← 阿庇安

内战记

§1644-1648

凯皮奥阵亡与阿斯库卢姆之围

凯皮奥中庞佩狄乌斯之计阵亡,塞克斯图斯·恺撒在败退后重整旗鼓。与此同时,马略与苏拉击溃马尔西人;在皮凯努姆方向,庞培击溃拉弗雷尼乌斯并围困阿斯库卢姆,入城救援的维达基利乌斯悲壮自尽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1644

Ῥουτιλίῳ μὲν δὴ διάδοχος ἐπὶ τὸ λοιπὸν τοῦ ἔτους1 οὐκ ἐγένετο, Σέξστου Καίσαρος οὐκ ἀγαγόντος σχολὴν διαδραμεῖν ἐπὶ ἀρχαιρέσια ἐς Ῥώμην· τῆς δʼ ὑπʼ αὐτῷ στρατιᾶς ἡ βουλὴ προσέταξεν ἄρχειν Γάιόν τε Μάριον καὶ Κόιντον Καιπίωνα. τούτῳ τῷ Καιπίωνι Κόιντος Ποπαίδιος ὁ ἀντιστράτηγος οἷά τις αὐτόμολος προσέφυγεν, ἄγων καὶ διδοὺς ἐνέχυρον δύο βρέφη δοῦλα, καθάπερ υἱεῖς, ἐσκευασμένα ἐσθῆσι περιπορφύροις· ἐς δὲ πίστιν ἔφερε καὶ μάζας ἐκ μολύβδου, χρυσῷ καὶ ἀργύρῳ περιβεβλημένας· καὶ ἐδεῖτο κατὰ σπουδὴν αὑτῷ τὸν Καιπίωνα ἕπεσθαι μετὰ τῆς στρατιᾶς ὡς καταληψόμενον αὑτοῦ τὸ στρατόπεδον ἔρημον ἔτι ἄρχοντος.2 Καιπίων μὲν δὴ πειθόμενος εἵπετο, Ποπαίδιος δὲ πλησίον τῆς ἐσκευασμένης ἐνέδρας γενόμενος ἀνέδραμεν ἔς τινα λόφον ὡς κατοψόμενος τοὺς πολεμίους καὶ σημεῖον αὐτοῖς ἐπῇρεν. οἱ δὲ ἐκφανέντες αὐτόν τε Καιπίωνα καὶ πολλοὺς σὺν αὐτῷ κατέκοψαν· καὶ τὸ λοιπὸν τῆς στρατιᾶς Καιπίωνος ἡ σύγκλητος Μαρίῳ προσέζευξεν.

在当年剩余的时间里,鲁蒂利乌斯并没有继任者,因为塞克斯图斯·恺撒无暇奔赴罗马主持执政官选举;元老院遂指令盖乌斯·马略与昆图斯·凯皮奥共同统领鲁蒂利乌斯麾下的军队。敌军将领昆图斯·庞佩狄乌斯装作叛逃者的模样投奔这位凯皮奥,带来并交出两名奴隶童子作为人质,给他们穿上饰有紫边的长袍,俨然如同自己的亲生儿子;为了博取信任,他还带来了镀上金银的铅块。他恳求凯皮奥率军紧急跟随自己,以便在自己的营垒仍旧没有指挥官时将其夺取。凯皮奥信以为真,便跟随而去;但当庞佩狄乌斯接近预先设下的伏击圈时,他跑上一座小山,假装侦察敌情,并向伏兵发出信号。伏兵现身,斩杀了凯皮奥本人以及与他同行的许多人;元老院遂将凯皮奥部队的残部并入了马略军中。

§1645

Σέξστος δὲ Καῖσαρ μετὰ τρισμυρίων πεζῶν καὶ ἱππέων πεντακισχιλίων διεξιών τινα φάραγγα καὶ κρημνούς, ἄφνω προσπεσόντος αὐτῷ Μαρίου Ἐγνατίου, ἐς τὴν φάραγγα περιωσθεὶς ἔφυγεν ἐπὶ κλίνης διὰ νόσον ἐπί τινα ποταμόν, οὗ μία γέφυρα ἦν· καὶ ἐνταῦθα τὸ πλέον τῆς στρατιᾶς ἀπολέσας καὶ τῶν ὑπολοίπων τὰ ὅπλα, μόλις ἐς Τεανὸν καταφυγὼν ὥπλιζεν, οὓς ἔτι εἶχεν, ὡς ἐδύνατο. ἑτέρου δὲ πλήθους αὐτῷ κατὰ σπουδὴν ἐπελθόντος, ἐπὶ Ἀχέρρας ἔτι πολιορκουμένας ὑπὸ τοῦ Παπίου μετῄει.

