← 阿庇安

内战记

§1536-1538

德鲁苏斯遇刺与同盟者战争爆发

德鲁苏斯遇刺身亡,骑士阶层趁机通过瓦里乌斯法,大肆流放和迫害元老院权贵。绝望的意大利各部族遂结盟决意叛乱,随着阿斯库卢姆发生对罗马官员及公民的屠杀,同盟者战争正式爆发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1536

οὕτω μὲν δὴ καὶ οἱ ἱππεῖς καὶ ἡ βουλή, καίπερ ἔχοντες ἀλλήλοις διαφόρως, ἐς τὸ Δρούσου μῖσος συνεφρόνουν, καὶ μόνος ὁ δῆμος ἔχαιρε ταῖς ἀποικίαις. οἱ Ἰταλιῶται δʼ, ὑπὲρ ὧν δὴ καὶ μάλιστα ὁ Δροῦσος ταῦτα ἐτέχναζε, καὶ οἵδε περὶ τῷ νόμῳ τῆς ἀποικίας ἐδεδοίκεσαν, ὡς τῆς δημοσίας Ῥωμαίων γῆς, ἣν ἀνέμητον οὖσαν ἔτι οἱ μὲν ἐκ βίας, οἱ δὲ λανθάνοντες ἐγεώργουν, αὐτίκα σφῶν ἀφαιρεθησομένης, καὶ πολλὰ καὶ περὶ τῆς ἰδίας ἐνοχλησόμενοι.1 Τυρρηνοί τε καὶ Ὀμβρικοὶ ταὐτὰ δειμαίνοντες τοῖς Ἰταλιώταις καί, ὡς ἐδόκει, πρὸς τῶν ὑπάτων ἐς τὴν πόλιν ἐπαχθέντες ἔργῳ μὲν ἐς ἀναίρεσιν Δρούσου, λόγῳ δʼ ἐς κατηγορίαν, τοῦ νόμου φανερῶς κατεβόων καὶ τὴν τῆς δοκιμασίας ἡμέραν ἀνέμενον. ὧν ὁ Δροῦσος αἰσθανόμενός τε καὶ οὐ θαμινὰ προϊών, ἀλλʼ ἔνδον ἐν περιπάτῳ βραχὺ φῶς ἔχοντι χρηματίζων ἀεὶ καὶ περὶ ἑσπέραν τὸ πλῆθος ἀποπέμπων ἐξεβόησεν ἄφνω πεπλῆχθαι καὶ λέγων ἔτι κατέπεσεν. εὑρέθη δὲ ἐς τὸν μηρὸν αὐτῷ σκυτοτόμου μαχαίριον ἐμπεπηγμένον.

这样,骑士与元老院尽管彼此不和,却在对德鲁苏斯的仇恨上达成了一致,唯有平民为殖民地而欣喜。然而,德鲁苏斯本主要为了他们的利益而施展这些计策的意大利人,也同样对殖民法案深感恐惧;因为他们认为,罗马人尚未分配的公有土地——他们中有人靠强力、有人靠隐秘手段一直耕种着的——将立刻从他们手中被夺走,而且他们在自己的私有地产上也必将遭受诸多骚扰。伊特鲁里亚人和翁布里亚人怀着与意大利人相同的恐惧,看似是由执政官们引入城中——名义上是为了控诉法案,实际上是为了刺杀德鲁苏斯——他们公然痛斥该法案,等待着表决之日的到来。德鲁苏斯察觉到了这一切,不再常常外出,而总是在光线昏暗的自家走廊内处理政务;当他傍晚打发人群离去时,突然惊呼自己被刺中了,话音未落便倒在地上。人们发现一把鞋匠用的小刀刺入了他的大腿。

