- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1864-1865
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培遇害后苏拉出征亚细亚,执政官秦纳因新公民编入部族一事与同僚奥克塔维乌斯发生暴力冲突并遭击败;被元老院废黜后,秦纳出奔并向卡普亚的军队求援以图起兵。
ἐξαγγελθέντος δʼ ἐς τὴν πόλιν τοῦ Πομπηίου φόνου, αὐτίκα μὲν ὁ Σύλλας περιδεὴς ἐφʼ ἑαυτῷ γενόμενος τοὺς φίλους περιήγετο πανταχοῦ καὶ νυκτὸς ἀμφʼ αὑτὸν εἶχεν, οὐ πολὺ δʼ ἐπιμείνας ἐς Καπύην ἐπὶ τὸν στρατὸν κἀκεῖθεν ἐς τὴν Ἀσίαν ἐξήλασεν. οἱ δὲ τῶν φυγάδων φίλοι Κίννᾳ, τῷ μετὰ Σύλλαν ὑπατεύοντι, θαρροῦντες τοὺς νεοπολίτας ἠρέθιζον ἐς τὸ ἐνθύμημα τοῦ Μαρίου, ταῖς φυλαῖς πάσαις ἀξιοῦν ἀναμιχθῆναι,1 ἵνα μὴ τελευταῖοι ψηφιζόμενοι πάντων ὦσιν ἄκυροι. τοῦτο δὴ προοίμιον τῆς αὐτοῦ τε Μαρίου καὶ τῶν ἀμφὶ τὸν ἄνδρα καθόδου. ἀνθισταμένων δὲ τῶν ἀρχαίων κατὰ κράτος, Κίννας μὲν τοῖς νεοπολίταις συνέπραττε, νομιζόμενος ἐπὶ τῷδε τριακόσια δωροδοκῆσαι τάλαντα,2 τοῖς δʼ ἀρχαίοις ὁ ἕτερος ὕπατος Ὀκτάουιος. καὶ οἱ μὲν ἀμφὶ τὸν Κίνναν προλαβόντες τὴν ἀγορὰν μετὰ κεκρυμμένων ξιφιδίων ἐβόων ἐς τὰς φυλὰς πάσας ἀναμιγῆναι· τὸ δὲ καθαρώτερον πλῆθος ἐς τὸν Ὀκτάουιον ἐχώρει, καὶ οἵδε μετὰ ξιφιδίων. ἔτι δʼ αὐτῷ κατὰ τὴν οἰκίαν τὸ μέλλον περιορωμένῳ ἐξαγγέλλεται τοὺς πλέονας δημάρχους κωλύειν τὰ γιγνόμενα, θόρυβον δὲ τῶν νεοπολιτῶν εἶναι καὶ ἀπογύμνωσιν ἤδη τῶν ξιφιδίων περὶ ὁδὸν ἐς τοὺς ἀντιλέγοντας δημάρχους ἀναπηδώντων ἐπὶ τὰ ἔμβολα.3 ὧν Ὀκτάουιος πυθόμενος κατέβαινε διὰ τῆς Ἱερᾶς ὁδοῦ μετὰ πυκνοῦ πάνυ πλήθους καὶ οἷα χειμάρρους ἐς τὴν ἀγορὰν ἐμπεσὼν ὤσατο μὲν διὰ μέσων τῶν συνεστώτων καὶ διέστησεν αὐτούς· ὡς δὲ κατέπληξεν, ἐς τὸ τῶν Διοσκούρων ἱερὸν παρῆλθε, τὸν Κίνναν ἐκτρεπόμενος. ὅσοι δʼ αὐτῷ συνῆσαν, χωρὶς ἐπαγγέλματος ἐμπεσόντες τοῖς νεοπολίταις ἔκτεινάν τε πολλοὺς καὶ ἑτέρους φεύγοντας ἐπὶ τὰς πύλας ἐδίωκον.
