← 阿庇安

内战记

§1430-1431

土地法的强行通过与梅特路斯流亡

萨图尔尼努斯的土地法在暴力冲突中获得通过后,马略设下圈套迫使元老院议员作附带条件的宣誓,唯独梅特路斯拒绝遵从。阿普莱乌斯一党随后推动通过了流放梅特路斯的决议,梅特路斯为免邦国蒙难而自愿流亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1430

καὶ στάσεως ἐν τῇ κυρίᾳ1 γενομένης, ὅσοι μὲν ἐκώλυον τῶν δημάρχων τοὺς νόμους, ὑβριζόμενοι πρὸς τοῦ Ἀπουληίου κατεπήδων ἀπὸ τοῦ βήματος, ὁ δὲ πολιτικὸς ὄχλος ἐβόα ὡς γενομένης ἐν ἐκκλησίᾳ βροντῆς, ὅθεν οὐ θέμις ἐστὶ Ῥωμαίοις οὐδὲν ἔτι κυροῦν. βιαζομένων δὲ καὶ ὣς τῶν περὶ τὸν Ἀπουλήιον οἱ πολιτικοὶ τά τε ἱμάτια διαζωσάμενοι καὶ τὰ προστυχόντα ξύλα ἁρπάσαντες τοὺς ἀγροίκους διέστησαν. οἱ δʼ αὖθις ὑπὸ τοῦ Ἀπουληίου συγκαλούμενοι μετὰ ξύλων καὶ οἵδε τοῖς ἀστικοῖς ἐπῄεσαν καὶ βιασάμενοι τὸν νόμον ἐκύρωσαν. κυρωθέντος δʼ αὐτίκα Μάριος οἷα ὕπατος τῇ βουλῇ προυτίθει σκοπεῖν περὶ τοῦ ὅρκου· καὶ τὸν Μέτελλον εἰδὼς στερρόν τε τῇ γνώμῃ καὶ βέβαιον ἐφʼ ὅ τι φρονήσειεν ἢ εἰπεῖν φθάσειεν, ἐτίθει πρῶτος ἐς μέσον τὴν γνώμην τὴν ἑαυτοῦ μετʼ ἐνέδρας καὶ ἔλεγεν, ὡς οὔποτε τὸν ὅρκον ἑκὼν τόνδε αὐτὸς ὀμόσει. συναποφηναμένου δὲ ταῦτα καὶ τοῦ Μετέλλου καὶ τῶν ἄλλων αὐτοὺς ἐπαινεσάντων, ὁ Μάριος διέλυσε τὴν βουλήν. εἶτα τῆς πέμπτης ἡμέρας, ἣ τῷ ὅρκῳ τελευταία κατὰ τὸν νόμον ἦν, ἀμφὶ δεκάτην ὥραν αὐτοὺς κατὰ σπουδὴν συναγαγὼν ἔφη τὸν δῆμον ἐσπουδακότα περὶ τὸν νόμον δεδιέναι, μηχανὴν δʼ ὁρᾶν καὶ σόφισμα τοιόνδε· ὀμόσειν γάρ, ᾗ νόμος ἐστί,2 τῷδε πεισθήσεσθαι τῷ νόμῳ, καὶ νῦν μὲν οὕτω διασκεδᾶν τοὺς ἀπὸ τῶν ἀγρῶν ἐνηδρευμένους, ὕστερον δʼ οὐ δυσχερῶς ἐπιδείξειν, ὅτι οὐκ ἔστι νόμος ὁ πρὸς βίαν τε καὶ βροντῆς ὠνομασμένης κεκυρωμένος παρὰ τὰ πάτρια.

在指定的表决之日爆发了骚乱,保民官中企图阻挠法案通过的人遭到阿普莱乌斯的侮辱,从讲台上跳了下来;而城中平民则高呼民会集会时响起了雷声,因此罗马人依法不得再表决任何事项。然而阿普莱乌斯一党仍强行推进,城中平民遂束起长袍,抄起手边的木棍,驱散了乡民。但乡民再度被阿普莱乌斯召集起来,他们也手持木棍向城民发起反扑,凭借暴力通过了该项法律。法律一经通过,马略便以执政官身份立即提请元老院审议宣誓之事;他深知梅特路斯性情刚毅,凡经深思熟虑或既已出口之事绝不动摇,便居心险恶地率先阐明自己的立场,声称自己绝不会自愿发此誓言。梅特路斯亦表达了同样的意见,其他人称赞了他们,于是马略解散了元老院。随后到了法律规定的誓约最后期限——第五天的第十时左右,马略急匆匆地将他们召集起来,称自己害怕对该法满怀狂热的民众,但他看到了一条权宜之计与巧妙解法:即在法律真正为法律的限度内宣誓服从该法,眼下先以此遣散从乡间赶来设伏的人群,日后则不难证明,依仗暴力且在宣布雷鸣之后违背祖制强行通过的法案根本不能算作法律。

