- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1869-1870
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马略与秦纳封锁了罗马的补给线并攻占周边城镇,迫使城内陷入饥荒并迫使元老院屈服。元老院承认秦纳的执政官地位,并在他们入城前废除了对马略的流放令。
Μάριος δʼ ἐπεὶ τῆς ἀγορᾶς τῆς ἔκ τε θαλάσσης καὶ ἄνωθεν ἀπὸ τοῦ ποταμοῦ φερομένης κατέσχεν, ἐπὶ τὰς ἀγχοῦ τῆς Ῥώμης πόλεις διετρόχαζεν, ἔνθα σῖτος ἦν τοῖς Ῥωμαίοις προσεσωρευμένος. ἄφνω δὲ τοῖς φρουροῦσιν αὐτὸν ἐπιπίπτων εἷλε μὲν Ἄντιον καὶ Ἀρικίαν καὶ Λανούβιον καὶ ἄλλας πόλεις, ἔστιν ἃ καὶ προδιδόντων τινῶν·1 ὡς δὲ καὶ τῆς κατὰ γῆν ἐκράτησεν ἀγορᾶς, εὐθαρσῶς ἐβάδιζεν ἐπὶ τὴν Ῥώμην αὐτίκα διὰ τῆς ὁδοῦ τῆς καλουμένης Ἀππίας, πρίν τινα αὐτοῖς ἀγορὰν ἄλλην ἑτέρωθεν ἀχθῆναι. τοῦ δʼ ἄστεος ἑκατὸν σταδίους αὐτός τε καὶ Κίννας καὶ οἱ στρατηγοῦντες αὐτοῖς Κάρβων τε καὶ Σερτώριος ἀποσχόντες ἐστρατοπέδευσαν, Ὀκταουίου καὶ Κράσσου καὶ Μετέλλου περὶ τὸ ὄρος τὸ Ἀλβανὸν αὐτοῖς ἀντικαθημένων καὶ τὸ μέλλον ἔσεσθαι περιβλεπομένων, ἀρετῇ μὲν ἔτι καὶ πλήθει νομιζομένων εἶναι κρειττόνων, ὀκνούντων δʼ ὑπὲρ ὅλης ὀξέως κινδυνεῦσαι τῆς πατρίδος διὰ μάχης μιᾶς. ὡς δὲ περιπέμψας ὁ Κίννας περὶ τὸ ἄστυ κήρυκας ἐδίδου τοῖς ἐς αὐτὸν αὐτομολοῦσι θεράπουσιν ἐλευθερίαν, κατὰ πλῆθος ηὐτομόλουν αὐτίκα· καὶ ἡ βουλὴ ταραττομένη καὶ πολλὰ καὶ δεινά, εἰ βραδύνειεν ἡ σιτοδεία, παρὰ τοῦ δήμου προσδοκῶσα μετέπιπτε τῇ γνώμῃ καὶ πρέσβεις περὶ διαλύσεων ἐς τὸν Κίνναν ἔπεμπον. ὁ δὲ αὐτοὺς ἤρετο, πότερον ὡς πρὸς ὕπατον ἔλθοιεν ἢ πρὸς ἰδιώτην. ἀπορησάντων δʼ ἐκείνων καὶ ἐς τὸ ἄστυ ἐπανελθόντων, πολλοὶ καὶ τῶν ἐλευθέρων ἤδη κατὰ πλῆθος πρὸς τὸν Κίνναν ἐξεπήδων, οἱ μὲν περὶ τῷ λιμῷ δεδιότες, οἱ δὲ πρὸ πολλοῦ τὰ ἐκείνων αἱρούμενοι καὶ τὴν ῥοπὴν τῶν γιγνομένων περιμένοντες.
马略在控制了由海上以及从河流上游运来的粮食供应之后,便奔袭罗马附近的诸城,那里存有为罗马人积聚的谷物。他出其不意地袭击防守粮食的人,攻占了安提乌姆、阿里基亚、拉努维乌姆以及其他城镇,有些城镇还是因叛徒出卖而陷落的。当他也控制了陆上的补给路线后,便趁着尚未有其他粮秣从别处运抵他们那里之前,立即沿着所谓的阿庇亚大道大胆向罗马进军。他和秦纳以及担任他们将领的卡尔博和塞托里乌斯在距城一百斯塔狄昂处安营扎寨,而奥克塔维乌斯、克拉苏和梅特鲁斯则在阿尔巴山附近与他们相对扎营,观望事态的发展;他们虽仍被认为在士气和兵力上占优,却不愿在一场战役中轻率地拿整个祖国的命运去冒险。然而,当秦纳派传令官在城池周围宣布赋予投奔他的奴隶以自由时,奴隶们立即大批叛逃;元老院陷入混乱,预料到粮荒若拖延下去必将引致民众做出许多可怕的举动,因而改变了主意,派遣使者前往秦纳处商谈和解。秦纳却问他们,他们来见的是执政官还是平民百姓。当使者们无言以对并返回城内后,许多自由民也开始大批奔投秦纳,有人是出于对饥荒的恐惧,有人则是早先就倾向于他们的党派而在等待事态的转机。
Κίννας δʼ ἤδη καταφρονητικῶς τῷ τείχει ἐπλησίαζε καὶ ἀποσχὼν ὅσον βέλους ὁρμὴν ἐστρατοπέδευεν, ἀπορούντων ἔτι καὶ δεδιότων καὶ ὀκνούντων ἐπιχειρεῖν αὐτῷ τῶν ἀμφὶ τὸν Ὀκτάουιον διὰ τὰς αὐτομολίας τε καὶ διαπρεσβεύσεις. ἡ δὲ βουλὴ πάνυ μὲν ἀποροῦσα καὶ δεινὸν ἡγουμένη Λεύκιον Μερόλαν, τὸν ἱερέα τοῦ Διός, ὑπατεύοντα ἀντὶ τοῦ Κίννα καὶ οὐδὲν ἐς τὴν ἀρχὴν ἁμαρτόντα ἀφελέσθαι,2 ἄκουσα δʼ ὅμως ὑπὸ τῶν συμφορῶν αὖθις ἐς τὸν Κίνναν τοὺς πρέσβεις ἔπεμπεν ὡς πρὸς ὕπατον. οὐδέν τε χρηστὸν ἔτι προσδοκῶντες τοῦτο μόνον ᾔτουν, ἐπομόσαι σφίσι τὸν Κίνναν φόνον οὐκ ἐργάσεσθαι. ὁ δὲ ὀμόσαι μὲν οὐκ ἠξίωσεν, ὑπέσχετο δὲ καὶ ὧδε ἑκὼν οὐδενὶ σφαγῆς αἴτιος ἔσεσθαι. Ὀκτάουιον δʼ ἤδη περιοδεύσαντα καὶ κατʼ ἄλλας πύλας ἐς τὴν πόλιν ἐσελθόντα ἐκέλευεν ἐκστῆναι τοῦ μέσου, μή τι καὶ ἄκοντος αὑτοῦ πάθοι. ὁ μὲν δὴ ταῦτʼ ἐπὶ βήματος ὑψηλοῦ, καθάπερ ὕπατος, τοῖς πρέσβεσιν ἄνωθεν ἀπεκρίνατο· Μάριος δʼ αὐτῷ παρεστὼς παρὰ τὸν θρόνον ἡσύχαζε μέν, ἐδήλου δὲ τῇ δριμύτητι τοῦ προσώπου, πόσον ἐργάσεται φόνον. δεξαμένης δὲ ταῦτα τῆς βουλῆς καὶ καλούσης ἐσελθεῖν Κίνναν τε καὶ Μάριον (ᾔσθοντο γὰρ δὴ Μαρίου μὲν εἶναι τὰ ἔργα τάδε πάντα, Κίνναν δʼ αὐτοῖς ἐπιγράφεσθαι),3 σὺν εἰρωνείᾳ σφόδρα ὁ Μάριος ἐπιμειδιῶν εἶπεν οὐκ εἶναι φυγάσιν εἰσόδους. καὶ εὐθὺς οἱ δήμαρχοι τὴν φυγὴν αὐτῷ τε καὶ ὅσοι ἄλλοι κατὰ Σύλλαν ὕπατον ἐξελήλαντο, ἐψηφίσαντο λελύσθαι.
秦纳此时已轻蔑地逼近城墙,在一箭之遥处安营,而奥克塔维乌斯一派由于叛逃和使节往来之事,依然束手无策、心怀恐惧,不敢主动出击。元老院陷入极大的困窘,虽然认为废黜正接替秦纳担任执政官且在职守上毫无过失的朱庇特祭司卢基乌斯·梅鲁拉是一件极为可怕的事,但被迫于厄运,还是违心地再次派遣使者前往秦纳处,尊他为执政官。他们不再抱有任何良好的期望,仅仅提出这一个要求:秦纳向他们发誓不制造杀戮。秦纳不屑于发誓,但依然承诺自己不会故意成为任何人遭杀戮的起因。对于当时已绕行并从另一城门进城的奥克塔维乌斯,秦纳则警告他回避避让,免得即便违背〔秦纳〕自己的意愿也会遭受伤害。秦纳在高耸的演坛上,宛如执政官一般居高临下地向使者们作了答复;而站在他座席旁的马略虽默不作声,却以其冷酷严峻的神情显露出他将制造何等规模的杀戮。当元老院接受了这些条件并邀请秦纳和马略进城时(因为他们清楚意识到这一切功业实际上全出自马略,秦纳不过是徒挂虚名),马略带着极度的讽刺微笑着说流亡者没有进城的权利。于是保民官们立即表决通过,解除了对他以及在苏拉担任执政官期间被驱逐的所有其他人的流放令。
- 1869ἔστιν ἃ καὶ προδιδόντων τινῶν
短语 ἔστιν ἃ(“某些城镇/在某些情况下”)是类似于 ἔστιν οἵ 的代词宾格或副词性惯用结构,与后附的属格独立结构 προδιδόντων τινῶν(“因某些人出卖”)结合,说明部分城镇的陷落是由于内部勾结与叛变。
- 1870ἀφελέσθαι
由 δεινὸν ἡγουμένη(“认为……是可怕的/大逆不道的”)所支配的不定词。中动相动词 ἀφαιρέομαι(“剥夺/免去”)通常支配人与物的双宾格,此处仅出现了人物宾格 Λεύκιον Μερόλαν,所免去的执政官职位则由前文的分词 ὑπατεύοντα 省略暗示。
- 1870Κίνναν δʼ αὐτοῖς ἐπιγράφεσθαι
由 ᾔσθοντο 引导的间接引语中的带宾格的不定词结构。中动相动词 ἐπιγράφεσθαι(“冠名于……之上/题名”)在此作隐喻用法,用以形成实权与名义的对比:所有军事实绩实际上皆出自马略,而秦纳仅在名义上被冠以统帅之名。
