- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1542-1543
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕皮乌斯攻取诺拉等坎帕尼亚诸城并围攻阿凯拉埃,后遭塞克斯图斯·恺撒击退;执政官鲁蒂利乌斯则在横渡利里斯河时遭韦蒂乌斯·斯卡托伏击阵亡。
Γάιος δὲ Πάπιος Νῶλάν τε εἷλεν ἐκ προδοσίας καὶ τοῖς ἐν αὐτῇ Ῥωμαίοις, δισχιλίοις οὖσιν, ἐκήρυξεν, εἰ μεταθοῖντο, στρατεύσειν ἑαυτῷ.1 καὶ τούσδε μὲν ὁ Πάπιος μεταθεμένους ἐστράτευεν·2 οἱ δʼ ἡγεμόνες αὐτῶν οὐχ ὑπακούσαντες τῷ κηρύγματι ἐλήφθησαν αἰχμάλωτοι καὶ λιμῷ πρὸς τοῦ Παπίου διεφθάρησαν. Πάπιος δὲ καὶ Σταβίας εἷλε καὶ Μινέρουιον καὶ Σάλερνον, ἣ Ῥωμαίων ἄποικος ἦν· καὶ τοὺς ἐξ αὐτῶν αἰχμαλώτους τε καὶ δούλους ἐστράτευεν. ὡς δὲ καὶ Νουκερίας τὰ ἐν κύκλῳ πάντα κατέπρησεν, αἱ πλησίον αὐτῷ πόλεις καταπλαγεῖσαι προσετίθεντο στρατιάν τε αἰτοῦντι παρέσχον ἐς μυρίους πεζοὺς καὶ ἱππέας χιλίους· μεθʼ ὧν ὁ Πάπιος Ἀχέρραις παρεκάθητο. Σέξστου δὲ Καίσαρος Γαλατῶν πεζοὺς μυρίους καὶ Νομάδας Μαυρουσίους ἱππέας καὶ πεζοὺς προσλαβόντος τε καὶ χωροῦντος ἐπὶ τὰς Ἀχέρρας, ὁ Πάπιος Ὀξύνταν, υἱὸν Ἰογόρθου τοῦ Νομάδων ποτὲ βασιλέως, ὑπὸ Ῥωμαίων ἐν Οὐενουσίᾳ φυλαττόμενον, ἤγαγεν ἐκ τῆς Οὐενουσίας καὶ περιθεὶς αὐτῷ πορφύραν βασιλικὴν ἐπεδείκνυ θαμινὰ τοῖς Νομάσι τοῖς σὺν Καίσαρι. πολλῶν δʼ ὡς πρὸς ἴδιον βασιλέα αὐτομολούντων ἀθρόως, τοὺς μὲν λοιποὺς τῶν Νομάδων ὡς ὑπόπτους ὁ Καῖσαρ ἐς Λιβύην ἀπέπεμψε, Παπίου δὲ πελάσαντος αὐτῷ σὺν καταφρονήσει καὶ μέρος ἤδη τοῦ χάρακος διασπῶντος, τοὺς ἱππέας ἐκπέμψας κατʼ ἄλλας πύλας ἔκτεινε τοῦ Παπίου περὶ ἑξακισχιλίους. καὶ ἐπὶ τῷδε Καῖσαρ μὲν ἐξ Ἀχερρῶν ἀνεζεύγνυεν, Οὐιδακιλίῳ δʼ ἐν Ἰαπυγίᾳ προσετίθεντο Κανύσιοι καὶ Οὐενούσιοι καὶ ἕτεραι πόλεις πολλαί. τινὰς δὲ καὶ ἀπειθούσας ἐξεπολιόρκει, καὶ τῶν ἐν αὐταῖς Ῥωμαίων τοὺς μὲν ἐπιφανεῖς ἔκτεινε, τοὺς δὲ δημότας καὶ δούλους ἐστράτευε.