塞克斯图斯·恺撒率领三万步兵和五千骑兵穿过一条峡谷和险峻之地时,突遭马略·埃格纳蒂乌斯的袭击,被逼入峡谷中;他因患病躺在卧榻上逃往某条只有一座桥梁的河流。在那里他丧失了大半军队以及其余人的武器,勉强逃入泰阿努姆,尽力为残存的人员配备装备。随着另一支大军火速赶来增援,他便向仍被帕皮乌斯围困的阿凯拉埃进发。

§1646

καὶ οἵδε μὲν ἀλλήλοις ἀντιστρατοπεδεύοντες οὐκ ἐπεχείρουν οὐδέτερος οὐδετέρῳ διὰ φόβον· Μάρσους δὲ Κορνήλιος Σύλλας καὶ Γάιος Μάριος ἐπιθεμένους σφίσι συντόνως ἐδίωκον, μέχρι θριγκοῖς ἀμπέλων ἐμπεσεῖν αὐτούς· καὶ Μάρσοι μὲν τοὺς θριγκοὺς κακοπαθῶς ὑπερέβαινον, Μαρίῳ δὲ καὶ Σύλλᾳ διώκειν ὑπὲρ τούτους οὐκ ἔδοξεν. Κορνήλιος δὲ Σύλλας ἐπὶ θάτερα τῶνδε τῶν ἀμπέλων στρατοπεδεύων, αἰσθόμενος τοῦ γεγονότος ὑπήντα τοῖς ἐκφεύγουσι τῶν Μάρσων καὶ πολλοὺς καὶ ὅδε ἀπέκτεινεν, ὡς τὸν φόνον ἐκείνης τῆς ἡμέρας γενέσθαι περὶ πλείους ἑξακισχιλίων, ὅπλα δʼ ὑπὸ Ῥωμαίων ληφθῆναι πολὺ πλείονα. Μάρσοι μὲν δὴ δίκην θηρίων, τῷ πταίσματι προσαγανακτοῦντες, αὖθις ὡπλίζοντο καὶ παρεσκευάζοντο αὐτοῖς ἐπιέναι, προεπιχειρεῖν μὴ θαρροῦσι μηδὲ ἄρχειν μάχης·3 ἔστι γὰρ τὸ ἔθνος πολεμικώτατον, καὶ φασι κατʼ αὐτοῦ θρίαμβον ἐπὶ τῷδε τῷ πταίσματι γενέσθαι μόνῳ, λεγόμενον πρότερον οὔτε κατὰ Μάρσων οὔτε ἄνευ Μάρσων γενέσθαι θρίαμβον.4

双方营垒相对,皆因畏惧而不敢向对方发起进攻。但当马尔西人发起进攻时,科尔内利乌斯·苏拉与盖乌斯·马略奋力追击,直到将他们逼入葡萄园的围墙边;马尔西人吃力地翻过围墙,而马略与苏拉认为不宜越墙追击。然而,在这些葡萄园另一侧扎营的科尔内利乌斯·苏拉察觉到了所发生的事情,迎击败逃的马尔西人,他也斩杀了许多人,以致那一天的被杀者超过六千人,而罗马人缴获的兵刃则远多于此数。 马尔西人如同野兽一般,因这次挫败而更加狂怒,再次武装起来,准备向不敢率先发动进攻或挑起战斗的罗马人进军。因为这个部族极其好战,据说针对他们仅在这次挫败上举行过凯旋式,而在此之前流传的说法是:既没有战胜马尔西人的凯旋式,也没有没有马尔西人参与的凯旋式。

