← 阿庇安

内战记

§1761-1763

马略逃亡非洲与执政官庞培遇害

逃脱搜捕的马略在明图尔奈化险为夷,渡海逃往非洲并与其他流亡者会合;与此同时在罗马,苏拉恢复了执政官统治,但其同僚执政官昆图斯·庞培在接管军队时被格奈乌斯·庞培麾下的士兵杀害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1761

καὶ ζητηταὶ διέθεον ἐπὶ τοὺς ἄνδρας, οἳ Σουλπίκιον μὲν καταλαβόντες ἔκτειναν· ὁ δὲ Μάριος αὐτοὺς ἐς Μιντούρνας διέφυγεν, ἔρημος ὑπηρέτου τε καὶ θεράποντος. καὶ αὐτὸν οἱ τῆς πόλεως ἄρχοντες ἀναπαυόμενον ἐν οἴκῳ ζοφώδει δεδιότες μὲν τὸ κήρυγμα τοῦ δήμου, φυλαττόμενοι δὲ ἀνδρὸς ἑξάκις ὑπατεύσαντος καὶ πολλὰ καὶ λαμπρὰ εἰργασμένου αὐθένται γενέσθαι,1 Γαλάτην ἄνδρα ἐπιδημοῦντα μετὰ ξίφους ἐσέπεμψαν ἀνελεῖν. τὸν δὲ Γαλάτην φασὶν ἐν τῷ σκότῳ προσιόντα τῷ στιβαδίῳ δεῖσαι, δόξαντα τοὺς ὀφθαλμοὺς τοῦ Μαρίου πυρὸς αὐγὴν καὶ φλόγα ἀφιέναι· ὡς δὲ καὶ ὁ Μάριος αὐτὸς ὑπανιστάμενος ἐκ τῆς εὐνῆς ἐνεβόησε παμμέγεθες αὐτῷ· “σὺ τολμᾷς κτεῖναι Γάιον Μάριον;” προτροπάδην ὁ Γαλάτης ἔφευγεν ἔξω διὰ θυρῶν μεμηνότι ἐοικὼς καὶ βοῶν· “οὐ δύναμαι κτεῖναι Γάιον Μάριον.” ὅθεν καὶ τοῖς ἄρχουσιν, ἅτε καὶ τέως ταῦτα σὺν ὄκνῳ κεκρικόσιν, ἐνέπιπτέ τι δαιμόνιον δέος καὶ μνήμη τῆς ἐκ παιδὸς ἐπιφημισθείσης τῷ ἀνδρὶ ἑβδόμης ὑπατείας· παιδὶ γὰρ ὄντι φασὶν ἐς τὸν κόλπον ἀετοῦ νεοττοὺς ἑπτὰ καταρρυῆναι καὶ τοὺς μάντεις εἰπεῖν, ὅτι ἑπτάκις ἐπὶ τῆς μεγίστης ἀρχῆς ἔσοιτο.

搜捕者四出追捕这些人,追及苏尔皮基乌斯并将他杀害;马略则摆脱了他们的追捕,在既无仆从亦无侍卫的孤立无援中逃到了明图尔奈。当他在一间昏暗的屋中歇息时,该城的长官们一方面畏惧平民的决议,另一方面又戒惧成为这位曾任六届执政官并立下赫赫功勋的人的弑害者,于是派遣了一名侨居在当地的高卢人持剑前往杀害他。据说,高卢人在昏暗中走近铺板时惊恐万分,只觉马略的双眼射出炽烈如火的光焰;而当马略本人也自睡榻上起身,向他厉声断喝道:“你敢杀盖乌斯·马略吗?”这名高卢人吓得像发了疯似地夺门而逃,一路大喊道:“我杀不了盖乌斯·马略!”由此,因此前本就是迟疑着作出这一决定,长官们心中也油然而生一种神圣的畏惧,并回想起了自其幼童时期就为该人预言的第七任执政官职;据说在他还是个孩童时,曾有七只幼鹰落入他的怀中,预言家们便断言他将七度身居最高公职。

