← 阿庇安

内战记

§1539-1541

同盟者战争的扩大与双方兵力部署

同盟者战争爆发,意大利同盟与罗马各动员了约十万兵力对峙,双方在著名将领的率领下在各地展开了初期的交战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1539

ἐκραγείσης δὲ τῆς ἀποστάσεως ἅπαντα, ὅσα τοῖς Ἀσκλαίοις ἔθνη γείτονα ἦν, συνεξέφαινε τὴν παρασκευήν, Μάρσοι τε καὶ Παιλιγνοὶ καὶ Οὐηστῖνοι καὶ Μαρρουκῖνοι καὶ ἐπὶ τούτοις Πικεντῖνοι καὶ Φρεντανοὶ καὶ Ἱρπῖνοι καὶ Πομπηιανοὶ καὶ Οὐενούσιοι καὶ Ἰάπυγες, Λευκανοί τε καὶ Σαυνῖται, χαλεπὰ Ῥωμαίοις καὶ πρὶν ἔθνη γενόμενα, ὅσα τε ἄλλα ἀπὸ Λίριος ποταμοῦ, ὃν νῦν μοι δοκοῦσι Λίτερνον ἡγεῖσθαι, ἐπὶ τὸν μυχόν ἐστι τοῦ Ἰονίου κόλπου πεζεύοντι καὶ περιπλέοντι.1 πέμψασι δʼ αὐτοῖς ἐς Ῥώμην πρέσβεις αἰτιωμένους, ὅτι πάντα Ῥωμαίοις ἐς τὴν ἀρχὴν συνεργασάμενοι οὐκ ἀξιοῦνται τῆς τῶν βεβοηθημένων πολιτείας, ἡ βουλὴ μάλα καρτερῶς ἀπεκρίνατο, εἰ μεταγινώσκουσι τῶν γεγονότων, πρεσβεύειν ἐς αὐτήν, ἄλλως δὲ μή.2 οἱ μὲν δὴ πάντα ἀπογνόντες ἐς παρασκευὴν καθίσταντο· καὶ αὐτοῖς ἐπὶ τῷ κατὰ πόλιν στρατῷ κοινὸς ἦν ἱππέων τε καὶ πεζῶν ἕτερος ἐς δέκα μυριάδας. καὶ Ῥωμαῖοι τὸν ἴσον αὐτοῖς ἀντεξέπεμπον ἀπό τε σφῶν αὐτῶν καὶ τῶν ἔτι συμμαχούντων σφίσιν ἐθνῶν τῆς Ἰταλίας.

叛乱一旦爆发,与阿斯库卢姆人相邻的所有部族同时亮出了军备:马尔西人、佩利格尼人、韦斯蒂尼人、马鲁奇尼人,此外还有皮肯特人、弗伦塔尼人、希尔皮尼人、庞培人、维努西亚人、雅皮格人,以及卢卡尼亚人和萨姆奈特人——这些过去便令罗马人深感棘手的部族——以及从利里斯河(现在人们似乎视其为利特尔努斯河)直到伊奥尼亚湾深处,无论由陆路行进抑或沿海航行所经的其余各部族。当他们向罗马派出使者,抱怨自己虽然在扩张帝国的各项事业中全力协助罗马人,却被认为不配享有受其协助者的公民权时,元老院极为严厉地答复道:如果他们为已发生的事情感到后悔,便可以向元老院派遣使者,否则便不许来。于是他们绝望于一切和解,全力着手备战;除了各城邦自备的军队之外,他们还拥有一支约十万骑兵和步兵组成的联军。罗马人亦从自身以及仍与其保持同盟的意大利诸部族中,派出了同等规模的军队与他们对抗。

