← 阿庇安

内战记

§1652-1654

同盟者战争平息与裁判官阿塞利奥遇害

随着苏拉、庞培、科斯科纽斯及梅特路斯等人的军事胜利,同盟者战争渐趋平息且全意大利获授公民权;与此同时,罗马城内因放贷利息之争引发动乱,裁判官阿塞利奥遭放贷者谋杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1652

καὶ τάδε μὲν ἦν τοῦδε τοῦ θέρους εὐπραγήματα Σύλλα· χειμῶνος δʼ ἐπιόντος ὁ μὲν ἐς Ῥώμην ἀνέστρεφεν, ἐς ὑπατείαν παραγγέλλων, Γναῖος δὲ Πομπήιος ὑπηγάγετο Μάρσους καὶ Μαρρουκίνους καὶ Οὐηστίνους, καὶ Γάιος Κοσκώνιος, ἕτερος Ῥωμαίων στρατηγός, ἐπελθὼν Σαλαπίαν τε ἐνέπρησε καὶ Κάννας παρέλαβε, καὶ Κανύσιον περικαθήμενος Σαυνίταις ἐπελθοῦσιν ἀντεμάχετο ἐγκρατῶς, μέχρι φόνος πολὺς ἑκατέρων ἐγένετο καὶ ὁ Κοσκώνιος ἐλαττούμενος ἐς Κάννας ὑπεχώρει. Τρεβάτιος δʼ αὐτόν, ὁ τῶν Σαυνιτῶν στρατηγός, ποταμοῦ διείργοντος, ἐκέλευεν ἢ περᾶν ἐπʼ αὐτὸν ἐς μάχην ἢ ἀναχωρεῖν, ἵνα περάσειεν. ὁ δʼ ἀναχωρεῖ καὶ διαβάντι τῷ Τρεβατίῳ προσπεσὼν μάχῃ τε κρείττων ἐγένετο καὶ φεύγοντος ἐπὶ τὸ ῥεῦμα αὐτοῦ μυρίους καὶ πεντακισχιλίους διέφθειρεν· οἱ δὲ λοιποὶ μετὰ τοῦ Τρεβατίου διέφυγον ἐς Κανύσιον. καὶ ὁ Κοσκώνιος τὴν Λαριναίων καὶ Οὐενουσίων καὶ Ἀσκλαίων γῆν ἐπιδραμὼν ἐς Ποιδίκλους ἐσέβαλε καὶ δυσὶν ἡμέραις τὸ ἔθνος παρέλαβε.

这些便是苏拉在这一年夏天所取得的功绩。冬季临近时,他返回罗马竞选执政官;与此同时,格奈乌斯·庞培征服了马尔西人、马鲁基尼人和维斯提尼人,另一位罗马将领盖乌斯·科斯科纽斯则进兵焚毁了萨拉皮亚,夺取了坎尼。他在围困卡努西乌姆时,与前来迎击的萨姆奈特人顽强交战,直到双方均死伤惨重,处于下风的科斯科纽斯遂退守坎尼。隔河对峙的萨姆奈特将领特雷巴提乌斯要求他,要么渡河前来与自己决战,要么后撤以便让自己渡河。科斯科纽斯选择了后撤,在特雷巴提乌斯渡过河后发起突袭,在交战中占据优势,并乘其向河道溃退时斩杀了一万五千人;其余部队随特雷巴提乌斯逃往卡努西乌姆。随后,科斯科纽斯蹂躏了拉里努姆人、维努西亚人和阿斯库卢姆人的土地,攻入珀迪库利人境内,在两天之内平定了该部族。

