← 阿庇安

内战记

§1649-1651

向同盟者授予公民权与苏拉的连番胜利

元老院为防止同盟者战争扩大,向保持忠诚的同盟者授予公民权,却将其限制在排在最后投票的新设部族中,埋下了日后内讧的隐患;与此同时,苏拉大败克洛恩提乌斯军,并连破希尔皮尼人与萨姆奈特人,攻克了博维亚努姆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1649

καὶ τάδε μὲν ἀμφὶ τὴν Ἰταλίαν ἦν τὴν περὶ τὸν Ἰόνιον· αἰσθόμενοι δʼ αὐτῶν οἱ ἐπὶ θάτερα τῆς Ῥώμης Τυρρηνοὶ καὶ Ὀμβρικοὶ καὶ ἄλλα τινὰ αὐτοῖς ἔθνη γειτονεύοντα, πάντες ἐς ἀπόστασιν ἠρεθίζοντο. δείσασα οὖν ἡ βουλή, μὴ ἐν κύκλῳ γενόμενος αὐτοῖς ὁ πόλεμος ἀφύλακτος ᾖ, τὴν μὲν θάλασσαν ἐφρούρει τὴν ἀπὸ Κύμης ἐπὶ τὸ ἄστυ διʼ ἀπελευθέρων, τότε πρῶτον ἐς στρατείαν διʼ ἀπορίαν ἀνδρῶν καταλεγέντων, Ἰταλιωτῶν δὲ τοὺς ἔτι ἐν τῇ συμμαχίᾳ παραμένοντας ἐψηφίσατο εἶναι πολίτας, οὗ δὴ μάλιστα μόνον οὐ πάντες ἐπεθύμουν. καὶ τάδε ἐς Τυρρηνοὺς περιέπεμπεν, οἱ δὲ ἄσμενοι τῆς πολιτείας μετελάμβανον. καὶ τῇδε τῇ χάριτι ἡ βουλὴ τοὺς μὲν εὔνους εὐνουστέρους ἐποίησε, τοὺς δὲ ἐνδοιάζοντας ἐβεβαιώσατο, τοὺς δὲ πολεμοῦντας ἐλπίδι τινὶ τῶν ὁμοίων πραοτέρους ἐποίησεν. Ῥωμαῖοι μὲν δὴ τούσδε τοὺς νεοπολίτας οὐκ ἐς τὰς πέντε καὶ τριάκοντα φυλάς, αἳ τότε ἦσαν αὐτοῖς, κατέλεξαν, ἵνα μὴ τῶν ἀρχαίων πλέονες ὄντες ἐν ταῖς χειροτονίαις ἐπικρατοῖεν, ἀλλὰ δεκατεύοντες ἀπέφηναν ἑτέρας,1 ἐν αἷς ἐχειροτόνουν ἔσχατοι. καὶ πολλάκις αὐτῶν ἡ ψῆφος ἀχρεῖος ἦν, ἅτε τῶν πέντε καὶ τριάκοντα προτέρων τε καλουμένων καὶ οὐσῶν ὑπὲρ ἥμισυ. ὅπερ ἢ λαθὸν αὐτίκα ἢ καὶ ὣς αὐτὸ ἀγαπησάντων τῶν Ἰταλιωτῶν ὕστερον ἐπιγνωσθὲν ἑτέρας στάσεως ἦρξεν.2

