← 阿庇安

内战记

§1755-1757

统帅权之争与苏拉进军罗马

围绕米特里达梯战争的指挥权,马略与苏尔皮基乌斯强行通过法案,促使苏拉煽动驻扎在卡普阿的军队向罗马进军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1755

τάδε μὲν δὴ φόνοι καὶ στάσεις ἔτι ἦσαν ἐμφύλιοι κατὰ μέρη· μετὰ δὲ τοῦτο στρατοῖς μεγάλοις οἱ στασίαρχοι πολέμου νόμῳ συνεπλέκοντο ἀλλήλοις, καὶ ἡ πατρὶς ἆθλον ἔκειτο ἐν μέσῳ. ἀρχὴ δʼ ἐς ταῦτα καὶ πάροδος, εὐθὺς ἐπὶ τῷ συμμαχικῷ πολέμῳ, ἥδε ἐγίγνετο. ἐπειδὴ Μιθριδάτης ὁ τοῦ Πόντου καὶ ἄλλων ἐθνῶν βασιλεὺς ἐς Βιθυνίαν καὶ Φρυγίαν καὶ τὴν ὅμορον αὐταῖς Ἀσίαν ἐνέβαλεν, ὥς μοι κατὰ τὴν βίβλον εἴρηται τὴν πρὸ τῆσδε, Σύλλας μὲν ὑπατεύων ἔλαχε στρατηγεῖν τῆς Ἀσίας καὶ τοῦδε τοῦ Μιθριδατείου πολέμου ʽκαὶ ἦν ἔτι ἐν Ῥώμᾐ, Μάριος δὲ τὸν πόλεμον εὐχερῆ τε καὶ πολύχρυσον ἡγούμενος εἶναι καὶ ἐπιθυμῶν τῆς στρατηγίας ὑπηγάγετό οἱ συμπράσσειν ἐς τοῦτο Πούπλιον Σουλπίκιον δήμαρχον ὑποσχέσεσι πολλαῖς καὶ τοὺς ἐκ τῆς Ἰταλίας νεοπολίτας, μειονεκτοῦντας ἐπὶ ταῖς χειροτονίαις, ἐπήλπιζεν ἐς τὰς φυλὰς ἁπάσας διαιρήσειν,1 οὐ προλέγων μέν τι περὶ τῆς ἑαυτοῦ χρείας, ὡς δὲ ὑπηρέταις ἐς πάντα χρησόμενος εὔνοις. καὶ νόμον αὐτίκα ὁ Σουλπίκιος ἐσέφερε περὶ τοῦδε· οὗ κυρωθέντος ἔμελλε πᾶν ὅ τι βούλοιτο Μάριος ἢ Σουλπίκιος ἔσεσθαι, τῶν νεοπολιτῶν πολὺ παρὰ τοὺς ἀρχαίους πλειόνων ὄντων. οἱ δʼ ἀρχαιότεροι συνορῶντες ταῦτα ἐγκρατῶς τοῖς νεοπολίταις διεφέροντο. ξύλοις δὲ καὶ λίθοις χρωμένων αὐτῶν ἐς ἀλλήλους καὶ μείζονος αἰεὶ γιγνομένου τοῦ κακοῦ, δείσαντες οἱ ὕπατοι περὶ τῇ δοκιμασίᾳ τοῦ νόμου πλησιαζούσῃ προύγραψαν ἡμερῶν ἀργίας πολλῶν, ὁποῖον ἐν ταῖς ἑορταῖς εἴωθε γίγνεσθαι, ἵνα τις ἀναβολὴ γένοιτο τῆς χειροτονίας καὶ τοῦ κακοῦ.

