- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1432-1433
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梅特路斯被流放后,阿普莱乌斯与格劳基亚在执政官选举中光天化日殴杀竞争对手梅姆米乌斯并占领卡庇托林山,但在投降后于元老院会堂被愤怒的民众砸死,梅特路斯最终得以重返罗马。
οὕτω μὲν δὴ καὶ Μέτελλος, ἀνὴρ εὐδοκιμώτατος, ἔφευγε, καὶ ὁ Ἀπουλήιος ἐπʼ αὐτῷ1 τρίτον ἐδημάρχει. καί τις αὐτῷ συνῆρχε δραπέτης εἶναι νομιζόμενος, Γράκχον ἑαυτῷ τὸν πρεσβύτερον πατέρα ἐπιγράφων. καὶ τὸ πλῆθος αὐτῷ συνεπεπράχει περὶ τὴν χειροτονίαν πόθῳ Γράκχου. προτεθείσης δὲ ὑπάτων χειροτονίας, Μᾶρκος μὲν Ἀντώνιος ἐπὶ τὴν ἑτέραν ἀναμφιλόγως ᾑρέθη, τὴν δὲ ὑπόλοιπον Γλαυκίας ὅδε καὶ Μέμμιος μετῄεσαν. Μεμμίου δʼ ὄντος ἐπιδοξοτέρου παρὰ πολύ, δείσας ὁ Γλαυκίας καὶ ὁ Ἀπουλήιος ἐπιπέμπουσί τινας αὐτῷ σὺν ξύλοις ἐν αὐτῇ τῇ χειροτονίᾳ, οἳ τὸν Μέμμιον παίοντες ἐν μέσῳ πάντων ὁρώντων συνέκοψαν. καὶ ἡ μὲν ἐκκλησία θορυβηθεῖσα διελύετο οὔτε νόμων οὔτε δικαστηρίων οὔτε τινὸς αἰδοῦς ἔτι ὑπούσης· ὁ δὲ δῆμος ἀγανακτῶν ἐς τὴν ἐπιοῦσαν ἡμέραν μετʼ ὀργῆς συνέτρεχεν ὡς κτενοῦντες2 τὸν Ἀπουλήιον. ὁ δʼ ἄλλο πλῆθος ἁλίσας ἀπὸ τῶν ἀγρῶν μετὰ Γλαυκίου καὶ Γαΐου Σαυφηίου ταμίου τὸ Καπιτώλιον κατέλαβε. καὶ αὐτοὺς τῆς βουλῆς ἀναιρεθῆναι ψηφισαμένης ὁ Μάριος ἀχθόμενος ὅμως ὥπλιζέ τινας σὺν ὄκνῳ· καὶ βραδύνοντος ἕτεροι τὸ ὕδωρ τὸ ἐπιρρέον ἐς τὸ ἱερὸν διέτεμον. καὶ Σαυφήιος μὲν ἐμπρῆσαι τὸν νεών, ὑπὸ δίψης ἀπολλύμενος, ἠξίου, Γλαυκίας δὲ καὶ Ἀπουλήιος ἐλπίσαντες αὑτοῖς ἐπικουρήσειν Μάριον παρέδωκαν ἑαυτούς, οἵδε πρῶτοι, καὶ ἐπʼ ἐκείνοις ὁ Σαυφήιος. Μάριος δʼ, αὐτίκα πάντων αὐτοὺς ἀναιρεῖν κελευόντων, ἐς τὸ βουλευτήριον συνέκλεισεν ὡς ἐννομώτερον ἐργασόμενος.3 οἱ δὲ πρόφασιν τοῦτʼ εἶναι νομίσαντες τὸν κέραμον ἐξέλυον τοῦ βουλευτηρίου καὶ τοὺς ἀμφὶ τὸν Ἀπουλήιον ἔβαλλον, ἕως ἀπέκτειναν, ταμίαν τε καὶ δήμαρχον καὶ στρατηγόν, ἔτι περικειμένους τὰ σύμβολα τῆς ἀρχῆς.