§1647

περὶ δὲ τὸ Φάλερνον ὄρος Γναῖον Πομπήιον Οὐιδακίλιος καὶ Τίτος Λαφρήνιος καὶ Πόπλιος Οὐέττιος, ἐς ταὐτὸν ἀλλήλοις συνελθόντες, ἐτρέποντο καὶ κατεδίωκον ἐς πόλιν Φίρμον. καὶ οἱ μὲν αὐτῶν ἐφʼ ἕτερα ᾤχοντο, Λαφρήνιος δὲ παρεκάθητο Πομπηίῳ ἐς τὸ Φίρμον κατακεκλεισμένῳ. ὁ δʼ αὐτίκα μὲν ὁπλίζων τοὺς ὑπολοίπους ἐς χεῖρας οὐκ ᾔει, προσελθόντος δὲ ἑτέρου στρατοῦ Σουλπίκιον περιέπεμπεν ὀπίσω τοῦ Λαφρηνίου γενέσθαι καὶ αὐτὸς κατὰ μέτωπον ἐπῄει. γενομένης δʼ ἐν χερσὶ τῆς μάχης καὶ πονουμένοιν ἀμφοῖν, ὁ Σουλπίκιος ἐνεπίμπρη τὸ τῶν πολεμίων στρατόπεδον, καὶ τοῦθʼ οἱ πολέμιοι κατιδόντες ἐς Ἄσκλον ἔφευγον, ἀκόσμως ἅμα καὶ ἀστρατηγήτως· Λαφρήνιος γὰρ ἐπεπτώκει μαχόμενος. Πομπήιος δὲ καὶ τὸ Ἄσκλον ἐπελθὼν ἐπολιόρκει.

在法勒尔努斯山附近,维达基利乌斯、提图斯·拉弗雷尼乌斯与普布利乌斯·韦蒂乌斯联合起来,击溃了格奈乌斯·庞培,并将他追逼至菲尔穆姆城。随后他们中的一些人前往别处,而拉弗雷尼乌斯则扎营围困被封锁在菲尔穆姆城内的庞培。庞培起初虽然为余部装备了武器,但并未交锋;及至另一支军队赶来,他便派遣苏尔皮基乌斯绕到拉弗雷尼乌斯背后,自己则从正面出击。当短兵相接的战斗展开、双方陷入苦战之际,苏尔皮基乌斯纵火焚烧了敌军的营垒;敌军目睹此景,便溃乱而群龙无首地逃往阿斯库卢姆,因为拉弗雷尼乌斯已在激战中阵亡。庞培亦进逼阿斯库卢姆并围攻该城。

§1648

πατρὶς δʼ ἦν Οὐιδακιλίου τὸ Ἄσκλον, καὶ δεδιὼς ὑπὲρ αὐτῆς ἠπείγετο, σπείρας ἄγων ὀκτώ. προπέμψας τε τοῖς Ἀσκλαίοις ἐκέλευεν, ὅταν αὑτὸν ἴδωσι πόρρωθεν ἐπιόντα, ἐκδραμεῖν ἐπὶ τοὺς περικαθημένους, ὡς τὸν ἀγῶνα τοῖς ἐχθροῖς ἑκατέρωθεν γενέσθαι· ἀλλὰ Ἀσκλαῖοι μὲν ἀπώκνησαν, ὁ δὲ Οὐιδακίλιος καὶ ὣς ἐς τὴν πόλιν διὰ μέσων τῶν πολεμίων ἐσδραμὼν μεθʼ ὅσων ἐδυνήθη, ὠνείδισε μὲν αὐτοῖς τὴν ἀτολμίαν καὶ δυσπείθειαν, οὐκ ἐλπίζων δʼ ἔτι τὴν πόλιν περιέσεσθαι, τοὺς μὲν ἐχθρούς, οἳ τέως αὐτῷ διεφέροντο καὶ τότε διὰ φθόνον τὸ πλῆθος ἐς ἃ παρήγγελλεν ἀπέτρεψαν, ἔκτεινε πάντας· ἐν δὲ ἱερῷ πυρὰν νήσας καὶ κλίνην ἐπιθεὶς ἐπὶ τῇ πυρᾷ, παρευωχήθη σὺν τοῖς φίλοις καὶ προϊόντος τοῦ πότου φάρμακόν τε προσηνέγκατο καὶ κατακλίνας αὑτὸν ἐπὶ τῆς πυρᾶς ἐκέλευσε τοῖς φίλοις ἅψαι τὸ πῦρ· καὶ Οὐιδακίλιος μὲν ὧδε φιλοτιμηθεὶς πρὸ τῆς πατρίδος ἀποθανεῖν κατελύθη, Σέξστος δὲ Καῖσαρ ἐξήκοντος αὐτῷ τοῦ χρόνου τῆς ἀρχῆς ἀνθύπατος ὑπὸ τῆς βουλῆς αἱρεθεὶς ἐπέδραμεν ἀνδράσι δισμυρίοις μεταστρατοπεδεύουσί ποι καὶ ἔκτεινεν αὐτῶν ἐς ὀκτακισχιλίους ὅπλα τε πολὺ πλειόνων ἔλαβε. χρονίου δʼ αὐτῷ τῆς περὶ τὸ Ἄσκλον οὔσης πολιορκίας,5 ἀποθνῄσκων ἐκ νόσου ἀντιστράτηγον ἀπέφηνε Γάιον Βαίβιον.

