- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1758-1760
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉军队以武力攻占罗马城并击溃马略等人,随后推行强化元老院权力的宪政改革,并将马略一党定为公敌。
καὶ Σύλλας μὲν τὰς Αἰσκυλείας πύλας καὶ τὸ παρʼ αὐτὰς τεῖχος ἑνὶ τέλει στρατιωτῶν κατελάμβανε, Πομπήιος δὲ τὰς Κολλίνας ἑτέρῳ τέλει· καὶ τρίτον ἐπὶ τὴν ξυλίνην γέφυραν ἐχώρει, καὶ τέταρτον πρὸ τῶν τειχῶν ἐς διαδοχὴν ὑπέμενε. τοῖς δʼ ὑπολοίποις ὁ Σύλλας ἐς τὴν πόλιν ἐχώρει δόξῃ καὶ ἔργῳ πολεμίου· ὅθεν αὐτὸν οἱ περιοικοῦντες ἄνωθεν ἠμύνοντο βάλλοντες, μέχρι τὰς οἰκίας ἠπείλησεν ἐμπρήσειν· τότε δʼ οἱ μὲν ἀνέσχον, Μάριος δὲ καὶ Σουλπίκιος ἀπήντων περὶ τὴν Αἰσκύλειον ἀγορὰν μεθʼ ὅσων ἐφθάκεσαν ὁπλίσαι. καὶ γίγνεταί τις ἀγὼν ἐχθρῶν, ὅδε πρῶτος ἐν Ῥώμῃ, οὐχ ὑπὸ εἰκόνι στάσεως ἔτι, ἀλλὰ ἀπροφασίστως ὑπὸ σάλπιγγι καὶ σημείοις, πολέμου νόμῳ· ἐς τοσοῦτον αὐτοῖς κακοῦ τὰ τῶν στάσεων ἀμεληθέντα προέκοψε. τρεπομένων δὲ τῶν Σύλλα στρατιωτῶν, ὁ Σύλλας σημεῖον ἁρπάσας προεκινδύνευεν, ὡς αἰδοῖ τε τοῦ στρατηγοῦ καὶ δέει τῆς ἐπὶ τῷ σημείῳ εἰ ἀπέχοιντο, ἀτιμίας εὐθὺς ἐκ τῆς τροπῆς αὐτοὺς μετατίθεσθαι.1 καὶ ὁ Σύλλας ἐκάλει τε τοὺς νεαλεῖς ἐκ τοῦ στρατοπέδου καὶ ἑτέρους κατὰ τὴν καλουμένην Σιβούραν ὁδὸν περιέπεμπεν, ᾗ κατὰ νώτου τῶν πολεμίων ἔμελλον ἔσεσθαι περιδραμόντες. οἱ δʼ ἀμφὶ τὸν Μάριον πρός τε τοὺς ἐπελθόντας ἀκμῆτας ἀσθενῶς μαχόμενοι καὶ ἐπὶ τοῖς περιοδεύουσι δείσαντες περικύκλωσιν τούς τε ἄλλους πολίτας ἐκ τῶν οἰκιῶν ἔτι μαχομένους συνεκάλουν καὶ τοῖς δούλοις ἐκήρυττον ἐλευθερίαν εἰ μετάσχοιεν τοῦ πόνου. οὐδενὸς δὲ προσιόντος ἀπογνόντες ἁπάντων ἔφευγον εὐθὺς ἐκ τῆς πόλεως καὶ σὺν αὐτοῖς ὅσοι τῶν ἐπιφανῶν συνεπεπράχεσαν.