§1540

ἡγοῦντο δὲ Ῥωμαίων μὲν ὕπατοι Σέξστος τε Ἰούλιος Καῖσαρ καὶ Πόπλιος Ῥουτίλιος Λοῦπος· ἄμφω γὰρ ὡς ἐς μέγαν τε καὶ ἐμφύλιον πόλεμον ἐξῄεσαν, ἐπεὶ καὶ τὰς πύλας οἱ ὑπόλοιποι καὶ τὰ τείχη διὰ χειρὸς εἶχον ὡς ἐπʼ οἰκείῳ καὶ γείτονι μάλιστα ἔργῳ. τό τε ποικίλον τοῦ πολέμου καὶ πολυμερὲς ἐνθυμούμενοι ὑποστρατήγους τοῖς ὑπάτοις συνέπεμψαν τοὺς τότε ἀρίστους, ὑπὸ μὲν Ῥουτιλίῳ Γναῖόν τε Πομπήιον, τὸν πατέρα Πομπηίου τοῦ Μάγνου παρονομασθέντος, καὶ Κόιντον Καιπίωνα καὶ Γάιον Περπένναν καὶ Γάιον Μάριον καὶ Οὐαλέριον Μεσσάλαν, ὑπὸ δὲ Σέξστῳ Καίσαρι Πούπλιον Λέντλον, ἀδελφὸν αὐτοῦ Καίσαρος, καὶ Τίτον Δίδιον καὶ Λικίνιον Κράσσον καὶ Κορνήλιον Σύλλαν καὶ Μάρκελλον ἐπὶ τοῖσδε. τοσοίδε μὲν δὴ τοῖς ὑπάτοις διελόμενοι τὴν χώραν ὑπεστρατήγουν. καὶ πάντας ἐπεπορεύοντο οἱ ὕπατοι· καὶ αὐτοῖς οἱ Ῥωμαῖοι καὶ ἑτέρους ὡς ἐς μέγαν ἀγῶνα ἔπεμπον ἑκάστοτε. Ἰταλοῖς δʼ ἦσαν μὲν στρατηγοὶ καὶ κατὰ πόλεις ἕτεροι, κοινοὶ δʼ ἐπὶ τῷ κοινῷ στρατῷ καὶ τοῦ παντὸς αὐτοκράτορες Τίτος Λαφρήνιος καὶ Γάιος Ποντίλιος καὶ Μάριος Ἐγνάτιος καὶ Κόιντος Ποπαίδιος καὶ Γάιος Πάπιος καὶ Μᾶρκος Λαμπώνιος καὶ Γάιος Οὐιδακίλιος καὶ Ἕριος Ἀσίνιος καὶ Οὐέττιος Σκάτων, οἳ τὸν στρατὸν ὁμοίως μερισάμενοι τοῖς Ῥωμαίων στρατηγοῖς ἀντεκαθέζοντο καὶ πολλὰ μὲν ἔδρασαν, πολλὰ δʼ ἔπαθον. ὧν ἑκατέρων, ἐν κεφαλαίῳ φράσαι,3 τὰ ἀξιολογώτατα ἦν τοιάδε.

统领罗马军队的是执政官塞克斯图斯·尤利乌斯·恺撒和普布利乌斯·鲁蒂利乌斯·卢普斯;因为两人出征时宛如面对一场浩大且内战性质的战争,留在城内的其他人亦严加把守城门与城墙,视之为完全发生在身边与近邻的险恶事件。〔罗马人〕虑及战争的变化莫测与战线的错综复杂,便指派当时最杰出的人物作为副将随执政官出征:在鲁蒂利乌斯麾下有格奈乌斯·庞培(即被冠以伟人称号之庞培的父亲)、昆图斯·凯皮奥、盖乌斯·佩尔彭纳、盖乌斯·马略以及瓦勒利乌斯·梅萨拉;在塞克斯图斯·恺撒麾下有普布利乌斯·伦图卢斯(恺撒本人的兄弟)、提图斯·迪迪乌斯、李锡尼·克拉苏、科尔内利乌斯·苏拉,此外还有马尔凯卢斯。如此众多的人分担各方辖区,作为副将辅佐执政官。执政官们巡视各路大军,而罗马人亦因视之为重大较量而不断向他们增派军队。意大利人各城邦虽亦各有将领,但掌控联军并握有全军最高统帅权的是提图斯·拉弗雷尼乌斯、盖乌斯·庞蒂利乌斯、马略·埃格纳蒂乌斯、昆图斯·波派狄乌斯、盖乌斯·帕皮乌斯、马尔库斯·兰波尼乌斯、盖乌斯·维达基利乌斯、赫利乌斯·阿西尼乌斯以及韦蒂乌斯·斯卡托,他们同样分领军队,与罗马诸将对峙;他们立下了诸多战功,亦遭受了诸多打击。概括而言,双方最值得记述的战况如下:

