词 οὐδὲ ὑπαναστῆναι(连站起身来)作补足语,意为“甚至不屑于站起身来”或“断不肯稍作挪动”,刻画了屋大维乌斯面对追兵时坚守尊严、端坐受死的决绝神态。

  2. 1871πρώτου τοῦδε ὑπάτου

    属格短语 τοῦδε ὑπάτου 与形容词 πρώτου 连用,对承前省的被动态动词 ἐκρεμάσθη 主语(其头颅)起表语或同格的说明作用(亦可视为修饰隐括的属格名词 κεφαλῆς),意为“他是遭受此种待遇的第一位执政官”,强调执政官首级被悬挂于讲坛此前未有先例。

  3. 1872ἔφθασε προανελεῖν

    动词 ἔφθασε 支配不定词 προανελεῖν(预先杀死)。古典阿提卡散文通常用分词与 φθάνω 搭配,但在通俗希腊语及帝国时期文献中,带不定词的用法十分常见。整句意为“赶在追捕者动手之前抢先杀死了(儿子)”。

  4. 1872ἡδὺς ὢν εἰπεῖν

    形容词 ἡδύς(动人的、美妙的)后接起限定作用的不定词 εἰπεῖν(在演说方面),与分词 ὢν 共同构成原因从句,意为“因其口才动人/善于辞令”,解释了为何他能以长篇雄辩令奉命前来的士兵们驻足倾听。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1871-1872