§1653

Καικίλιος δʼ αὐτῷ Μέτελλος ἐπελθὼν ἐπὶ τὴν στρατηγίαν διάδοχος, ἐς Ἰάπυγας ἐμβαλὼν ἐκράτει καὶ ὅδε μάχῃ τῶν Ἰαπύγων. καὶ Ποπαίδιος, ἄλλος τῶν ἀφεστώτων στρατηγός, ἐνταῦθα ἔπεσεν· οἱ δὲ λοιποὶ σποράδην ἐς τὸν Καικίλιον διέφυγον. καὶ τάδε μὲν ἦν περὶ τὴν Ἰταλίαν ἀμφὶ τὸν συμμαχικὸν πόλεμον, ἀκμάσαντα δὴ μάλιστα μέχρι τῶνδε, ἕως Ἰταλία πᾶσα προσεχώρησεν ἐς τὴν Ῥωμαίων πολιτείαν, χωρίς γε Λευκανῶν καὶ Σαυνιτῶν τότε· δοκοῦσι γάρ μοι καὶ οἵδε τυχεῖν, ὧν ἔχρῃζον, ὕστερον. ἐς δὲ τὰς φυλὰς ὅμοια τοῖς προτυχοῦσιν ἕκαστοι κατελέγοντο, τοῦ μὴ τοῖς ἀρχαίοις ἀναμεμιγμένοι ἐπικρατεῖν ἐν ταῖς χειροτονίαις, πλέονες ὄντες.1

凯基利乌斯·梅特路斯作为继任者前来接替指挥权,他攻入伊阿庇吉亚人的地域,并在战斗中同样击败了伊阿庇吉亚人。叛军的另一位将领波佩狄乌斯战死于此;其余残部四散奔逃,归降了凯基利乌斯。同盟者战争中发生在意大利的战事大体如此,战争在此之前达到了最高潮,直到整个意大利都加入了罗马的公民群体,只有卢卡尼亚人和萨姆奈特人当时除外;因为在我看来,他们后来也得到了所渴望的东西。然而,新公民都被编入各部族,其方式与先前获得公民权的人相同,以免他们与老公民混杂在一起,因人数占优而在投票表决中居于主导地位。

§1654

τοῦ δʼ αὐτοῦ χρόνου κατὰ τὸ ἄστυ οἱ χρῆσται πρὸς ἀλλήλους ἐστασίασαν,2 οἱ μὲν πράττοντες τὰ χρέα σὺν τόκοις, νόμου τινὸς παλαιοῦ διαγορεύοντος μὴ δανείζειν ἐπὶ τόκοις ἢ ζημίαν τὸν οὕτω δανείσαντα προσοφλεῖν. ἀποστραφῆναι γάρ μοι δοκοῦσιν οἱ πάλαι Ῥωμαῖοι, καθάπερ Ἕλληνες, τὸ δανείζειν ὡς καπηλικὸν καὶ βαρὺ τοῖς πένησι καὶ δύσερι καὶ ἐχθροποιόν, ᾧ λόγῳ καὶ Πέρσαι τὸ κίχρασθαι ὡς ἀπατηλόν τε καὶ φιλοψευδές. ἔθους δὲ χρονίου τοὺς τόκους βεβαιοῦντος, οἱ μὲν κατὰ τὸ ἔθος ᾔτουν, οἱ δὲ οἷον ἐκ πολέμων τε καὶ στάσεων ἀνεβάλλοντο τὰς ἀποδόσεις· εἰσὶ δʼ οἳ καὶ τὴν ζημίαν τοὺς δανείσαντας ἐκτίσειν ἐπηπείλουν. ὅ τε στρατηγὸς Ἀσελλίων, ᾧ ταῦτα προσέκειτο, ἐπεὶ διαλύων αὐτοὺς οὐκ ἔπειθεν, ἐδίδου κατʼ ἀλλήλων αὐτοῖς δικαστήρια, τὴν ἐκ τοῦ νόμου καὶ ἔθους ἀπορίαν ἐς τοὺς δικαστὰς περιφέρων. οἱ δανεισταὶ δὲ χαλεπήναντες, ὅτι τὸν νόμον παλαιὸν ὄντα ἀνεκαίνιζε, κτείνουσιν αὐτὸν ὧδε· ὁ μὲν ἔθυε τοῖς Διοσκούροις3 ἐν ἀγορᾷ, τοῦ πλήθους ὡς ἐπὶ θυσίᾳ περιστάντος· ἑνὸς δὲ λίθου τὸ πρῶτον ἐπʼ αὐτὸν ἀφεθέντος, ἔρριψε τὴν φιάλην καὶ ἐς τὸ τῆς Ἑστίας ἱερὸν ἵετο δρόμῳ. οἱ δὲ αὐτὸν προλαβόντες τε ἀπέκλεισαν ἀπὸ τοῦ ἱεροῦ καὶ καταφυγόντα ἔς τι πανδοχεῖον ἔσφαξαν. πολλοί τε τῶν διωκόντων ἐς τὰς παρθένους αὐτὸν ἡγούμενοι καταφυγεῖν ἐσέδραμον, ἔνθα μὴ θέμις ἦν ἀνδράσιν. οὕτω μὲν καὶ Ἀσελλίων στρατηγῶν τε καὶ σπένδων καὶ ἱερὰν καὶ ἐπίχρυσον ἐσθῆτα ὡς ἐν θυσίᾳ περικείμενος ἀμφὶ δευτέραν ὥραν ἐσφάζετο ἐν ἀγορᾷ μέσῃ παρὰ ἱεροῖς. καὶ ἡ σύγκλητος ἐκήρυσσεν, εἴ τίς τι περὶ τὸν Ἀσελλίωνος φόνον ἐλέγξειεν, ἐλευθέρῳ μὲν ἀργύριον, δούλῳ δὲ ἐλευθερίαν, συνεγνωκότι δὲ ἄδειαν· οὐ μὴν ἐμήνυσεν οὐδείς, τῶν δανειστῶν περικαλυψάντων.