§1762

ταῦτʼ οὖν οἱ τῆς Μιντούρνης ἄρχοντες ἐνθυμούμενοι καὶ τὸν Γαλάτην ἔνθουν κατὰ δαίμονα καὶ περιδεᾶ νομίζοντες γεγονέναι, τὸν Μάριον αὐτίκα τῆς πόλεως ἐξέπεμπον, ὅπῃ δύναιτο, σῴζεσθαι. ὁ δὲ συγγιγνώσκων ἑαυτῷ ζητουμένῳ τε ἐκ Σύλλα καὶ πρὸς ἱππέων διωκομένῳ,2 ὁδοὺς ἀτριβεῖς ἐπὶ θάλασσαν ἠλᾶτο καὶ καλύβης ἐπιτυχὼν ἀνεπαύετο, φυλλάδα ἐπιβαλόμενος τῷ σώματι. ψόφου δʼ αἰσθόμενος ἐς τὴν φυλλάδα ὑπεκρύφθη καὶ μᾶλλον ἔτι αἰσθόμενος ἐς σκάφος ἁλιέως πρεσβύτου παρορμοῦν, βιασάμενος τὸν πρεσβύτην, ἐσήλατο χειμῶνος ὄντος καὶ τὸ πεῖσμα κόψας καὶ τὸ ἱστίον πετάσας ἐπέτρεψε τῇ τύχῃ φέρειν. κατήχθη δὲ ἔς τινα νῆσον, ὅθεν νεὼς οἰκείων ἀνδρῶν παραπλεούσης ἐπιτυχὼν ἐς Λιβύην ἐπέρα. εἰργόμενος δὲ καὶ Λιβύης ὡς πολέμιος ὑπὸ Σεξστιλίου ἡγουμένου, διεχείμαζεν ἐν τῇ θαλάσσῃ, μικρὸν ὑπὲρ Λιβύην ἄνω, ἐν τοῖς Νομάδων ὅροις. καὶ αὐτῷ θαλασσεύοντι δεῦρο κατὰ πύστιν ἐπέπλευσαν τῶν συγκατεγνωσμένων Κέθηγός τε καὶ Γράνιος καὶ Ἀλβινοουανὸς καὶ Λαιτώριος καὶ ἕτεροι καὶ ὁ υἱὸς αὐτοῦ Μαρίου· οἳ ἐς μὲν Ἱεμψάλαν τὸν Νομάδων δυνάστην ἀπὸ Ῥώμης διέφυγον, ὑποψίᾳ δʼ ἐκδόσεως ἐκεῖθεν ἀπέδρασαν.

明图尔奈的长官们反复思量此事,并认为这名高卢人是受神灵感应而陷入极度恐慌,便立即将马略送出城外,任由他自谋生路。马略深知自己正受苏拉通缉且有骑兵追击,便沿着荒僻的小径逃往海滨;他遇到一间茅屋便在此歇息,用树叶遮盖身体。听到响动后,他伏在树叶下躲避,响动更近时,他不顾风暴跳上一只系泊在旁的年迈渔夫的小舟,强行推开老人,斩断缆绳,扬起风帆,任由命运载他前行。他漂流到一座岛屿,在那里恰逢一艘熟识之人的船只驶过,便渡海前往利比亚。然而在利比亚,他又被总督塞克斯蒂利乌斯视为公敌加以驱逐,只得在海面上过冬,就在利比亚稍上方、努米底亚人的边界一带。正当他在海上漂泊之际,得知讯息的同案被判罪者塞特古斯、格拉尼乌斯、阿尔比诺瓦努斯、莱托里乌斯等人,以及马略本人的儿子,也泛舟前来与他会合;这些人原本从罗马逃到努米底亚统治者希埃姆普萨尔那里,但因怀疑对方会引渡自己而从该处脱逃。

§1763

οἱ μὲν δή, καθὰ καὶ Σύλλας ἐπεπράχει, βιάσασθαι τὴν πατρίδα διανοούμενοι, στρατιὰν δʼ οὐκ ἔχοντες, περιέβλεπον, εἴ τι συμβαίη· ἐν δὲ Ῥώμῃ Σύλλας μέν, ὅπλοις τὴν πόλιν ὅδε πρῶτος καταλαβών τε καὶ δυνηθεὶς ἂν ἴσως ἤδη μοναρχεῖν, ἐπεὶ τοὺς ἐχθροὺς ἠμύνατο, τὴν βίαν ἑκὼν ἀπέθετο καὶ τὸν στρατὸν ἐς Καπύην προπέμψας αὖθις ἦρχεν ὡς ὕπατος· οἱ δὲ τῶν ἐξελαθέντων στασιῶται, ὅσοι τῶν πλουσίων, καὶ γύναια πολλὰ πολυχρήματα, τοῦ δέους τῶν ὅπλων ἀναπνεύσαντες ἠρεθίζοντο ὑπὲρ καθόδου τῶνδε τῶν ἀνδρῶν καὶ οὐδὲν σπουδῆς ἢ δαπάνης ἐς τοῦτο ἀπέλειπον, ἐπιβουλεύοντες καὶ τοῖς τῶν ὑπάτων σώμασιν ὡς οὐκ ἐνὸν τῶνδε περιόντων ἐκείνοις κατελθεῖν.3 Σύλλᾳ μὲν δὴ καὶ παυσαμένῳ τῆς ἀρχῆς στρατὸς ἦν, ὁ ἐψηφισμένος ἐπὶ Μιθριδάτην, ἐς σωτηρίαν αὐτοῦ φύλαξ· Κόιντον δὲ Πομπήιον, τὸν ἕτερον ὕπατον, ὁ δῆμος οἰκτείρων τοῦ δέους ἐψηφίσατο ἄρχειν Ἰταλίας καὶ ἑτέρου τοῦ περὶ αὐτὴν στρατοῦ, τότε ὄντος ὑπὸ Γναίῳ Πομπηίῳ. τοῦθʼ ὁ Γναῖος πυθόμενός τε καὶ δυσχεράνας ἥκοντα μὲν τὸν Κόιντον ἐς τὸ στρατόπεδον ἐσεδέξατο, καὶ τῆς ἐπιούσης τι χρηματίζοντος ὑπεχώρησε μικρὸν οἷα ἰδιώτης,4 μέχρι τὸν ὕπατον πολλοὶ καθʼ ὑπόκρισιν ἀκροάσεως περιστάντες ἔκτειναν. καὶ φυγῆς τῶν λοιπῶν γενομένης ὁ Γναῖος αὐτοῖς ὑπήντα, χαλεπαίνων ὡς ὑπάτου παρανόμως ἀνῃρημένου· δυσχεράνας δʼ ὅμως εὐθὺς ἦρχεν αὐτῶν.

