← 阿庇安

内战记

§1866-1868

秦纳与马略围攻罗马

秦纳与马略赢得了卡普亚军队和伊特鲁里亚人的支持,包围罗马城并与元老院守军展开对抗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1866

ταῦτʼ εἰπὼν ἐς ἐρέθισμα καὶ πολλὰ περὶ αὑτοῦ κατοικτισάμενος τήν τε ἐσθῆτα κατέρρηξε καὶ ἀπὸ τοῦ βήματος καταθορὼν ἔρριψεν αὑτὸν ἐς μέσους καὶ ἔκειτο ἐπὶ πλεῖστον, ἕως ἐπικλασθέντες ἀνέστησάν τε αὐτὸν καὶ καθίσαντες αὖθις ἐπὶ τοῦ θρόνου τάς τε ῥάβδους ἀνέσχον καὶ θαρρεῖν οἷα ὕπατον ἐκέλευον καὶ σφᾶς ἄγειν ἐφʼ ὅ τι χρῄζοι. τῆς δʼ ἀφορμῆς εὐθὺς οἱ ἄρχοντες αὐτῶν ἐπέβαινον1 καὶ ὤμνυον τῷ Κίννᾳ τὸν ὅρκον τὸν στρατιωτικόν, καὶ τοὺς ὑφʼ αὑτὸν ἕκαστος ἐξώρκου. ὁ δʼ, ἐπεί οἱ ταῦτα εἶχεν ἀσφαλῶς, ἐπὶ τὰς συμμαχίδας πόλεις διέθει καὶ ἠρέθιζε κἀκείνους, ὡς διὰ τούσδε μάλιστα τὴν συμφορὰν αὑτῷ γενομένην· οἱ δὲ χρήματά τε αὐτῷ καὶ στρατιὰν συνετέλουν· καὶ πολλοὶ καὶ τῶν ἐν Ῥώμῃ δυνατῶν ἕτεροι πρὸς αὐτὸν ἀφικνοῦντο, οἷς ἀπήρεσκεν ἡ τῆς πολιτείας εὐστάθεια. καὶ Κίννας μὲν ἀμφὶ ταῦτʼ ἐγίγνετο, Ὀκτάουιος δὲ καὶ Μερόλας οἱ ὕπατοι τὸ μὲν ἄστυ τάφροις καὶ τειχῶν ἐπισκευαῖς ὠχύρουν καὶ μηχανήματα ἐφίστανον, ἐπὶ δὲ στρατιὰν ἔς τε τὰς ἑτέρας πόλεις τὰς ἔτι σφῶν κατηκόους καὶ ἐς τὴν ἀγχοῦ Γαλατίαν περιέπεμπον Γναῖόν τε Πομπήιον, ἀνθύπατον ὄντα καὶ στρατευμάτων περὶ τὸν Ἰόνιον ἡγούμενον, ἐκάλουν κατὰ σπουδὴν ἐπικουρεῖν τῇ πατρίδι.

他说完这些煽动性的话语,又为自己的处境痛加哀叹,随即撕裂衣服,从演坛上跳下,将自己扑倒在众人中间,在地上躺了许久,直到众人大受感触,将他扶起并再次安置在座席上,举起束棒,嘱咐他作为执政官放下心来,引领他们去执行他的任何愿望。他们的将领们立刻抓住这个良机,向秦纳作军事宣誓,并且每人令部下宣誓。秦纳在确保了这些之后,奔走于同盟各城,同样煽动他们,声称自己的厄运主要是为了他们而招致的;各城便向他供给款项和军队;罗马城内对城邦现状的稳定感到不满的许多其他权贵也来归附他。 正当秦纳忙于这些事务之际,执政官奥克塔维乌斯和梅鲁拉用壕沟和修缮城墙加固了罗马城,架设了守城器械,并派人向仍臣服于他们的其他各城以及邻近的高卢征集军队,同时紧急召请当时担任资深执政官并统领爱奥尼亚海一带军队的格奈乌斯·庞培前来支援祖国。