在伊奥尼亚海附近的意大利一侧,情况大抵如此。然而,位于罗马另一侧的伊特鲁里亚人、翁布里亚人以及与他们相邻的其他一些部族获悉这些消息后,全都蠢蠢欲动,企图叛乱。元老院因担心战火四面包围自己而难以防范,便派人在从库迈到罗马城的海岸线进行布防,动用的是因兵源匮乏而在当时首次被征召入伍的被释奴隶;同时,元老院投票决定将公民权授予那些仍留在同盟中的意大利人——这正是几乎所有人最渴望得到的待遇。元老院把这项决定通报给伊特鲁里亚人,他们欣然接受了公民权。通过这一恩惠,元老院使亲善者更为忠诚,使犹疑者坚定立场,并使交战者因有望获得同等待遇而态度缓和。然而,罗马人并未将这些新公民编入当时的三十五个部族,以免他们因人数超过原公民而在投票表决中占据优势,而是另设了十个部族,让他们在其中排在最后投票。他们的选票往往毫无用处,因为原有的三十五个部族不仅先被召集投票,而且其数量已经超过了半数。这一安排在当时要么未被察觉,要么是意大利人暂时予以接受,但后来一旦被看清,便成了另一次内讧的根源。

§1650

οἱ δὲ περὶ τὸν Ἰόνιον οὔπω τὴν Τυρρηνῶν μετάνοιαν ἐγνωκότες μυρίους καὶ πεντακισχιλίους ὁδὸν ἀτριβῆ καὶ μακρὰν ἐς τὴν Τυρρηνίαν ἐπὶ συμμαχίᾳ περιέπεμπον. καὶ αὐτοῖς ἐπιπεσὼν Γναῖος Πομπήιος, ὕπατος ὢν ἤδη, διέφθειρεν ἐς πεντακισχιλίους· καὶ τῶν λοιπῶν ἐς τὰ σφέτερα διὰ ἀπόρου χώρας καὶ χειμῶνος ἐπιπόνου διατρεχόντων οἱ ἡμίσεις βαλανηφαγοῦντες διεφθάρησαν. τοῦ δʼ αὐτοῦ χειμῶνος Πόρκιος μὲν Κάτων, ὁ σύναρχος τοῦ Πομπηίου, Μάρσοις πολεμῶν ἀνῃρέθη. Λεύκιος δὲ Κλοέντιος Σύλλᾳ περὶ τὰ Πομπαῖα ὄρη στρατοπεδεύοντι μάλα καταφρονητικῶς ἀπὸ σταδίων τριῶν παρεστρατοπέδευε. καὶ ὁ Σύλλας τὴν ὕβριν οὐκ ἐνεγκὼν οὐδὲ τῶν ἰδίων τοὺς χορτολογοῦντας ἀναμείνας ἐπέδραμε τῷ Κλοεντίῳ. καὶ τότε μὲν ἡττώμενος ἔφευγε, προσλαβὼν δὲ τοὺς χορτολογοῦντας τρέπεται τὸν Κλοέντιον. ὁ δʼ αὐτίκα μὲν πορρωτέρω μετεστρατοπέδευεν, ἀφικομένων δʼ αὐτῷ Γαλατῶν αὖθις ἐπλησίαζε τῷ Σύλλᾳ. καὶ συνιόντων τῶν στρατῶν Γαλάτης ἀνὴρ μεγέθει μέγας προδραμὼν προυκαλεῖτό τινα Ῥωμαίων ἐς μάχην. ὡς δʼ αὐτὸν ὑποστὰς Μαυρούσιος ἀνὴρ βραχὺς ἔκτεινεν, ἐκπλαγέντες οἱ Γαλάται αὐτίκα ἔφευγον. παραλυθείσης δὲ τῆς τάξεως οὐδʼ ὁ ἄλλος ὅμιλος ἔτι τοῦ Κλοεντίου παρέμενεν, ἀλλʼ ἔφευγεν ἐς Νῶλαν ἀκόσμως. καὶ ὁ Σύλλας αὐτοῖς ἑπόμενος ἔκτεινεν ἐς τρισμυρίους ἐν τῷ δρόμῳ καὶ τῶν Νωλαίων αὐτοὺς μιᾷ πύλῃ δεχομένων, ἵνα μὴ οἱ πολέμιοι σφίσι συνεσπέσοιεν,3 ἑτέρους ἔκτεινεν ἀμφὶ τοῖς τείχεσιν ἐς δισμυρίους· καὶ σὺν τοῖσδε Κλοέντιος ἀγωνιζόμενος ἔπεσε.