阿斯库卢姆是维达基利乌斯的故乡,他因担忧故乡而率领八个步兵大队急进救援。他预先派人向阿斯库卢姆人传令,要求他们在望见自己从远方逼近时,立即向包围者杀出,以便从两侧向敌人发起夹击;但阿斯库卢姆人犹豫不决。维达基利乌斯依然率领其所能率领的人数穿过敌阵冲入城内,痛斥他们的怯懦与不顺从;但他不再指望该城能够保全,便将素来与自己不和、且当时因嫉妒而唆使民众违抗其号令的政敌尽数处死。接着他在神域内筑起火葬柴堆,将卧榻置于柴堆之上,与友人们饮宴;酒过数巡,他服下毒药,躺在柴堆上,命友人们点起火来。维达基利乌斯就这样以能为祖国捐躯为荣而死去了。塞克斯图斯·恺撒在任期届满后被元老院任命为资深执政官,他袭击了正在转移营地的两万人,斩杀了约八千人,并缴获了远多于此数之人的武器。但由于他在阿斯库卢姆周围的围攻拖延日久,他在因病垂危之际指定盖乌斯·贝比乌斯为副将。

语法注5 条
  1. 1644ἐπὶ τὸ λοιπὸν τοῦ ἔτους

    介词 ἐπί 接表示时间延续的宾格 τὸ λοιπόν,构成副词短语,意为“在当年剩余的时间里”。

  2. 1644ὡς καταληψόμενον αὑτοῦ τὸ στρατόπεδον ἔρημον ἔτι ἄρχοντος

    小词 ὡς 连用将来分词 καταληψόμενον 修饰宾语 τὸν Καιπίωνα,表示托辞或目的(“以便凯皮奥占领……”)。ἔρημον 作表语性形容词,带表示缺乏的属格 ἄρχοντος(“仍缺乏指挥官”)。

  3. 1646προεπιχειρεῖν μὴ θαρροῦσι μηδὲ ἄρχειν μάχης

    带否定词的现在分词短语 μὴ θαρροῦσι 为与格,修饰前文代词 αὐτοῖς(依上下文指罗马军),意为“向不敢率先发动进攻或挑起战斗的人(罗马人)”。

  4. 1646λεγόμενον πρότερον οὔτε κατὰ Μάρσων οὔτε ἄνευ Μάρσων γενέσθαι θρίαμβον

    中性分词 λεγόμενον 作插入性的非人称独立宾格结构,统领带不定词 γενέσθαι θρίαμβον 的间接引语,引用了罗马著名的谚语:“既没有战胜马尔西人的凯旋式,也没有没有马尔西人参与的凯旋式”。

  5. 1648χρονίου δʼ αὐτῷ τῆς περὶ τὸ Ἄσκλον οὔσης πολιορκίας

    属格绝对结构(χρονίου... οὔσης πολιορκίας)中嵌入了表示关涉的与格代词 αὐτῷ(指塞克斯图斯·恺撒),意为“由于阿斯库卢姆周围的围困对他而言拖延日久”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1644-1648