- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1534-1535
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段总结了继阿普莱乌斯之乱后同盟者战争爆发的背景,追溯了弗拉库斯与格拉古推动公民权运动的起因,并详述了保民官德鲁苏斯试图调和元老院与骑士阶层却以失败告终的立法举措。
τρίτον μὲν δὴ τόδε ἔργον ἐμφύλιον ἦν τὸ Ἀπουληίου, μετὰ δύο τὰ Γράκχεια, καὶ τοσάδε εἴργαστο Ῥωμαίους· οὕτω δʼ ἔχουσιν αὐτοῖς1 ὁ συμμαχικὸς καλούμενος πόλεμος ἐπιγίγνεται ἐθνῶν ἀνὰ τὴν Ἰταλίαν πολλῶν, ἀρξάμενός τε παραδόξως, καὶ ἀθρόως ἐπὶ μέγα προελθών, καὶ τὰς στάσεις ἐν Ῥώμῃ σβέσας ὑπὸ δέους ἐπὶ πολύ. λήγων δὲ καὶ ὅδε στάσεις τε ἄλλας καὶ στασιάρχους δυνατωτέρους ἀνέθρεψεν οὐ νόμων εἰσηγήσεσιν ἔτι οὐδὲ δημοκοπίαις, ἀλλὰ ἀθρόοις στρατεύμασι κατʼ ἀλλήλων χρωμένους. καὶ αὐτὸν διὰ τάδε συνήγαγον ἐς τήνδε τὴν συγγραφήν, ἔκ τε τῆς ἐν Ῥώμῃ στάσεως ἀρξάμενον καὶ ἐς πολὺ χείρονα στάσιν ἑτέραν ἐκπεσόντα. ἤρξατο δὲ ὧδε. Φούλβιος Φλάκκος ὑπατεύων μάλιστα δὴ πρῶτος ὅδε ἐς τὸ φανερώτατον ἠρέθιζε τοὺς Ἰταλιώτας ἐπιθυμεῖν τῆς Ῥωμαίων πολιτείας ὡς κοινωνοὺς τῆς ἡγεμονίας ἀντὶ ὑπηκόων ἐσομένους. εἰσηγούμενος δὲ τὴν γνώμην καὶ ἐπιμένων αὐτῇ καρτερῶς, ὑπὸ τῆς βουλῆς ἐπί τινα στρατείαν ἐξεπέμφθη διὰ τόδε. ἐν ᾗ τῆς ὑπατείας αὐτῷ δεδαπανημένης, ὁ δὲ καὶ δημαρχεῖν εἵλετο2 μετʼ αὐτὴν καὶ ἔπραξε γενέσθαι σὺν Γράκχῳ τῷ νεωτέρῳ, τοιάδε ἄλλα ὑπὲρ τῆς Ἰταλίας ἐσφέροντι κἀκείνῳ. ἀναιρεθέντοιν δὲ ἀμφοῖν, ὥς μοι προείρηται, πολὺ μᾶλλον ἠρέθιστο ἡ Ἰταλία· οὔτε γὰρ ἠξίουν ἐν ὑπηκόων ἀντὶ κοινωνῶν εἶναι μέρει οὔτε Φλάκκον καὶ Γράκχον ὑπὲρ αὐτῶν πολιτεύοντας τοιάδε παθεῖν.