§1431

ταῦτα δʼ εἰπὼν καὶ τέλος οὐδὲν ἀναμείνας, πάντων ἔτι σιωπώντων ὑπʼ ἐκπλήξεως ἐπὶ τῇ ἐνέδρᾳ καὶ τῷ χρόνῳ δεδαπανημένῳ, οὐδʼ ἐνθυμηθῆναί τι παρασχὼν αὐτοῖς ἐξανίστατο ἐς τὸν τοῦ Κρόνου νεών, οὗ τοῖς ταμίαις ἐχρῆν ὀμνύναι, καὶ ὤμνυε σὺν τοῖς φίλοις πρῶτος. ὤμνυον δὲ καὶ οἱ λοιποί, τὸ ἑαυτοῦ δεδιὼς ἕκαστος· Μέτελλος δʼ οὐκ ὤμοσε μόνος, ἀλλʼ ἐπὶ τῆς ἑαυτοῦ προαιρέσεως διέμεινεν ἀφόβως. καὶ αὐτὸν εὐθὺς τῆς ἐπιούσης ὁ Ἀπουλήιος ἐπιπέμψας τὸν ὑπηρέτην ἐξεῖλκεν ἀπὸ τοῦ βουλευτηρίου. ῥυομένων δὲ τῶν ἑτέρων δημάρχων, ὁ Γλαυκίας καὶ ὁ Ἀπουλήιος ἐς τοὺς ἀγροίκους ἐκδραμόντες οὐκ ἔφασκον αὐτοῖς ἔσεσθαι τὴν γῆν οὐδὲ τὸν νόμον κύριον, εἰ μὴ Μέτελλος ἐξελαθείη. ψήφισμά τε φυγῆς ἐπέγραφον αὐτῷ καὶ τοὺς ὑπάτους ἐπικηρῦξαι προσετίθεσαν3 μηδένα Μετέλλῳ κοινωνεῖν πυρὸς ἢ ὕδατος ἢ στέγης· ἔς τε τὴν δοκιμασίαν τοῦδε τοῦ ψηφίσματος ἡμέραν προύγραφον. δεινῆς δὲ τῶν ἀστικῶν ἀγανακτήσεως οὔσης καὶ παραπεμπόντων Μέτελλον αἰεὶ σὺν ξιφιδίοις, ὁ Μέτελλος αὐτοὺς ἀσπασάμενος καὶ ἐπαινέσας τῆς προαιρέσεως οὐκ ἔφη διʼ ἑαυτὸν ἐάσειν οὐδένα κίνδυνον ἐπιγενέσθαι τῇ πατρίδι. καὶ τόδε εἰπὼν ὑπεξῆλθε τῆς πόλεως. καὶ τὸ ψήφισμα ὁ Ἀπουλήιος ἐκύρου, καὶ τὰ ἐν τῷ ψηφίσματι Μάριος ἐπεκήρυττεν.

说毕此话,马略未等任何讨论得出结论,趁众人因这一陷阱以及所剩无几的时间而惊愕得哑口无言之际,不给他们丝毫思考的余地,便径直起身前往萨图尔努斯神庙——他们须在财务官面前宣誓之处——并与他的密友们率先宣誓。其余的人因人人自危,也纷纷宣誓;唯有梅特路斯没有宣誓,毫无惧色地坚守自己的初衷。次日一早,阿普莱乌斯便派遣差役将他从元老院会堂中往外拖拽。当其他保民官上前保护梅特路斯时,格劳基亚和阿普莱乌斯奔向乡民,声称若不驱逐梅特路斯,他们就得不到土地,法律也无法生效。他们草拟了一份流放梅特路斯的决议案,并附加条款要求执政官布告任何人不得与梅特路斯共享火、水与遮蔽之所,并为表决此决议案指定了日期。尽管城中平民极为义愤,且时刻身藏短剑护送梅特路斯,但梅特路斯向他们致意并赞扬了他们的心意,表示绝不容许因自己的缘故使祖国陷入任何危险。说完此番话,他便离开了罗马城。阿普莱乌斯使该决议案获得通过,而马略则依照决议内容颁布了公告。

语法注3 条
  1. 1430ἐν τῇ κυρίᾳ

    省略阴性名词 ἡμέρᾳ 的习用表达,意为“在指定的(表决)日期”。它承接上一节末尾的“ἡμέραν αὐτοῦ τῇ δοκιμασίᾳ προυτίθει”(指定了付诸表决的日期)。

  2. 1430ᾗ νόμος ἐστί

    由关系副词 ᾗ 引导的限制性分句,表示条件性保留:“在(该法)依规成为法律的限度之内”。马略借此措辞作为狡辩的漏洞,以便日后主张违背祖制通过的法案根本不算真正的法律,从而架空这一誓言。

  3. 1431τοὺς ὑπάτους ἐπικηρῦξαι προσετίθεσαν

    动词 προστίθημι(追加条款)支配由“宾格加不定式”构成的结构 τοὺς ὑπάτους ἐπικηρῦξαι(“附加了执政官须予以布告的条款”)。其后的不定式短语 μηδένα... κοινωνεῖν 则进一步交代布告的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1430-1431