这些还只是局部的派系杀戮和内部纷乱;但在此之后,党派领袖们率领大军,按战争规则相互火并,祖国沦为他们之间争夺的战利品。在同盟者战争刚一结束时,引发并通向这些事变的发端如下。 当本都及其他部族之王米特里达梯入侵比提尼亚、弗里吉亚以及与之相邻的亚细亚时(正如我在前一卷书中所述),苏拉作为执政官,抽签获得了亚细亚行省以及这场米特里达梯战争的指挥权(当时他仍在罗马)。但马略认为这场战争既轻松又富含黄金,渴望夺得指挥权,便以诸多许诺拉拢保民官普布利乌斯·苏尔皮基乌斯在此事上与之通力合作,并给来自意大利的、在投票中处于劣势的新公民以希望,许诺将他们分配到所有部族之中。马略并未预先透露关于自己需求的任何事情,而是打算将他们作为完全忠顺的仆从加以驱使。苏尔皮基乌斯随即提出了关于此事的法案;该法案一旦通过,马略或苏尔皮基乌斯所希望的一切都必将实现,因为新公民的人数远多于老公民。较年长资深的公民察觉了这一点,便与新公民展开了激烈的抗争。由于双方互掷木棒与石块,祸乱日益严重,执政官们唯恐法案表决即将来临,便宣告了为期数日的停公歇业期,犹如节庆时的惯例那样,以便让表决和祸乱得以暂时延宕。

§1756

Σουλπίκιος δὲ τὴν ἀργίαν οὐκ ἀναμένων ἐκέλευε τοῖς στασιώταις ἐς τὴν ἀγορὰν ἥκειν μετὰ κεκρυμμένων ξιφιδίων καὶ δρᾶν, ὅ τι ἐπείγοι, μηδʼ αὐτῶν φειδομένους τῶν ὑπάτων, εἰ δέοι. ὡς δὲ αὐτῷ πάντα ἕτοιμα ἦν, κατηγόρει τῶν ἀργιῶν ὡς παρανόμων καὶ τοὺς ὑπάτους Κορνήλιον Σύλλαν καὶ Κόιντον Πομπήιον ἐκέλευεν αὐτὰς αὐτίκα ἀναιρεῖν, ἵνα προθείη τὴν δοκιμασίαν τῶν νόμων. θορύβου δʼ ἀναστάντος οἱ παρεσκευασμένοι τὰ ξιφίδια ἐπεσπάσαντο καὶ τοὺς ὑπάτους ἀντιλέγοντας ἠπείλουν κτενεῖν, μέχρι Πομπήιος μὲν λαθὼν διέφυγε, Σύλλας δʼ ὡς βουλευσόμενος ὑπεχώρει. κἀν τῷδε Πομπηίου τὸν υἱόν, κηδεύοντα τῷ Σύλλᾳ, παρρησιαζόμενόν τι καὶ λέγοντα κτείνουσιν οἱ τοῦ Σουλπικίου στασιῶται. καὶ ὁ Σύλλας ἐπελθὼν ἐβάστασε τὴν ἀργίαν ἔς τε Καπύην ἐπὶ τὸν ἐκεῖ στρατόν, ὡς ἐκ Καπύης ἐς τὴν Ἀσίαν ἐπὶ τὸν Μιθριδάτου πόλεμον διαβαλῶν, ἠπείγετο· οὐ γάρ πώ τινος τῶν ἐπʼ αὐτῷ πραττομένων ᾔσθετο. ὁ δὲ Σουλπίκιος, ἀναιρεθείσης τῆς ἀργίας καὶ Σύλλα τῆς πόλεως ἀποστάντος, ἐκύρου τὸν νόμον καί, οὗ χάριν ἅπαντα ταῦτα ἐγίγνετο, Μάριον εὐθὺς ἐχειροτόνει τοῦ πρὸς Μιθριδάτην πολέμου στρατηγεῖν ἀντὶ Σύλλα.