继两次格拉古事件之后,这桩阿普莱乌斯事件乃是第三次内乱之举,给罗马人带来了如此之多的灾难。正当他们处于这种境地之时,所谓的同盟者战争在全意大利的许多部族中爆发了;它始于意料之外,迅猛发展为重大战事,并因恐惧而在很长一段时间内平息了罗马城内的党争。然而当这场战争接近尾声时,它又孕育出了其他的党争和更为强盛的派系领袖,他们不再通过提出法案或煽动民众,而是凭借整支军队互相争斗。因此,由于这场战争始于罗马城内的纷争,最终又堕入另一场远为恶劣的内乱,我便将其纳入了这部史书之中。它的起因如下。 执政官富尔维乌斯·弗拉库斯可以说是最先公开煽动意大利人渴望获得罗马公民权的人,理由是他们将成为统治权的享有者,而非臣属。由于他提出这项主张并顽固地坚持,元老院正因此故将他派往外地执行某项军事任务。他在那次军役中耗尽了执政官的任期,之后甚至选择出任保民官,并成功与小格拉古共同任职,后者也为意大利提出了其他类似的举措。正如我此前所述,这两人均被杀害后,意大利人的怒火愈演愈烈;因为他们既不甘心处于臣属而非同盟者的地位,也认为弗拉库斯和格拉古为他们出头参政却落得如此下场实属不公。
ἐπὶ δὲ ἐκείνοις καὶ Λίβιος Δροῦσος δημαρχῶν, ἀνὴρ ἐπιφανέστατος ἐκ γένους, δεηθεῖσι τοῖς Ἰταλιώταις νόμον αὖθις ἐσενεγκεῖν περὶ τῆς πολιτείας ὑπέσχετο· τούτου γὰρ δὴ μάλιστα ἐπεθύμουν ὡς ἑνὶ τῷδε αὐτίκα ἡγεμόνες ἀντὶ ὑπηκόων ἐσόμενοι. ὁ δὲ τὸν δῆμον ἐς τοῦτο προθεραπεύων ὑπήγετο ἀποικίαις πολλαῖς ἔς τε τὴν Ἰταλίαν καὶ Σικελίαν ἐψηφισμέναις μὲν ἐκ πολλοῦ, γεγονυίαις δὲ οὔπω. τήν τε βουλὴν καὶ τοὺς ἱππέας, οἳ μάλιστα δὴ τότε ἀλλήλοις διὰ τὰ δικαστήρια διεφέροντο, ἐπὶ κοινῷ νόμῳ συναγαγεῖν ἐπειρᾶτο, σαφῶς μὲν οὐ δυνάμενος ἐς τὴν βουλὴν ἐπανενεγκεῖν τὰ δικαστήρια, τεχνάζων δʼ ἐς ἑκατέρους ὧδε. τῶν βουλευτῶν διὰ τὰς στάσεις τότε ὄντων μόλις ἀμφὶ τοὺς τριακοσίους, ἑτέρους τοσούσδε αὐτοῖς ἀπὸ τῶν ἱππέων εἰσηγεῖτο ἀριστίνδην προσκαταλεγῆναι καὶ ἐκ τῶνδε πάντων ἐς τὸ μέλλον εἶναι τὰ δικαστήρια· εὐθύνας τε ἐπʼ αὐτῶν γίγνεσθαι δωροδοκίας προσέγραφεν, ἐγκλήματος ἴσα δὴ καὶ ἀγνοουμένου3 διὰ τὸ ἔθος τῆς δωροδοκίας ἀνέδην ἐπιπολαζούσης. ὁ μὲν δὴ τάδε πρὸς ἑκατέρους ἐπενόει, περιῆλθε δὲ ἐς τὸ ἐναντίον αὐτῷ. ἥ τε γὰρ βουλὴ χαλεπῶς ἔφερεν ἀθρόως αὑτῇ τοσούσδε προσκαταλεγῆναι καὶ ἐξ ἱππέων ἐς τὸ μέγιστον ἀξίωμα μεταβῆναι, οὐκ ἀδόκητον ἡγουμένη καὶ βουλευτὰς γενομένους κατὰ σφᾶς ἔτι δυνατώτερον τοῖς προτέροις βουλευταῖς στασιάσειν·4 οἵ τε ἱππεῖς ὑπώπτευον, ὅτι τῇδε τῇ θεραπείᾳ πρὸς τὸ μέλλον ἐς τὴν βουλὴν μόνην τὰ δικαστήρια ἀπὸ τῶν ἱππέων περιφέροιτο, γευσάμενοί τε κερδῶν μεγάλων καὶ ἐξουσίας οὐκ ἀλύπως τὴν ὑπόνοιαν ἔφερον. τό τε πλῆθος αὐτῶν ἐν ἀπορίᾳ σφᾶς ἐποίει καὶ ὑποψίᾳ πρὸς ἀλλήλους, τίνες ἀξιώτεροι δοκοῦσιν ἐς τοὺς τριακοσίους καταλεγῆναι· καὶ τοῖς λοιποῖς φθόνος ἐς τοὺς κρείττονας ἐσῄει· ὑπὲρ ἅπαντα δʼ ἠγανάκτουν ἀναφυομένου τοῦ τῆς δωροδοκίας ἐγκλήματος, ὃ τέως ἡγοῦντο καρτερῶς ὑπὲρ αὑτῶν πρόρριζον ἐσβέσθαι.