他们虽意欲效仿苏拉的行径武力进犯祖国,但苦于没有军队,便在四周观望是否有良机出现。而在罗马城内,苏拉虽是破天荒第一位以武力攻占城市的人,且或许本已能够确立独裁统治,但在击退政敌之后,他却自愿放下了暴虐的权力,将军队遣往卡普亚,自己则再度作为执政官行使权力。然而被流放者的党羽中凡富有之人以及众多富有的妇人,在从武力的恐怖中缓过气来后,便为迎回这些人而四处串联,为此不惜付出任何精力与金钱,并阴谋危害执政官的性命,认定只要执政官健在,流放者就绝无可能返回。苏拉即便在离任之后,也拥有被表决指定用于米特拉达梯战争的军队作为保障自身安全的卫队;而民众怜悯另一位执政官昆图斯·庞培的险境,表决由他掌管意大利本土及其周围的另一支军队——这支军队当时由格奈乌斯·庞培统领。格奈乌斯获悉此事后心中大为不满,在昆图斯到达军营时予以接纳,而在次日昆图斯处理公事时,格奈乌斯如同普通公民一般稍微退开一旁,直到许多士兵借听取指令为名团团围住这位执政官,将他杀害。其余人四散逃窜时,格奈乌斯迎上前去,因执政官遭到非法杀害而大为震怒;尽管对此表示愤慨,他却当即接管了对他们的指挥权。

语法注4 条
  1. 1761φυλαττόμενοι δὲ ἀνδρὸς ἑξάκις ὑπατεύσαντος καὶ πολλὰ καὶ λαμπρὰ εἰργασμένου αὐθένται γενέσθαι

    分词 φυλαττόμενοι 后接不定词短语 αὐθένται γενέσθαι,意为“戒惧成为……的杀害者”。此处未用连接词 μή 引出从句,而是直接接不定词表示竭力避免的行为。αὐθένται 作为表语名词,与分词的逻辑主语(οἱ ἄρχοντες)保持主格复数的一致。

  2. 1762συγγιγνώσκων ἑαυτῷ ζητουμένῳ τε ἐκ Σύλλα καὶ πρὸς ἱππέων διωκομένῳ

    动词 συγγιγνώσκω 与与格反身代词 ἑαυτῷ 及与格分词(ζητουμένῳ, διωκομένῳ)搭配,构成类似于 σύνοιδα ἐμαυτῷ 加分词的习语,意为“自知/清楚地意识到自己正被搜捕与追击”。分词在性、数、格上与 ἑαυτῷ 保持一致(阳性单数与格)。

  3. 1763ὡς οὐκ ἐνὸν τῶνδε περιόντων ἐκείνοις κατελθεῖν

    在由 ὡς 引出的主观理由表达中,非人称动词 ἔνεστι 的中性分词构成绝对宾格结构(οὐκ ἐνόν,“(既然)不可能”),其内部又嵌套了表示时间或条件的绝对属格结构 τῶνδε περιόντων(“当这些人[执政官们]健在时”)。与格代词 ἐκείνοις 则是不定词 κατελθεῖν(返回)的逻辑主语。

  4. 1763καὶ τῆς ἐπιούσης τι χρηματίζοντος ὑπεχώρησε μικρὸν οἷα ἰδιώτης

    τῆς ἐπιούσης [ἡμέρας] τι χρηματίζοντος 是一个绝对属格结构,省略了逻辑主语执政官昆图斯·庞培(“次日他在处理某些公务时”)。主句的主语是格奈乌斯·庞培(ὁ Γναῖος),谓语动词是 ὑπεχώρησε(退开)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1761-1763