另一方面,伊奥尼亚海周边的叛军尚未知晓伊特鲁里亚人的变心,便派遣一万五千人取道荒僻崎岖的远路前往伊特鲁里亚实施增援。但已升任执政官的格奈乌斯·庞培突袭了他们,斩杀约五千人;其余人员在险峻的地域和严酷的冬季向本土溃逃,其中半数人靠吃橡实果腹而丧命。同一年冬季,庞培的执政官同僚波尔基乌斯·加图在同马尔西人作战时阵亡。卢基乌斯·克洛恩提乌斯在庞培山脉附近与扎营的苏拉对峙,极其轻蔑地仅在相距三斯塔德处扎下营盘。苏拉无法容忍这种傲慢,甚至没有等待自己外出采割草料的部队归来,便向克洛恩提乌斯发起冲击。当时他战败逃跑,但汇合了采草料的部队后便击溃了克洛恩提乌斯。克洛恩提乌斯随即把营地迁往更远处,但随着高卢援军的赶到,他又再次向苏拉逼近。当两军相向交锋时,一个身材魁梧的高卢壮汉奔向前来,向罗马人中的任一人挑战单挑。然而,一名身材矮小的摩尔人迎战并将他斩杀,高卢人惊恐万分,随即溃逃。阵型瓦解之后,克洛恩提乌斯军中的其余部众也不再坚守,而是乱作一团地逃往诺拉。苏拉一路追击,在半路上斩杀约三万人;诺拉人为了防止敌军一同冲入,只开了一扇城门接纳逃兵,苏拉又在城墙四周斩杀约两万人;克洛恩提乌斯本人亦在此战中力战而亡。

§1651

Σύλλας δʼ ἐς ἔθνος ἕτερον, Ἱρπίνους, μετεστρατοπέδευε καὶ προσέβαλεν Αἰκουλάνῳ. οἱ δὲ Λευκανοὺς προσδοκῶντες αὐτῆς ἡμέρας σφίσιν ἐπὶ συμμαχίαν ἀφίξεσθαι, τὸν Σύλλαν καιρὸν ἐς σκέψιν ᾔτουν. ὁ δʼ αἰσθανόμενος τοῦ τεχνάσματος ὥραν αὐτοῖς ἔδωκε κἀν τῇδε ξυλίνῳ ὄντι τῷ τείχει κληματίδας περιτιθεὶς μετὰ τὴν ὥραν ὑφῆπτεν. οἱ δὲ δείσαντες τὴν πόλιν παρεδίδουν. καὶ τήνδε μὲν ὁ Σύλλας διήρπαζεν ὡς οὐκ εὐνοίᾳ προσελθοῦσαν, ἀλλʼ ὑπʼ ἀνάγκης, τῶν δʼ ἄλλων ἐφείδετο προστιθεμένων, μέχρι τὸ Ἱρπίνων ἔθνος ἅπαν ὑπηγάγετο, καὶ μετῆλθεν ἐπὶ Σαυνίτας, οὐχ ᾗ Μοτίλος, ὁ τῶν Σαυνιτῶν στρατηγός, τὰς παρόδους ἐφύλαττεν, ἀλλʼ ἑτέραν ἀδόκητον ἐκ περιόδου. προσπεσὼν δʼ ἄφνω πολλούς τε ἔκτεινε, καὶ τῶν ὑπολοίπων σποράδην διαφυγόντων ὁ μὲν Μοτίλος τραυματίας ἐς Αἰσερνίαν σὺν ὀλίγοις κατέφυγεν, ὁ δὲ Σύλλας αὐτοῦ τὸ στρατόπεδον ἐξελὼν ἐς Βουάνον παρῆλθεν, ᾗ τὸ κοινοβούλιον ἦν τῶν ἀποστάντων. τρεῖς δʼ ἄκρας τῆς πόλεως ἐχούσης καὶ τῶν Βουάνων ἐς τὸν Σύλλαν ἐπεστραμμένων, περιπέμψας τινὰς ὁ Σύλλας ἐκέλευε καταλαβεῖν, ἥν τινα τῶν ἄλλων δυνηθεῖεν ἄκραν, καὶ καπνῷ τοῦτο σημῆναι. γενομένου δὲ τοῦ καπνοῦ συμβαλὼν τοῖς ἐκ μετώπου καὶ μαχόμενος ὥραις τρισὶ καρτερῶς εἷλε τὴν πόλιν.