§1537

οὕτω μὲν δὴ καὶ Δροῦσος ἀνῄρητο δημαρχῶν. καὶ οἱ ἱππεῖς ἐπίβασιν ἐς συκοφαντίαν τῶν ἐχθρῶν τὸ πολίτευμα αὐτοῦ τιθέμενοι, Κόιντον Οὐάριον δήμαρχον ἔπεισαν εἰσηγήσασθαι κρίσεις εἶναι κατὰ τῶν τοῖς Ἰταλιώταις ἐπὶ τὰ κοινὰ φανερῶς ἢ κρύφα βοηθούντων, ἐλπίσαντες τοὺς δυνατοὺς ἅπαντας αὐτίκα εἰς ἔγκλημα ἐπίφθονον ὑπάξεσθαι καὶ δικάσειν μὲν αὐτοί, γενομένων δʼ ἐκείνων ἐκποδὼν δυνατώτερον ἔτι τῆς πόλεως ἐπάρξειν. τὸν μὲν δὴ νόμον ἀπαγορευόντων τῶν ἑτέρων δημάρχων μὴ τίθεσθαι, περιστάντες οἱ ἱππεῖς σὺν ξιφιδίοις γυμνοῖς ἐκύρωσαν· ὡς δʼ ἐκεκύρωτο, αὐτίκα τοῖς ἐπιφανεστάτοις τῶν βουλευτῶν ἐπεγράφοντο κατήγοροι. καὶ Βηστίας μὲν οὐδʼ ὑπακούσας ἑκὼν ἔφευγεν ὡς οὐκ ἐκδώσων ἑαυτὸν εἰς χεῖρας ἐχθρῶν, καὶ Κόττας ἐπʼ ἐκείνῳ παρῆλθε μὲν ἐς τὸ δικαστήριον, σεμνολογήσας δὲ ὑπὲρ ὧν ἐπεπολίτευτο, καὶ λοιδορησάμενος τοῖς ἱππεῦσι φανερῶς, ἐξῄει τῆς πόλεως καὶ ὅδε πρὸ τῆς ψήφου· Μούμμιος δʼ, ὁ τὴν Ἑλλάδα ἑλών, αἰσχρῶς ἐνεδρευθεὶς ὑπὸ τῶν ἱππέων ὑποσχομένων αὐτὸν ἀπολύσειν κατεκρίθη φεύγειν καὶ ἐν Δήλῳ διεβίωσεν.

德鲁苏斯就这样亦在保民官任内被杀害了。骑士们以他的政纲作为诬陷政敌的跳板,说服保民官昆图斯·瓦里乌斯提出法案,设立法庭审判那些公然或暗中协助意大利人对抗国家的人;他们期望能立刻将所有权贵置于令人憎恶的罪名之下,由自己担任审判官,并在这些人被清除之后,更为强横地统治城邦。当其他保民官阻止该法律通过时,骑士们手持出鞘的短剑将他们包围,强行通过了法案;而该法一旦确立,最显赫的元老们立即遭到了控告。贝斯蒂亚甚至不应传唤,自愿流亡,决意不将自己交入仇敌之手;紧随其后的科塔虽出庭应诉,但在庄严为自己的政绩辩护并公开辱骂了骑士之后,亦在表决前离开了城邦;征服希腊的穆姆米乌斯听信了骑士们赦免他的许诺而卑劣地中计,被判流放,在提洛岛度过了余生。