就这样,声望极高的梅特路斯也被迫流亡,而阿普莱乌斯在其流亡之后第三次出任保民官。与他一同任职的还有一个被认为是逃奴的人,此人自称是大格拉古之子;民众因怀念格拉古,也在选举中助他当选。在举行执政官选举时,马尔库斯·安东尼乌斯毫无争议地当选了其中一席,而这个格劳基亚与梅姆米乌斯则为剩下的一个席位展开争夺。鉴于梅姆米乌斯明显更占优势,格劳基亚和阿普莱乌斯心生恐惧,在表决正进行之际派人手持木棍前去,众目睽睽之下将梅姆米乌斯殴打致死。 民众大会大乱而散,此时既无法律,亦无法庭,甚至不再存有丝毫羞耻之心。民众义愤填膺,次日满怀怒火集结起来,意图杀死阿普莱乌斯。阿普莱乌斯则从乡间召集了另一批人群,与格劳基亚以及财务官盖乌斯·绍菲乌斯一同占领了卡庇托林山。元老院议决将他们处死,马略虽感不悦,但仍迟疑不决地武装了一批人;在他拖延之际,其他人切断了流入神殿的水源。绍菲乌斯渴得濒死,主张纵火焚烧神庙,但格劳基亚和阿普莱乌斯期望马略会前来相救,便率先投降,绍菲乌斯随后也投降了。尽管众人立即要求将他们处死,马略却为了以更合乎法律的方式处置他们,将他们关进了元老院会堂。但民众认为这只是托词,便揭开会堂的屋瓦,砸向阿普莱乌斯一党,直至将他们砸死——他们当中有一位财务官、一位保民官和一位裁判官,身上还穿戴着官职的标志。
πολὺς δὲ καὶ ἄλλος ὅμιλος ἐν τῇ στάσει διέφθαρτο καὶ δήμαρχος ἕτερος, ὁ τοῦ Γράκχου παῖς εἶναι νομιζόμενος, πρώτην δημαρχῶν ἐκείνην ἡμέραν, οὐδένα ἔτι ὠφελούσης οὔτε ἐλευθερίας οὔτε δημοκρατίας οὔτε νόμων οὔτε ἀξιώσεως οὔτε ἀρχῆς, ὅπου καὶ ἡ τῶν δημάρχων ἔς τε κώλυσιν ἁμαρτημάτων καὶ ἐς ἐπικούρησιν τῶν δημοτῶν γενομένη, ἱερὰ καὶ ἄσυλος οὖσα, τοιάδε ὕβριζε καὶ τοιάδε ἔπασχεν.4 ἀναιρεθέντων δὲ τῶν ἀμφὶ τὸν Ἀπουλήιον ἡ μὲν βουλὴ καὶ ὁ δῆμος ἐκεκράγεσαν κατακαλεῖν Μέτελλον, Πούπλιος δὲ Φούριος δήμαρχος, οὐδʼ ἐλευθέρου πατρός, ἀλλʼ ἐξελευθέρου, θρασέως ἐνίστατο αὐτοῖς καὶ οὐδὲ Μετέλλου τοῦ Μετέλλου παιδὸς ἱκετεύοντος αὐτὸν ἐν ὄψει τοῦ δήμου καὶ δακρύοντος καὶ τοῖς ποσὶ προσπίπτοντος ἐνεκλάσθη. ἀλλʼ ὁ μὲν παῖς ἐκ τῆσδε τῆς ὄψεως Εὐσεβὴς ἐς τὸ ἔπειτα ἐκλήθη, τοῦ δʼ ἐπιόντος ἔτους Φούριον μὲν ἐπὶ τῷδε ἐς δίκην Γάιος Κανουλήιος δήμαρχος ὑπῆγε, καὶ ὁ δῆμος οὐδὲ τοὺς λόγους ὑπομείνας διέσπασε τὸν Φούριον· οὕτως αἰεί τι μύσος ἑκάστου ἔτους ἐπὶ τῆς ἀγορᾶς ἐγίγνετο· Μετέλλῳ δʼ ἡ κάθοδος ἐδόθη, καὶ φασιν αὐτῷ τὴν ἡμέραν οὐκ ἀρκέσαι περὶ τὰς πύλας δεξιουμένῳ τοὺς ἀπαντῶντας.
在这场内讧中,还有许多其他人丧生,包括那位被认为是格拉古之子的另一位保民官,当时正是他出任保民官的第一天。自由、民主、法律、尊严或官职再也无法庇护任何人,因为本为制止不公、救助平民而设,且神圣不可侵犯的保民官之职权,竟然干出了这等暴行,也遭受了这等惨祸。阿普莱乌斯一党被杀后,元老院和民众齐声呼吁召回梅特路斯,但保民官普布利乌斯·富里乌斯——其父甚至不是自由人,而是被释奴隶——却悍然阻挠;即便梅特路斯之子梅特路斯在民众面前向他哀求、流泪跪倒在他脚下,富里乌斯也毫不动容。但这位儿子因这番景象,日后被称作‘虔诚者’。次年,保民官盖乌斯·卡努莱乌斯因此事将富里乌斯推上法庭,民众甚至没等他申辩,便将富里乌斯撕成了碎片;就这样,每年广场上都会不断发生流血污秽之举。梅特路斯则获准归来,据说他在城门附近接待出迎的人群,整整一天的时间都不够用。
- 1432ἐπʼ αὐτῷ
介词 ἐπί 接与格,在此表示时间上的相继(“在此之后”、“在他之后”)或因果/条件(“在他被流放之后”)。承接前文梅特路斯离城流放之事实,意为“在梅特路斯流放之后”。
- 1432ὡς κτενοῦντες
连词 ὡς 与主动未来分词 κτενοῦντες(动词 κτείνω 的阳性主格复数)连用,表示主语(ὁ δῆμος)的意图或目的(“企图杀死……”)。分词因表意一致(constructio ad sensum)而与单数集合名词 ὁ δῆμος 在语法数上作复数搭配。
- 1432ὡς ἐννομώτερον ἐργασόμενος
ὡς 与未来中动分词 ἐργασόμενος 结合,表主语马略的主观意图或公开宣称的名义(“打算以更合乎法律的方式处理”)。这与下文的 οἱ δὲ πρόφασιν τοῦτʼ εἶναι νομίσαντες(“人们认为这只是托词”)相照应,突出了这是马略的宣称与打算。
- 1433ὅπου καὶ ἡ τῶν δημάρχων ἔς τε κώλυσιν ἁμαρτημάτων καὶ ἐς ἐπικούρησιν τῶν δημοτῶν γενομένη, ἱερὰ καὶ ἄσυλος οὖσα, τοιάδε ὕβριζε καὶ τοιάδε ἔπασχεν
关系副词 ὅπου 在此引导表原因或情境的从句(“在……的情况下”,“既然……”)。主语为 ἡ τῶν δημάρχων(省略了 ἀρχή,“保民官的职权”),其后附带修饰分词短语 ἔς τε κώλυσιν... γενομένη(“为制止……而设立的”)以及具让步意味的 ἱερὰ καὶ ἄσυλος οὖσα(“虽神圣不可侵犯”),统摄谓语动词 τοιάδε ὕβριζε καὶ τοιάδε ἔπασχεν(“干出这等暴行,遭受这等惨祸”)。