盖乌斯·帕皮乌斯通过背叛占领了诺拉,并对城内的两千名罗马士兵宣告,若他们倒戈归顺,便可在其麾下服役。帕皮乌斯将倒戈者编入了自己的军队;但他们的长官没有服从宣告,被俘后被帕皮乌斯活活饿死。帕皮乌斯又攻占了斯塔比亚埃、米涅尔维乌姆以及罗马的殖民地萨莱尔努姆;他将从这些地方缴获的俘虏和奴隶编入了军队。当他又将努凯里亚周围的一切尽数焚毁后,邻近各城邦惊恐万状,纷纷归附,并在他索要兵力时向其提供了约一万步兵和一千骑兵;帕皮乌斯率领这些部队围攻阿凯拉埃。塞克斯图斯·恺撒增补了一万高卢步兵以及努米底亚和毛里塔尼亚的骑兵与步兵,向阿凯拉埃进军。帕皮乌斯便将昔日努米底亚国王朱古达之子奥克辛塔斯——此人当时被罗马人拘押在维努西亚——从维努西亚带出,给他穿上王家紫袍,频频展示给恺撒军中的努米底亚人看。随着许多人如同归顺自己的真正国王一般成群叛逃,恺撒因怀疑其余的努米底亚人而将他们遣送回了利比亚;当帕皮乌斯带着轻蔑之意逼近他,并已经开始拆毁营垒的部分木栅时,恺撒派骑兵从其他门杀出,斩杀了帕皮乌斯麾下约六千人。恺撒因此战而从阿凯拉埃拔营退走;而在雅皮吉亚,卡努西乌姆、维努西亚及其他许多城邦归附了维达基利乌斯。对于不服从的城邦,他也通过围困攻陷了若干座,在城内的罗马人中,他处死了显贵者,而将平民与奴隶编入了军队。
Ῥουτίλιος δὲ ὁ ὕπατος καὶ Γάιος Μάριος ἐπὶ τοῦ Λίριος ποταμοῦ γεφύρας ἐς διάβασιν ἐξ οὐ πολλοῦ διαστήματος ἀπʼ ἀλλήλων ἐπήγνυντο· καὶ Οὐέττιος Σκάτων αὐτοῖς ἀντεστρατοπέδευε παρὰ τὴν Μαρίου μάλιστα γέφυραν ἔλαθέ τε νυκτὸς περὶ τὴν Ῥουτιλίου γέφυραν λόχους ἐν φάραγξιν ἐνεδρεύσας. ἅμα δʼ ἕῳ τὸν Ῥουτίλιον διελθεῖν ὑπεριδὼν ἀνέστησε τὰς ἐνέδρας καὶ πολλοὺς μὲν ἔκτεινεν ἐπὶ τοῦ ξηροῦ, πολλοὺς δʼ ἐς τὸν ποταμὸν κατῶσεν· ὅ τε Ῥουτίλιος αὐτὸς ἐν τῷδε τῷ πόνῳ βέλει τρωθεὶς ἐς τὴν κεφαλὴν μετʼ ὀλίγον ἀπέθανε. καὶ Μάριος, ἐπὶ τῆς ἑτέρας ὢν γεφύρας τὸ συμβὰν ἐκ τῶν φερομένων κατὰ τὸ ῥεῦμα σωμάτων εἰκάσας τοὺς ἐν ποσὶν ὤσατο καὶ τὸ ῥεῦμα περάσας τὸν χάρακα τοῦ Σκάτωνος ὑπʼ ὀλίγων φυλαττόμενον εἷλεν, ὥστε τὸν Σκάτωνα νυκτερεῦσαί τε, ἔνθαπερ ἐνίκησε, καὶ ἀποροῦντα ἀγορᾶς ἀναζεῦξαι περὶ τὴν ἕω. Ῥουτιλίου δὲ τοῦ σώματος καὶ πολλῶν ἄλλων ἐπιφανῶν ἐπὶ ταφὴν ἐς Ῥώμην ἐνεχθέντων ἥ τε ὄψις ἀηδὴς ἦν ὑπάτου καὶ τοσῶνδε ἄλλων ἀνῃρημένων καὶ πολυήμερον ἐπὶ τῷδε πένθος ἠγέρθη. καὶ ἀπὸ τοῦδε ἡ βουλὴ τοὺς ἀποθνῄσκοντας ἐν τοῖς πολέμοις ἔκρινεν, ἔνθαπερ ἂν θάνωσι, θάπτεσθαι, τοῦ μὴ τοὺς λοιποὺς ἐκ τῆς ὄψεως ἀποτρέπεσθαι τῶν στρατειῶν.3 τὸ δʼ αὐτὸ καὶ οἱ πολέμιοι πυθόμενοι περὶ σφῶν ἐψηφίσαντο.
执政官鲁蒂利乌斯与盖乌斯·马略在利里斯河上相距不远之处各自架设桥梁以便渡河;韦蒂乌斯·斯卡托在他们对岸扎营,主要靠近马略的桥,但他乘夜悄悄将伏兵埋伏在鲁蒂利乌斯的桥周围的沟壑中。天明时分,他听任鲁蒂利乌斯渡河后发起了伏击,在陆地上杀死了许多人,又将许多人推入河中;鲁蒂利乌斯本人亦在此次战斗中头部中箭负伤,不久便死去了。在另一座桥上的马略顺着沿水流漂来的尸体推测出发生了变故,便驱退眼前的敌人,渡过水流,攻占了仅由少数人留守的斯卡托营垒;以致斯卡托不得不在他获胜之处露宿过夜,并因缺乏粮草于黎明时分撤退。当鲁蒂利乌斯及许多其他显贵人物的遗体被运回罗马安葬时,目睹一位执政官和如此多的人丧命,景象令人悲恸,因而引发了持久的哀悼。元老院自此决定,战死沙场者应就地掩埋,以免其余的人因目睹此景而对出征服役望而却步。敌军得知此事后,亦为自身作出了同样的决议。
- 1542εἰ μεταθοῖντο, στρατεύσειν ἑαυτῷ
间接引语中的条件句,对应于直接引语的“ἐὰν μεταθῆσθε, στρατεύσετε ἐμοί”。由于主句谓语(ἐκήρυξεν)为过去时态,条件从句变为祈愿语气(μεταθοῖντο),主句使用将来时不定式(στρατεύσειν)。与格 ἑαυτῷ 作利害关系与格,表示“在其麾下服役”。
- 1542ἐστράτευεν
动词 στρατεύω 的主动语态未完成过去时,此处作及物动词与使役用法,意为“编入军队”或“使之从军服役”,与中间语态 στρατεύομαι(服役、出征)形成对照。
- 1543τοῦ μὴ τοὺς λοιποὺς ἐκ τῆς ὄψεως ἀποτρέπεσθαι τῶν στρατειῶν
由定冠词属格 τοῦ 与不定式(ἀποτρέπεσθαι)连用构成的目的结构,带有否定词 μή(“以免其余人因目睹此景而对出征服役望而却步”)。属格 τῶν στρατειῶν 为动词 ἀποτρέπεσθαι 所要求的夺格性/分离属格。