于是,苏拉以一个军团的兵力占领了埃斯奎利纳门及其旁侧的城墙,庞培则以另一军团占领了科利纳门;第三个军团向木桥推进,第四个军团在城墙外留作接应与替补。苏拉则率领其余部队,以名副其实的敌对之势开进城内。因此,周围的居民自上方投掷杂物进行抵抗,直到苏拉威胁要焚毁他们的房屋;居民们这才停手。马略和苏尔皮基乌斯则率领他们仓促武装起来的人马,在埃斯奎利努斯广场附近迎敌。于是,一场敌对双方的激战在罗马城内爆发——这是破天荒的第一遭——它不再带有党派内讧的幌子,而是公然在军号与军旗下、依战争规则进行的交锋。由于忽视派系纷争,他们所遭受的恶果竟恶化到了这般地步。 当苏拉的士兵开始溃退时,苏拉一把夺过一面军旗,亲自在第一线冒着危险奋战,以求士兵们出于对将领的敬畏,并畏惧一旦弃旗所招致的耻辱,能立即扭转溃败的局面。同时,苏拉从营地调来休整完备的部队,并派另一支人马沿着所谓的苏布拉路包抄,以便绕到敌人后方。马略一方在面对新赶到的生力军时已战力不支,又唯恐遭到迂回部队的合围,便呼吁那些仍在房屋中抵抗的市民加入,并向奴隶宣布,若他们分担战斗便可获得自由。但在无一人前来的情况下,他们陷于彻底绝望,随即逃出城去;与他们同行的还有所有曾协助过他们的显要人士。
ὁ δὲ Σύλλας τότε μὲν ἐς τὴν λεγομένην Ἱερὰν ὁδὸν παρῆλθε καὶ τοὺς διαρπάζοντάς τι τῶν ἐν ποσὶν αὐτίκα ἐν μέσῳ πάντων ἐφορώντων ἐκόλαζε, φρουρὰν δὲ κατὰ μέρος ἐπιστήσας τῇ πόλει διενυκτέρευεν αὐτός τε καὶ ὁ Πομπήιος, περιθέοντες ἑκάστους, ἵνα μή τι δεινὸν ἢ παρὰ τῶν δεδιότων ἢ παρὰ τῶν νενικηκότων ἐπιγένοιτο. ἅμα δʼ ἡμέρᾳ τὸν δῆμον ἐς ἐκκλησίαν συναγαγόντες ὠδύροντο περὶ τῆς πολιτείας ὡς ἐκ πολλοῦ τοῖς δημοκοποῦσιν ἐκδεδομένης, καὶ αὐτοὶ τάδε πράξαντες ὑπʼ ἀνάγκης. εἰσηγοῦντό τε μηδὲν ἔτι ἀπροβούλευτον ἐς τὸν δῆμον ἐσφέρεσθαι, νενομισμένον μὲν οὕτω καὶ πάλαι, παραλελυμένον δʼ ἐκ πολλοῦ, καὶ τὰς χειροτονίας μὴ κατὰ φυλάς, ἀλλὰ κατὰ λόχους, ὡς Τύλλιος βασιλεὺς ἔταξε, γίνεσθαι, νομίσαντες διὰ δυοῖν τοῖνδε οὔτε νόμον οὐδένα πρὸ τῆς βουλῆς ἐς τὸ πλῆθος ἐσφερόμενον οὔτε τὰς χειροτονίας ἐν τοῖς πένησι καὶ θρασυτάτοις ἀντὶ τῶν ἐν περιουσίᾳ καὶ εὐβουλίᾳ γιγνομένας δώσειν ἔτι στάσεων ἀφορμάς.2 πολλά τε ἄλλα τῆς τῶν δημάρχων ἀρχῆς, τυραννικῆς μάλιστα γεγενημένης, περιελόντες κατέλεξαν ἐς τὸ βουλευτήριον, ὀλιγανθρωπότατον δὴ τότε μάλιστα ὂν καὶ παρὰ τοῦτʼ εὐκαταφρόνητον ἀθρόους ἐκ τῶν ἀρίστων ἀνδρῶν τριακοσίους. ὅσα τε ὑπὸ Σουλπικίου κεκύρωτο μετὰ τὴν κεκηρυγμένην ὑπὸ τῶν ὑπάτων ἀργίαν, ἅπαντα διελύετο ὡς οὐκ ἔννομα.
苏拉随即前往所谓的圣道,当众当场严惩了劫掠手头财物的人;在全城各处布置守卫后,他与庞培亲自巡查各处哨所彻夜不眠,以防惶恐不安者或胜利者生出任何暴行。黎明时分,他们将民众召集到公民大会上,哀叹国政长期以来被委弃于蛊惑民心者之手,并申明他们自己是迫不得已才采取这番举动的。他们提议,任何事务在未经元老院预先审议之前,不得提交公民大会——这本是自古以来的惯例,却已废弛良久;并且投票不应按部族进行,而应按照国王图利乌斯所规定的那样按百人队进行。他们认为,通过这两项措施,既不会有未经元老院审议的法案被提交给平民,投票权也不会操于贫民和最鲁莽之徒手中、而非归于拥有财富与深谋远虑者,从而不会再给内讧提供借口。他们剥夺了已然变得极具僭主色彩的保民官职权中的诸多权力,并针对当时人数最少、因而备受蔑视的元老院,从最优秀的士绅中一口气补选了三百人。凡在执政官宣告停公歇业期之后由苏尔皮基乌斯所通过的一切法案,均作为违法而予以废除。
ὧδε μὲν αἱ στάσεις ἐξ ἔριδος καὶ φιλονικίας ἐπὶ φόνους καὶ ἐκ φόνων ἐς πολέμους ἐντελεῖς προέκοπτον, καὶ στρατὸς πολιτῶν ὅδε πρῶτος ἐς τὴν πατρίδα ὡς πολεμίαν ἐσέβαλεν. οὐδʼ ἔληξαν ἀπὸ τοῦδε αἱ στάσεις ἔτι κρινόμεναι στρατοπέδοις, ἀλλʼ ἐσβολαὶ συνεχεῖς ἐς τὴν Ῥώμην ἐγίνοντο καὶ τειχομαχίαι καὶ ὅσα ἄλλα πολέμων ἔργα, οὐδενὸς ἔτι ἐς αἰδῶ τοῖς βιαζομένοις ἐμποδὼν ὄντος, ἢ νόμων ἢ πολιτείας ἢ πατρίδος. τότε δὲ Σουλπίκιον δημαρχοῦντα ἔτι καὶ σὺν αὐτῷ Μάριον, ἑξάκις ὑπατευκότα, καὶ τὸν Μαρίου παῖδα καὶ Πούπλιον Κέθηγον καὶ Ἰούνιον Βροῦτον καὶ Γναῖον καὶ Κοίντον Γράνιον καὶ Πούπλιον Ἀλβινοουανὸν καὶ Μᾶρκον Λαιτώριον ἑτέρους τε, ὅσοι μετʼ αὐτῶν, ἐς δώδεκα μάλιστα, ἐκ Ῥώμης διεπεφεύγεσαν, ὡς στάσιν ἐγείραντας καὶ πολεμήσαντας ὑπάτοις καὶ δούλοις κηρύξαντας ἐλευθερίαν εἰς ἀπόστασιν πολεμίους Ῥωμαίων ἐψήφιστο εἶναι καὶ τὸν ἐντυχόντα νηποινεὶ κτείνειν ἢ ἀνάγειν ἐπὶ τοὺς ὑπάτους·3 τά τε ὄντα αὐτοῖς δεδήμευτο.