当庞培遇害的消息传到罗马城时,苏拉顿时深感自身危殆,四处皆由朋友随从伴随,夜间亦令他们环侍身侧;他未作久留,便前往卡普亚投奔军队,由此出征亚细亚。与此同时,流放者的党羽依仗接替苏拉担任执政官的秦纳,煽动新公民推行马略的谋略,要求被编入所有部族之中,以免因最后投票而归于无效。这正是马略本人及其党羽重返罗马的序曲。当旧公民极力抵抗之际,秦纳协助新公民——人们认为他为此收受了三百塔兰同的贿赂——而另一位执政官奥克塔维乌斯则支持旧公民。秦纳一党怀揣短剑先行占据广场,高呼要求编入全部部族;而较为纯正的群体则涌向奥克塔维乌斯身边,这些人同样随身携带短剑。 当奥克塔维乌斯仍在宅邸中观望局势发展时,有人向他报告多数保民官正在阻止事态进行,但新公民引起骚动,已在路上拔出短剑,正向演坛跃去以对抗反对的保民官。奥克塔维乌斯得知此事后,率领极其密集的人群沿着神圣街走下,如山洪般冲入广场,冲开聚集的人群并将他们隔散;在震慑住他们之后,他避开秦纳,步入了狄奥斯库里神庙。然而跟从他的人未经吩咐便扑向新公民,杀害了许多人,并将四散奔逃的其他人一路追击到城门。
Κίννας δὲ θαρρήσας μὲν τῷ πλήθει τῶν νεοπολιτῶν καὶ βιάσεσθαι προσδοκήσας, παρὰ δόξαν δʼ ὁρῶν τὸ τόλμημα τῶν ὀλιγωτέρων ἐπικρατοῦν, ἀνὰ τὴν πόλιν ἔθει τοὺς θεράποντας ἐπʼ ἐλευθερίᾳ συγκαλῶν. οὐδενὸς δʼ αὐτῷ προσιόντος ἐξέδραμεν ἐς τὰς ἀγχοῦ πόλεις τὰς οὐ πρὸ πολλοῦ πολίτιδας Ῥωμαίων γενομένας, Τίβυρτόν τε καὶ Πραινεστὸν καὶ ὅσαι μέχρι Νώλης, ἐρεθίζων ἅπαντας ἐς ἀπόστασιν καὶ χρήματα ἐς τὸν πόλεμον συλλέγων. ταῦτα δʼ ἐργαζομένῳ τε καὶ ἐπινοοῦντι τῷ Κίννᾳ προσέφυγον ἀπὸ τῆς βουλῆς οἳ τὰ αὐτὰ ἐφρόνουν, Γάιός τε Μιλώνιος καὶ Κόιντος Σερτώριος καὶ Γάιος Μάριος ἕτερος. ἡ μὲν δὴ βουλὴ τὸν Κίνναν, ὡς ἐν κινδύνῳ τε τὴν πόλιν καταλιπόντα ὕπατον καὶ δούλοις ἐλευθερίαν κηρύξαντα, ἐψηφίσατο μήτε ὕπατον μήτε πολίτην ἔτι εἶναι καὶ Λεύκιον Μερόλαν ἐχειροτόνησαν ἀντʼ αὐτοῦ, τὸν ἱερέα τοῦ Διός. λέγεται δʼ οὗτος ὁ ἱερεὺς φλαμέντας καὶ πιλοφορεῖ μόνος αἰεί, τῶν ἄλλων ἱερέων ἐν μόναις πιλοφορούντων ταῖς ἱερουργίαις. Κίννας δʼ ἐς Καπύην τραπόμενος, ἔνθα Ῥωμαίων στρατὸς ἄλλος ἦν, τούς τε ἄρχοντας αὐτοῦ καὶ ὅσοι ἀπὸ τῆς βουλῆς ἐπεδήμουν, ἐθεράπευε καὶ παρελθὼν ὡς ὕπατος ἐς μέσους τάς τε ῥάβδους καθεῖλεν οἷα ἰδιώτης καὶ δακρύσας ἔφη· “παρὰ μὲν ὑμῶν, ὦ πολῖται, τὴν ἀρχὴν τήνδε ἔλαβον· ὁ γὰρ δῆμος ἐχειροτόνησεν· ἡ βουλὴ δʼ ἀφείλετό με χωρὶς ὑμῶν. καὶ τάδε παθὼν ἐν οἰκείοις κακοῖς ὑπὲρ ὑμῶν ὅμως ἀγανακτῶ· τί γὰρ ἔτι τὰς φυλὰς ἐν ταῖς χειροτονίαις θεραπεύομεν, τί δὲ ὑμῶν δεόμεθα, ποῦ δὲ ἔσεσθε τῶν ἐκκλησιῶν ἢ χειροτονιῶν ἢ τῶν ὑπατειῶν ἔτι κύριοι, εἰ μὴ βεβαιώσετε μέν, ἃ δίδοτε, ἀφαιρήσεσθε δʼ, ὅταν αὐτοὶ δοκιμάσητε.”4
秦纳原本倚仗新公民的人多势众,指望凭借武力取胜,却出乎意料地看到人数较少一方的果敢勇武占据了上风,于是在城中奔走,许诺以自由召集奴隶。但在无人响应后,他奔向不久前刚获得罗马公民权的临近各城,即蒂布尔、普莱奈斯泰以及远至诺拉的各城,煽动所有人反叛并为战争筹集款项。正当秦纳施行并谋划这些事务之际,元老院中持相同主张的人也逃来归附他,即盖乌斯·米洛尼乌斯、昆图斯·塞托里乌斯以及另一位盖乌斯·马略。 元老院判定秦纳身为执政官在危难之际弃城而去,并向奴隶宣布自由,遂决议剥夺其执政官职与公民权,并选举朱庇特的祭司卢基乌斯·梅鲁拉接替他。这位祭司被称为狄亚利斯法兰明,且唯独他始终佩戴尖帽,而其余祭司仅在祭神仪式时方佩戴。秦纳转往卡普亚——那里驻有罗马的另一支军队——讨好该军的将领及逗留在当地的元老院议员;他以执政官之身来到众人中央,如平民一般降下束棒,流着泪说道:“公民同胞们,我是从你们手中接任这一职位的;因为是人民选举了我;然而元老院未经你们许可便剥夺了我的职位。我在个人不幸中蒙受此难,却依然为你们感到义愤;因为若非你们确认自己所赐予的,并在你们自己认为适当时才予以收回,那么我们在选举中何须再逢迎各部族,何须再求助于你们,你们又从何谈起依然是公民大会、选举或执政官职的主宰呢?”
- 1864ταῖς φυλαῖς πάσαις ἀξιοῦν ἀναμιχθῆναι
不定式 ἀξιοῦν 依赖于动词 ἠρέθιζον(或用以阐明 τὸ ἐνθύμημα 的具体内容),表示受煽动而采取的行动:“煽动他们要求……”。被动不定式 ἀναμιχθῆναι 指“被混合/平摊编入所有的部族”,对应同盟者战争后新公民因被集中分配于最后投票的少数部族而丧失实权的宪政争端。
- 1864νομιζόμενος ἐπὶ τῷδε τριακόσια δωροδοκῆσαι τάλαντα
由被动分词 νομιζόμενος 引导带不定式的主格人称结构(nominativus cum infinitivo),接不定式 δωροδοκῆσαι。动词 δωροδοκέω 在此处取“收受贿赂”之义,意即“人们认为他为此收受了三百塔兰同的贿赂”。
- 1864ἀπογύμνωσιν ἤδη τῶν ξιφιδίων περὶ ὁδὸν ἐς τοὺς ἀντιλέγοντας δημάρχους ἀναπηδώντων ἐπὶ τὰ ἔμβολα
名词短语 θόρυβον ... καὶ ἀπογύμνωσιν 作为宾格受 ἐξαγγέλλεται 支配,而属格分词 ἀναπηδώντων 与前面的 τῶν νεοπολιτῶν 一致作定语。整句描绘新公民正在拔出短剑,并跃上讲坛向反对的保民官发难的情景。
- 1865εἰ μὴ βεβαιώσετε μέν, ἃ δίδοτε, ἀφαιρήσεσθε δʼ, ὅταν αὐτοὶ δοκιμάσητε
条件连词 εἰ 后接将来直说语气动词 βεβαιώσετε 与 ἀφαιρήσεσθε,构成带有警告和强烈修辞色彩的将来条件句。否定词 μή 作用于带有 μέν 的第一分句,与 δέ 分句形成鲜明对比:“如果你们不能确保自己所赐予的,且不能仅在你们自己认可时才予以收回”。