§1541

Οὐέττιος μὲν Σκάτων Σέξστον Ἰούλιον τρεψάμενός τε καὶ δισχιλίους κτείνας ἐπὶ Αἰσερνίαν ἤλασε ῥωμαΐζουσαν· καὶ αὐτὴν οἱ μὲν συντάττοντες, Λεύκιός τε Σκιπίων καὶ Λεύκιος Ἀκίλιος θεραπόντων ἐσθῆτας ὑποδύντες ἀπέδρασαν, χρόνῳ δὲ καὶ λιμῷ παρεστήσαντο οἱ πολέμιοι. Μάριος δὲ Ἐγνάτιος Οὐέναφρον ἑλὼν ἐκ προδοσίας ἔκτεινε δύο Ῥωμαίων σπείρας ἐν αὐτῇ. Πρησενταῖος δὲ Πόπλιος Περπένναν μυρίων ἀνδρῶν ἡγούμενον ἐτρέψατο καὶ ἔκτεινεν ἐς τετρακισχιλίους καὶ τῶν λοιπῶν τοῦ πλέονος μέρους τὰ ὅπλα ἔλαβε· ἐφʼ ὅτῳ Περπένναν Ῥουτίλιος ὕπατος παρέλυσε τῆς στρατηγίας καὶ τὸ μέρος τοῦ στρατοῦ Γαΐῳ Μαρίῳ προσέθηκεν. Μᾶρκος δὲ Λαμπώνιος τῶν ἀμφὶ Λικίνιον Κράσσον ἀνεῖλεν ἐς ὀκτακοσίους καὶ τοὺς λοιποὺς ἐς Γρούμεντον πόλιν συνεδίωξε.

韦蒂乌斯·斯卡托击溃了塞克斯图斯·尤利乌斯并斩杀两千人,进而进逼倒向罗马的埃塞尔尼亚;组织守城的卢基乌斯·西庇阿与卢基乌斯·阿基利乌斯穿上奴隶的衣服逃脱,敌军历经时日以饥饿迫使该城投降。马略·埃格纳蒂乌斯凭借内应攻克韦纳弗鲁姆,杀死了城内的两个罗马步兵大队。普布利乌斯·普赖森蒂乌斯击溃了统率万人的佩尔彭纳,斩杀约四千人,并夺取了其余大部分人的武器;执政官鲁蒂利乌斯因此解除了佩尔彭纳的将职,将其麾下部队划归盖乌斯·马略。马尔库斯·兰波尼乌斯消灭了李锡尼·克拉苏麾下约八百人,并将其余兵力驱赶逼入格鲁门图姆城。

语法注3 条
  1. 1539πεζεύοντι καὶ περιπλέοντι

    视角或参考与格(dativus iudicantis),意为“无论是走陆路还是环海航行的人”。从行旅者的视角修饰前面限定的地理范围(“从利里斯河……直到伊奥尼亚湾深处”)。

  2. 1539εἰ μεταγινώσκουσι τῶν γεγονότων, πρεσβεύειν ἐς αὐτήν, ἄλλως δὲ μή

    由主动词 ἀπεκρίνατο(答复)引出的间接引语结构,包含条件从句与祈使性不定词。不定词 πρεσβεύειν 表达元老院的命令内容(“可以派遣使者”),而在 ἄλλως δὲ μή 后省略了该不定词(“否则便不许派”)。在直接引语中对应于“若你们悔过……则派遣使者,否则便不许”。

  3. 1540ἐν κεφαλαίῳ φράσαι

    限定性不定词(绝对不定词)的独立短语用法,作状语修饰整个句子,意为“概括而言”或“简要地说”。用于引出后续主句 τὰ ἀξιολογώτατα ἦν τοιάδε(最值得记述的战况如下)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1539-1541