就这样,内乱由争吵与竞逐演变为杀戮,又由杀戮演变为全面的战争;这是公民军队破天荒第一次把祖国当作敌国来侵入。从此以后,通过军队来裁决内乱的局面未曾止息,对罗马的连番入侵、围城攻坚以及一切战争行径接踵而至,法律、政制或祖国都不再能成为对施暴者的任何顾忌与羁绊。当时,仍任保民官的苏尔皮基乌斯,以及同他一起的曾任六届执政官的马略、马略之子、普布利乌斯·塞特古斯、尤尼乌斯·布鲁图斯、格奈乌斯和昆图斯·格拉尼乌斯、普布利乌斯·阿尔比诺瓦努斯、马尔库斯·莱托里乌斯,以及随同他们逃出罗马的其他人(总计约十二人),因煽动叛乱、对执政官开战并以自由煽动奴隶背叛,被表决宣布为罗马人的公敌;任何人遇上他们均可格杀勿论,或将其押送至执政官处,且不承担罪责;其财产亦被予以没收。
- 1758ὡς αἰδοῖ τε τοῦ στρατηγοῦ καὶ δέει τῆς ἐπὶ τῷ σημείῳ εἰ ἀπέχοιντο, ἀτιμίας εὐθὺς ἐκ τῆς τροπῆς αὐτοὺς μετατίθεσθαι
此处为 ὡς 接不定式(μετατίθεσθαι)结构,表达苏拉的主观意图或预期结果(“以便使他们扭转败局”)。αἰδοῖ 与 δέει 为表示原因或动机的与格。条件从句 εἰ ἀπέχοιντο(“如果他们抛弃军旗”)嵌入在短语 τῆς ἐπὶ τῷ σημείῳ... ἀτιμίας(“关于军旗所招致的耻辱”)之中,限定了产生耻辱的前提条件。
- 1759οὔτε νόμον οὐδένα πρὸ τῆς βουλῆς ἐς τὸ πλῆθος ἐσφερόμενον οὔτε τὰς χειροτονίας ἐν τοῖς πένησι καὶ θρασυτάτοις ἀντὶ τῶν ἐν περιουσίᾳ καὶ εὐβουλίᾳ γιγνομένας δώσειν ἔτι στάσεων ἀφορμάς
承接 νομίσαντες 的“宾格加不定式”结构。其中包含两个并列的宾格主语(οὔτε νόμον οὐδένα... ἐσφερόμενον 与 οὔτε τὰς χειροτονίας... γιγνομένας),共同支配将来时不定式 δώσειν,其直接宾语为 στάσεων ἀφορμάς。分词 ἐσφερόμενον 与 γιγνομένας 作谓语性分词,修饰各自的宾格主语,意指“法案被提出”及“投票的进行”这一事态。
- 1760πολεμίους Ῥωμαίων ἐψήφιστο εἶναι καὶ τὸν ἐντυχόντα νηποινεὶ κτείνειν ἢ ἀνάγειν ἐπὶ τοὺς ὑπάτους
无人称过去完成时被动语态 ἐψήφιστο(“决议……”)统辖两组宾格加不定式短语。前半句 πολεμίους Ῥωμαίων ... εἶναι 的宾格主语是前文列举的苏尔皮基乌斯和马略等人;后半句 κτείνειν ἢ ἀνάγειν 中,宾格分词 τὸν ἐντυχόντα(“碰见他们的人”)作为不定式的逻辑主语,而不定式的宾语(“他们”)在此省略。