§1867

ὁ δʼ ἦλθε καὶ πρὸς ταῖς Κολλίναις πύλαις ἐστρατοπέδευσε· καὶ ὁ Κίννας ἐπελθὼν αὐτῷ παρεστρατοπέδευε. Γάιος δὲ Μάριος τούτων πυθόμενος ἐς Τυρρηνίαν κατέπλευσεν ἅμα τοῖς συνεξελαθεῖσι καὶ θεράπουσιν αὐτῶν ἐπελθοῦσιν ἀπὸ Ῥώμης, ἐς πεντακοσίους μάλιστά που γεγονόσι. ῥυπῶν δʼ ἔτι καὶ κόμης ἔμπλεως ἐπῄει τὰς πόλεις, οἰκτρὸς ὀφθῆναι· μάχας τε καὶ τρόπαια αὑτοῦ Κιμβρικὰ καὶ ἓξ ὑπατείας ὑπερεπαίρων καὶ περὶ τῆς χειροτονίας σφόδρα αὐτοῖς ἐπιθυμοῦσιν ἐπαγγελλόμενός τε καὶ πιστὸς εἶναι δοκῶν, συνήγαγε Τυρρηνῶν ἑξακισχιλίους καὶ ἐς Κίνναν διῆλθεν ἀσμένως αὐτὸν ἐπὶ κοινωνία τῶν παρόντων δεχόμενον. ὡς δὲ ἀνεμίχθησαν, ἐστρατοπέδευον ἐπὶ τοῦ ποταμοῦ τοῦ Τιβέριος ἐς τρία διαιρεθέντες, Κίννας μὲν καὶ Κάρβων σὺν αὐτῷ τῆς πόλεως ἀντικρύ, Σερτώριος δὲ ὑπὲρ τὴν πόλιν ἄνω καὶ Μάριος πρὸς τῇ θαλάσση, ζευγνύντες οἵδε τὸν ποταμὸν καὶ γεφυροῦντες, ἵνα τὴν πόλιν ἀφέλοιντο τὴν σιταγωγίαν. Μάριος δὲ καὶ Ὄστια εἷλε καὶ διήρπαζε, καὶ Κίννας ἐπιπέμψας Ἀρίμινον κατέλαβε, τοῦ μή τινα στρατιὰν ἐς τὴν πόλιν ἐπελθεῖν2 ἐκ τῆς ὑπηκόου Γαλατίας.

庞培率军赶来,在科利纳门附近安营扎寨;秦纳亦进兵在庞培身旁扎营。盖乌斯·马略获悉这些消息后,与共同流放者以及从罗马赶来的奴仆一同乘船驶往伊特鲁里亚,总人数大约达到了五百人。他依然满面尘垢、蓬头乱发,在各城市间巡走,容貌令人见而生怜;他极力夸耀自己同辛布里人的战役、战胜纪念碑以及六次执政官的任期,向极度渴望投票权的人们作出许诺并赢得了信任,聚集了六千名伊特鲁里亚人,前往与秦纳汇合,秦纳欣然接纳他共同参与眼前的局面。他们汇合之后,分为三路在台伯河畔安营:秦纳与同行的卡尔博正对罗马城,塞托里乌斯在城市上游,马略靠近海边;后二者用船只将河流连缀架桥,以切断城邦的粮食运输。马略还攻克并洗劫了奥斯提亚,秦纳派兵占领了阿里米努姆,以免任何军队从臣服的高卢进入城内。