随后苏拉移师进逼另一个部族希尔皮尼人,并攻打埃库拉努姆。该城居民指望卢卡尼亚人当天会赶来支援他们,便向苏拉请求给予时间考虑。苏拉识破了这一缓兵之计,便宽限他们一个小时,并趁此期间将柴捆堆在木制的城墙四周,时限一过便纵火焚烧。居民大为惊恐,遂献出城市。苏拉洗劫了这座城市,理由是它并非出于善意而是被迫投降;但他对主动归顺的其他城镇予以宽贷,直到彻底降服了希尔皮尼人的全部土地。接着他转而进攻萨姆奈特人,他并未走萨姆奈特将领穆提卢斯把守隘口的那条路,而是走了一条出其不意的迂回路。苏拉突然杀到,斩杀多人;其余残部四散奔逃,负伤的穆提卢斯仅带少数人逃往埃塞尔尼亚。苏拉夺取了敌军营寨后,进逼叛军设立总议会的博维亚努姆。该城有三座卫城,当博维亚努姆人的注意力全被正面的苏拉吸引时,苏拉派遣一部分部队迂回,命他们夺取所能攻下的其余卫城之一,并以烟雾为信号。当烟雾升起时,苏拉与正面的敌人交战,苦战三小时后攻克了该城。

语法注3 条
  1. 1649δεκατεύοντες ἀπέφηναν ἑτέρας

    分词 δεκατεύοντες(分成十份/设立十个)修饰谓语动词 ἀπέφηναν ἑτέρας,意为“另行设立了十个新部族”。关于新公民部族的数量在史料中有八个或十个的不同记载,但从句法上看,该分词明确配合主语修饰谓语动作,表示设立新部族(ἑτέρας)的方式与数量。

  2. 1649ὅπερ ἢ λαθὸν αὐτίκα ἢ καὶ ὣς αὐτὸ ἀγαπησάντων τῶν Ἰταλιωτῶν ὕστερον ἐπιγνωσθὲν ἑτέρας στάσεως ἦρξεν

    全句的主语是中性关系代词 ὅπερ(这一举措),其谓语动词为 ἦρξεν。修饰主语的是两个中性主格单数分词 λαθόν 和 ὕστερον ἐπιγνωσθέν。而在两者之间,插入了属格绝对结构 ἢ καὶ ὣς αὐτὸ ἀγαπησάντων τῶν Ἰταλιωτῶν,并通过 ἢ ... ἤ 与主格分词并列,构成了主格分词与属格绝对结构不对称并置的句式交叉(破格构词)。

  3. 1650τῶν Νωλαίων αὐτοὺς μιᾷ πύλῃ δεχομένων, ἵνα μὴ οἱ πολέμιοι σφίσι συνεσπέσοιεν

    τῶν Νωλαίων ... δεχομένων 为表示伴随状况的属格绝对结构。μιᾷ πύλῃ 为表示方式或处所的与格(“通过唯一的一扇城门”)。目的从句 ἵνα μὴ ... συνεσπέσοιεν 中的希求法动词是受主句过去时态(ἔκτεινεν)引导的次生时态希求法,间接反身代词 σφίσι 指代属格绝对结构的主体诺拉人(οἱ Νωλαῖοι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1649-1651