然而苏尔皮基乌斯不等歇业期结束,便命令其党羽怀揣匕首前往广场,见机行事,必要时甚至不必饶过执政官本人。当他一切准备就绪后,便指控歇业期违法,并命令执政官科尔内利乌斯·苏拉和昆图斯·庞培立即撤回命令,以便提出法案供表决。骚乱骤起,那些早有准备的人拔出匕首,威胁要杀死反对他们的执政官,直到庞培乘人不备逃走,苏拉也借口商议而退避。在此期间,庞培的儿子——也是苏拉的女婿——因直言不讳地说了些什么,被苏尔皮基乌斯的党羽杀害。随后苏拉现身撤销了歇业令,并急忙赶往卡普阿驻军所在地,打算从卡普阿渡海前往亚细亚进行米特里达梯战争;因为他当时还未察觉任何针对他的密谋。苏尔皮基乌斯在歇业令被撤销、苏拉离开罗马城之后,便通过了该项法案,并且为了这一切企图的最终目的,立即推选马略接替苏拉担任对米特里达梯战争的统帅。

§1757

πυθόμενος δʼ ὁ Σύλλας καὶ πολέμῳ κρίνας διακριθῆναι συνήγαγε τὸν στρατὸν εἰς ἐκκλησίαν, καὶ τόνδε τῆς ἐπὶ τὸν Μιθριδάτην στρατείας ὀρεγόμενόν τε ὡς ἐπικερδοῦς καὶ νομίζοντα Μάριον ἐς αὐτὴν ἑτέρους καταλέξειν ἀνθʼ ἑαυτῶν. τὴν δʼ ὕβριν ὁ Σύλλας τὴν ἐς αὑτὸν εἰπὼν Σουλπικίου τε καὶ Μαρίου καὶ σαφὲς οὐδὲν ἄλλο ἐπενεγκών ʽοὐ γὰρ ἐτόλμα πω λέγειν περὶ τοιοῦδε πολέμοὐ, παρῄνεσεν ἑτοίμοις ἐς τὸ παραγγελλόμενον εἶναι.2 οἱ δὲ συνιέντες τε ὧν ἐπενόει3 καὶ περὶ σφῶν δεδιότες, μὴ τῆς στρατείας ἀποτύχοιεν, ἀπεγύμνουν αὐτοὶ τὸ ἐνθύμημα τοῦ Σύλλα καὶ ἐς Ῥώμην σφᾶς ἄγειν θαρροῦντα ἐκέλευον. ὁ δὲ ἡσθεὶς ἦγεν ἓξ τέλη στρατιωτῶν αὐτίκα. καὶ αὐτὸν οἱ μὲν ἄρχοντες τοῦ στρατοῦ χωρὶς ἑνὸς ταμίου διέδρασαν ἐς Ῥώμην, οὐχ ὑφιστάμενοι στρατὸν ἄγειν ἐπὶ τὴν πατρίδα· πρέσβεις δʼ ἐν ὁδῷ καταλαβόντες ἠρώτων, τί μεθʼ ὅπλων ἐπὶ τὴν πατρίδα ἐλαύνοι. ὁ δʼ εἶπεν, ἐλευθερώσων αὐτὴν ἀπὸ τῶν τυραννούντων.4 καὶ τοῦτο δὶς τρὶς ἑτέροις καὶ ἑτέροις πρέσβεσιν ἐλθοῦσιν εἰπὼν ἐπήγγελλεν ὅμως, εἰ θέλοιεν τήν τε σύγκλητον αὑτῷ καὶ Μάριον καὶ Σουλπίκιον ἐς τὸ Ἄρειον πεδίον συναγαγεῖν, καὶ πράξειν, ὅ τι ἂν βουλευομένοις δοκῇ. πλησιάζοντι δὲ Πομπήιος μὲν ὁ σύναρχος ἐπαινῶν καὶ ἀρεσκόμενος τοῖς γιγνομένοις ἀφίκετο συμπράξων ἐς ἅπαντα, Μάριος δὲ καὶ Σουλπίκιος ἐς παρασκευὴν ὀλίγου διαστήματος δεόμενοι πρέσβεις ἑτέρους ἔπεμπον ὡς δὴ καὶ τούσδε ὑπὸ τῆς βουλῆς ἀπεσταλμένους, δεόμενοι μὴ ἀγχοτέρω τεσσαράκοντα σταδίων τῇ Ῥώμῃ παραστρατοπεδεύειν, μέχρι ἐπισκέψαιντο περὶ τῶν παρόντων. Σύλλας δὲ καὶ Πομπήιος τὸ ἐνθύμημα σαφῶς εἰδότες ὑπέσχοντο μὲν ὧδε πράξειν, εὐθὺς δὲ τοῖς πρέσβεσιν ἀπιοῦσιν εἵποντο.