§1868

οἱ δὲ ὕπατοι δεδιότες καὶ στρατιᾶς ἄλλης δεόμενοι Σύλλαν μὲν οὐκ εἶχον καλεῖν ἐς τὴν Ἀσίαν ἤδη πεπερακότα, Καικίλιον δὲ Μέτελλον, τὰ λείψανα τοῦ συμμαχικοῦ πολέμου πρὸς Σαυνίτας διατιθέμενον, ἐκέλευον ὅπῃ δύναιτο εὐπρεπῶς διαλυσάμενον ἐπικουρεῖν τῇ πατρίδι πολιορκουμένῃ. οὐ συμβαίνοντος δὲ Σαυνίταις ἐς ἃ ᾔτουν τοῦ Μετέλλου, ὁ Μάριος αἰσθόμενος συνέθετο τοῖς Σαυνίταις ἐπὶ πᾶσιν οἷς ᾔτουν παρὰ τοῦ Μετέλλου. ὧδε μὲν δὴ καὶ Σαυνῖται Μαρίῳ συνεμάχουν· Κλαύδιον δὲ Ἄππιον χιλίαρχον, τειχοφυλακοῦντα τῆς Ῥώμης τὸν λόφον τὸν καλούμενον Ἰάνουκλον, εὖ ποτε παθόντα ὑφʼ ἑαυτοῦ, τῆς εὐεργεσίας ἀναμνήσας3 ὁ Μάριος ἐς τὴν πόλιν ἐσῆλθεν, ὑπανοιχθείσης αὐτῷ πύλης περὶ ἕω, καὶ τὸν Κίνναν ἐσεδέξατο. ἀλλʼ οὗτοι μὲν αὐτίκα ἐξεώσθησαν Ὀκταουίου καὶ Πομπηίου σφίσιν ἐπιδραμόντων· κεραυνῶν δὲ πολλῶν ἐς τὸ τοῦ Πομπηίου στρατόπεδον καταρραγέντων ἄλλοι τε τῶν ἐπιφανῶν καὶ ὁ Πομπήιος ἀπώλετο.

执政官们深感恐惧且急需另一支军队,但无法召回已渡海前往亚细亚的苏拉,于是下令正在对萨姆奈特人处理同盟者战争残局的凯基利乌斯·梅特鲁斯,设法以体面的方式讲和,前来支援被包围的祖国。当梅特鲁斯拒绝同意萨姆奈特人的要求时,马略察觉到了此事,便在萨姆奈特人向梅特鲁斯所提出的一切要求上与他们达成了协议。就这样,萨姆奈特人也与马略结为同盟;此外,马略提醒负责守卫罗马被称为雅尼库鲁姆山丘城墙的军团长阿庇乌斯·克劳狄乌斯——此人曾受过马略的恩惠——记起旧恩,在拂晓时分城门被悄悄为他打开后进入城内,并迎入了秦纳。然而,奥克塔维乌斯与庞培向他们发起冲击,他们随即被驱逐出去;多道雷电击中了庞培的军营,数名显要人物以及庞培本人皆因此丧生。

语法注3 条
  1. 1866τῆς δʼ ἀφορμῆς εὐθὺς οἱ ἄρχοντες αὐτῶν ἐπέβαινον

    动词 ἐπιβαίνω 支配属格补足语(τῆς ἀφορμῆς),构成“抓住机会/乘机”的引申习语,而非物理意义上的“踏上”。

  2. 1867τοῦ μή τινα στρατιὰν ἐς τὴν πόλιν ἐπελθεῖν

    带冠词属格 τοῦ 连同否定词 μή 和不定词 ἐπελθεῖν 构成表否定目的或预防的句式(目的属格不定词),意为“为了不让任何军队进入……”。

  3. 1868Κλαύδιον δὲ Ἄππιον χιλίαρχον... τῆς εὐεργεσίας ἀναμνήσας

    动词 ἀναμιμνῄσκω 支配双重补足语:人的宾格(Κλαύδιον Ἄππιον)与所忆及之事的属格(τῆς εὐεργεσίας)。虽然语序因插入修饰成分而产生离隔,但整体构成修饰主语 ὁ Μάριος 的分词短语结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1866-1868