在他们之后,出身名门的显赫人物、保民官利维乌斯·德鲁苏斯在意大利人的恳求下,也答应再次提出关于公民权的法案;因为他们对此最为渴望,认为单凭这一条途径,他们就能立刻从臣属变为统治者。德鲁苏斯为此预先讨好民众,通过在意大利和西西里建立众多早已议决却尚未落实的殖民地来笼络人心。当时元老院与骑士阶层正因法庭的司法管辖权而冲突尤为激烈,德鲁苏斯试图通过一部共同的法律将二者联合起来;因为他显然无法公开将法庭直接归还给元老院,便对双方施展了如下的策略。由于内乱,当时的元老院成员仅剩约三百人,他便提议按贤能从骑士中增补同等数量的人数进入元老院,日后的陪审法庭将从这全体人员中选拔;他还补充规定,对他们应进行受贿罪的审查,该项罪名此前由于贿赂习俗的肆无忌惮地泛滥,实际上已被置之不顾。 他固然对双方作了这番打算,结果却完全适得其反。元老院因如此多的人一下子被增补进来、从骑士跨入最高尊位而愤愤不平,认为就算这些人成了元老,也很可能结成自成一体的派系,更为强横地与原有的元老相对抗;骑士们则怀疑,通过这种安抚手段,法庭日后将从骑士手中彻底转归元老院单独掌控,他们尝到了巨大利益和权力的甜头,对这一猜疑深感不悦。此外,骑士人数众多,使他们在究竟谁被认为更有资格被录入这三百人之列的问题上陷入困境与互不信任;而其余的人对那些得势者产生了嫉妒;最令他们愤慨的是,重新恢复了对受贿罪的检举,而他们此前坚决认为这项罪名为了他们的利益已被连根拔除并彻底消灭了。
- 1534οὕτω δʼ ἔχουσιν αὐτοῖς
此处为表示关涉或伴随状况的与格('在他们处于这种境况之时'),作主句谓语动词 ἐπιγίγνεται 的状语补足语。
- 1534ἐν ᾗ τῆς ὑπατείας αὐτῷ δεδαπανημένης, ὁ δὲ καὶ δημαρχεῖν εἵλετο
关系代词从句 ἐν ᾗ 内部嵌套了属格独立结构 τῆς ὑπατείας αὐτῷ δεδαπανημένης(与格 αὐτῷ 表示动作主体或关涉),随后用承接小词 δέ(主句/后半句的 δέ)引导主语 ὁ δέ(即弗拉库斯)。整体骨架为:'在那次远征中执政官任期耗尽之后,他甚至选择出任保民官'。
- 1535ἐγκλήματος ἴσα δὴ καὶ ἀγνοουμένου
与前文 δωροδοκίας(受贿)同位的属格短语。ἴσα δὴ καί 为习惯搭配,意为'宛如……一样/实际上等同于',修饰被动态分词 ἀγνοουμένου,意为'实际上被置若罔闻(犹如不为人知)的一项罪名',紧随其后的介词短语解释了其原因。
- 1535οὐκ ἀδόκητον ἡγουμένη καὶ βουλευτὰς γενομένους κατὰ σφᾶς ἔτι δυνατώτερον τοῖς προτέροις βουλευταῖς στασιάσειν
由分词 ἡγουμένη 引出的间接引语结构,逻辑主语为元老院(ἡ βουλή)。双重否定 οὐκ ἀδόκητον('认为并非不可能/极有可能')后接将来时不定式 στασιάσειν,其逻辑主语为被增补的骑士们。分词 γενομένους 具有让步或时间意味('即使/一旦成为元老'),κατὰ σφᾶς 意为'自成一党/独自结派'。