苏拉获悉此事后,决心用战争来解决争端,便召集军队举行集会。这支军队同样热切渴望参加对米特里达梯的远征,认为其有利可图,且担心马略会征募其他人来取代自己。苏拉讲述了苏尔皮基乌斯和马略对自己施加的侮辱,除此之外未明确提及其他事情(因为他当时还不敢公开谈论这样一场内战),只是告诫他们听从命令,做好准备。士兵们领会了他的意图,又唯恐自己失去出征的机会,便亲自挑明了苏拉的心思,敦促他大胆率领他们进军罗马。苏拉大喜,立即率领六个军团的士兵进发。军中的将领们除了一个财务官之外,都无法忍受率领军队攻打祖国,纷纷逃往罗马。使节们在途中拦住苏拉,质问他为何要持械进军祖国;他回答说,这是为了把祖国从僭主们的统治下解放出来。 他对随后到来的第二批、第三批使节也是这般回答,但他依然提出,如果他们愿意召集元老院以及马略和苏尔皮基乌斯同自己在战神广场会晤,他将依照商议后的决定行事。当他逼近时,同僚执政官庞培对所发生的一切赞赏且认同,赶来与他通力合作;而马略和苏尔皮基乌斯为了备战需要短暂的时间,便派出了另一批假装同样是由元老院派出的使节,请求他在他们审议当前局势之前,不要在距离罗马四十斯塔德以内安营扎寨。苏拉和庞培清楚地洞悉了他们的企图,口头上答应按此办理,却紧随离去的使节身后继续进逼。

语法注4 条
  1. 1755ἐπήλπιζεν ἐς τὰς φυλὰς ἁπάσας διαιρήσειν

    动词 ἐπελπίζω(使抱有希望)后接将来时不定式 διαιρήσειν。不定式的逻辑主语依据上下文为马略(及苏尔皮基乌斯),其宾语则是前面的宾格短语 τοὺς ἐκ τῆς Ἰταλίας νεοπολίτας(来自意大利的新公民)。

  2. 1757παρῄνεσεν ἑτοίμοις ἐς τὸ παραγγελλόμενον εἶναι

    动词 παραινέω 通常支配间接宾语(与格)与不定式。此处与格代词被省略,而与不定式 εἶναι 连用的谓语形容词 ἑτοίμοις 采用与格,与被省略的受话者(士兵们)保持格的一致。

  3. 1757συνιέντες τε ὧν ἐπενόει

    此处出现关系代词向属格的同化(attractio relativi)。其完整结构本应是 τούτων ἃ ἐπενόει(他所企图的那些事),在先行词被省略后,原本应作宾格的关系代词 ἃ 被分词 συνιέντες 所要求的支配格(属格)同化而变为 ὧν。

  4. 1757ὁ δʼ εἶπεν, ἐλευθερώσων αὐτὴν ἀπὸ τῶν τυραννούντων

    将来时分词 ἐλευθερώσων 采用主格,与主句主语(苏拉)一致,表目的(“为了将其解救出”)。紧接在 εἶπεν 之后,该分词构成了简练陈述答复内容的省略表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1755-1757