§1538

ἐπιπολάζοντος δʼ ἐς πολὺ τοῦ κακοῦ κατὰ τῶν ἀρίστων, ὅ τε δῆμος ἤχθετο τοιῶνδε καὶ τοσάδε εἰργασμένων ἀνδρῶν ἀθρόως ἀφαιρούμενος, καὶ οἱ Ἰταλοὶ τοῦ τε Δρούσου πάθους πυνθανόμενοι καὶ τῆς ἐς τὴν φυγὴν τούτων προφάσεως, οὐκ ἀνασχετὸν σφίσιν ἔτι ἡγούμενοι τοὺς ὑπὲρ σφῶν πολιτεύοντας τοιάδε πάσχειν οὐδʼ ἄλλην τινὰ μηχανὴν ἐλπίδος ἐς τὴν πολιτείαν ἔτι ὁρῶντες, ἔγνωσαν ἀποστῆναι Ῥωμαίων ἄντικρυς καὶ πολεμεῖν αὐτοῖς κατὰ κράτος. κρύφα τε διεπρεσβεύοντο συντιθέμενοι περὶ τῶνδε καὶ ὅμηρα διέπεμπον ἐς πίστιν ἀλλήλοις. ὧν ἐς πολὺ μὲν οὐκ ἐπῄσθοντο Ῥωμαῖοι διὰ τὰς ἐν ἄστει κρίσεις τε καὶ στάσεις· ὡς δʼ ἐπύθοντο, περιέπεμπον ἐς τὰς πόλεις ἀπὸ σφῶν τοὺς ἑκάστοις μάλιστα ἐπιτηδείους, ἀφανῶς τὰ γιγνόμενα ἐξετάζειν. καί τις ἐκ τούτων μειράκιον ὅμηρον ἰδὼν ἐξ Ἄσκλου πόλεως ἐς ἑτέραν ἀγόμενον ἐμήνυσε τῷ περὶ τὰ χωρία ἀνθυπάτῳ Σερουιλίῳ. ἦσαν γάρ, ὡς ἔοικε, τότε καὶ τῆς Ἰταλίας ἄρχοντες ἀνθύπατοι κατὰ μέρη· ὃ καὶ Ἁδριανὸς ἄρα μιμούμενος ὕστερον χρόνῳ πολλῷ, τὴν αὐτοκράτορα ἀρχὴν Ῥωμαίοις ἡγούμενος, ἀνεκαίνισε, καὶ μετʼ αὐτὸν ἐπέμεινεν ἐς βραχύ. ὁ δὲ Σερουίλιος θερμότερον ἐσδραμὼν ἐς τὸ Ἄσκλον καὶ πανηγυρίζουσι τοῖς Ἀσκλαίοις χαλεπῶν ἀπειλῶν ἀνῃρέθη ὡς ὑπὸ ἤδη πεφωραμένων.2 ἐπανῃρέθη δʼ αὐτῷ καὶ Φοντήιος, ὃς ἐπρέσβευεν αὐτῷ· καλοῦσι δʼ οὕτω τοὺς τοῖς ἡγεμόσι τῶν ἐθνῶν ἐκ τῆς βουλῆς ἑπομένους ἐς βοήθειαν. πεσόντων δὲ τῶνδε, οὐδὲ τῶν ἄλλων Ῥωμαίων τις ἦν φειδώ, ἀλλὰ τοὺς παρὰ σφίσι πάντας οἱ Ἀσκλαῖοι συνεκέντουν ἐπιτρέχοντες καὶ τὰ ὄντα αὐτοῖς διήρπαζον.

随着这种针对贵显之人的恶祸愈演愈烈,民众因一举失去具有如此品格且立下这般功勋的人物而悲愤交加;意大利人获悉德鲁苏斯的遭遇以及这些人被流放的借口后,认为为他们参政之人遭受如此境遇再也难以容忍,又看不到获得公民权的其他任何希望途径,遂决意公然背叛罗马人,倾尽全力与他们作战。他们秘密互派使节就此立约,并互换人质以示忠诚。 罗马人由于城内的审判和党争,在很长一段时间内对这些举动毫无觉察;但当他们得知后,便从自身之中派出与各城邦关系最密切的人前往各处,暗中查探正在发生的事情。其中一人看见一名青年人质正从阿斯库卢姆城被带往另一座城邦,便向掌管该地区的副执政官塞尔维利乌斯告发。因为看来当时亦有副执政官按辖区分治意大利;在很久之后,哈德良统治罗马行使皇帝权力时,亦仿效此制予以恢复,该制度在他之后还维持了一小段时间。塞尔维利乌斯鲁莽地冲入阿斯库卢姆,对正在庆祝节日的人民厉声恐吓,结果被自知阴谋已败露的阿斯库卢姆人杀害。随他同行的副官丰特尤斯亦一同被杀;他们把从元老院中选出、跟随地方长官予以协助的人称为副官。这两人倒地之后,对其余的罗马人亦不再有任何宽恕,阿斯库卢姆人四处搜寻,将留在他们中间的所有罗马人全部刺杀,并将他们的财产洗劫一空。

语法注2 条
  1. 1536ὡς τῆς δημοσίας Ῥωμαίων γῆς... αὐτίκα σφῶν ἀφαιρεθησομένης, καὶ πολλὰ καὶ περὶ τῆς ἰδίας ἐνοχλησόμενοι

    由表示主语动机与预期的 ὡς 引导,前半句使用了独立属格(τῆς δημοσίας... γῆς... ἀφαιρεθησομένης),后半句则转为主格分词(ἐνοχλησόμενοι)以与全句主语(οἱ Ἰταλιῶται)一致,构成一种异格并列(破格句)。在语义上两者并列,均表他们所担忧的后果。

  2. 1538ἀνῃρέθη ὡς ὑπὸ ἤδη πεφωραμένων

    介词短语 ὑπό 与完成时被动态分词属格 πεφωραμένων(被发觉者)连用,受 ὡς 修饰。ὡς 标明施动者(阿斯库卢姆人)的主观认知,意为“被那些自知阴谋已被识破的人所杀害”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1536-1538