与此同时,在罗马城内,债权人与债务人之间爆发了纷争。一方要求偿还本金和利息,而某部古老的法律却明文规定不得计息放贷,否则放贷者须受罚款。因为在我看来,古代罗马人正如希腊人一样,对放贷深恶痛绝,认为这是一种市侩行径,对穷人压榨过甚,且容易挑起纷争、树立怨仇;正如波斯人同样出于这种缘故,将借债视为欺诈和易生谎言之事。然而,由于长期的习俗使得收取利息得到了确认,债权人便依据习俗索要利息,而债务人则以战争和内讧为由推迟偿还;甚至有人扬言要迫使放贷者缴纳罚金。 主管此事的裁判官阿塞利奥在劝和无果后,便允许他们相互向法院提起诉讼,将法律与习俗之间的矛盾难题转交由陪审官裁决。放贷者们因他恢复早已废弃的古法而大为恼怒,遂用以下方式将他杀害:当时他正在广场上向狄俄斯库里献祭,民众正如观看祭礼时那样环立四周;当第一枚石块向他砸来时,他扔下祭盏,拔足奔向维斯塔神庙。但凶手们抢先拦住了他的去路,将他阻挡在神庙之外,并在他逃入一家小客店时将他刺杀。许多追杀者以为他逃到了维斯塔贞女的住处,便冲入了男子依律不得擅入之地。就这样,阿塞利奥作为现任裁判官,正在行奠酒礼,身着祭典专用的金丝圣袍,大约在第二时辰的罗马广场中央、神圣仪式之旁被残忍刺杀。元老院发出告示宣告:若有人揭发与阿塞利奥遇害案有关的情报,是自由人则赐予金钱,是奴隶则赐予自由,若是同谋则免予治罪。然而,由于放贷者们极力掩盖,终究无人出面告发。

语法注3 条
  1. 1653τοῦ μὴ τοῖς ἀρχαίοις ἀναμεμιγμένοι ἐπικρατεῖν ἐν ταῖς χειροτονίαις, πλέονες ὄντες

    表示目的的属格冠词加不定式结构(τοῦ μή + 不定式 ἐπικρατεῖν)。主节主语(新公民)与不定式的修饰分词及表语在主格上保持一致(ἀναμεμιγμένοι, πλέονες ὄντες),整句表达其政治企图:“以免他们若与老公民混杂在一起,因人数占优而在投票表决中居于主导”。

  2. 1654οἱ χρῆσται πρὸς ἀλλήλους ἐστασίασαν

    名词 χρῆσται 通常意为“债权人(放贷者)”,但从后文紧接的“οἱ μὲν... οἱ δὲ...”(一方要求计息追索,另一方延期偿还)这一对立结构可以看出,此处该词作为总括性表达,涵盖了借贷双方,即指“债权人与债务人双方”。

  3. 1654ὧδε· ὁ μὲν ἔθυε τοῖς Διοσκούροις

    副词 ὧδε 为下指(cataphoric),引出下文对谋杀过程的具体叙述。其后的句式通过 μέν... δέ 的对应关系(ὁ μὲν ἔθυε... ἑνὸς δὲ λίθου... ἀφεθέντος... ἵετο)展开,生动刻画了事态由庄严的祭祀骤然转变为暴力追杀的过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1652-1654