← 阿庇安

内战记

§1427-1429

土地法的废除与萨图尔尼努斯的崛起

格拉古改革经由一系列法律修正而名存实亡,赋税的废止令平民陷入极度贫困。此后,萨图尔尼努斯与格劳基亚凭借暴力和暗杀崛起,与马略结盟提出新土地法案,并设法迫使梅特路斯流亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1427

καὶ ἡ στάσις ἡ τοῦ δευτέρου Γράκχου ἐς τάδε ἔληγε· νόμος τε οὐ πολὺ ὕστερον ἐκυρώθη τὴν γῆν, ὑπὲρ ἧς διεφέροντο, ἐξεῖναι πιπράσκειν τοῖς ἔχουσιν· ἀπείρητο γὰρ ἐκ Γράκχου τοῦ προτέρου καὶ τόδε. καὶ εὐθὺς οἱ πλούσιοι παρὰ τῶν πενήτων ἐωνοῦντο, ἢ ταῖσδε ταῖς προφάσεσιν ἐβιάζοντο. καὶ περιῆν ἐς χεῖρον ἔτι τοῖς πένησι, μέχρι Σπούριος Θόριος δημαρχῶν εἰσηγήσατο νόμον, τὴν μὲν γῆν μηκέτι διανέμειν, ἀλλʼ εἶναι τῶν ἐχόντων, καὶ φόρους ὑπὲρ αὐτῆς τῷ δήμῳ κατατίθεσθαι καὶ τάδε τὰ χρήματα χωρεῖν ἐς διανομάς. ὅπερ ἦν μέν τις τοῖς πένησι παρηγορία διὰ τὰς διανομάς, ὄφελος δʼ οὐδὲν ἐς πολυπληθίαν. ἅπαξ δὲ τοῖς σοφίσμασι τοῖσδε τοῦ Γρακχείου νόμου παραλυθέντος, ἀρίστου καὶ ὠφελιμωτάτου, εἰ ἐδύνατο πραχθῆναι, γενομένου, καὶ τοὺς φόρους οὐ πολὺ ὕστερον διέλυσε δήμαρχος ἕτερος, καὶ ὁ δῆμος ἀθρόως ἁπάντων ἐξεπεπτώκει. ὅθεν ἐσπάνιζον ἔτι μᾶλλον ὁμοῦ πολιτῶν τε καὶ στρατιωτῶν καὶ γῆς προσόδου καὶ διανομῶν καὶ νομῶν, πεντεκαίδεκα μάλιστα ἔτεσιν ἀπὸ τῆς Γράκχου νομοθεσίας, ἐπὶ δίκαις ἐν ἀργίᾳ γεγονότες.1

第二位格拉古的骚乱至此平息。不久之后,一项法律获得通过,允许占有者出卖他们此前争执不休的土地;因为这也是前一位格拉古所禁止的。富人随即开始从穷人手中收买土地,或是借种种借口强占。穷人的境况因此愈加恶化,直到平民保民官斯普里乌斯·托里乌斯提出一项法律:土地不再行分配,而归占有者所有,但他们须就土地向民众缴纳赋税,这笔钱则用于民众的救济分配。由于这些分配款,这对穷人而言固然是一种安慰,但对增加人口却毫无益处。然而,格拉古的法律——若能真正推行,本是最为卓越、最有利民生之法——一旦因这些诡计而被瓦解,不久之后另一位保民官甚至废止了这些赋税,民众遂彻底丧失了一切。由此,在格拉古立法大约十五年之后,无论是公民还是士兵,无论是土地赋税还是分配款及分配地,都更加匮乏,人们在诉讼纷争中陷入了无所事事的荒废境地。

§1428

τῷ δʼ αὐτῷ χρόνῳ Σκιπίων ὕπατος καθεῖλε τὸ θέατρον, οὗ Λεύκιος Κάσσιος ἦρκτο ʽκαὶ ἤδη που τέλος ἐλάμβανεν̓, ὡς καὶ τόδε στάσεων ἄρξον ἑτέρων ἢ οὐ χρήσιμον ὅλως Ἑλληνικαῖς ἡδυπαθείαις Ῥωμαίους ἐθίζεσθαι.2 τιμητὴς δὲ Κόιντος Καικίλιος Μέτελλος Γλαυκίαν τε βουλεύοντα καὶ Ἀπουλήιον Σατορνῖνον δεδημαρχηκότα ἤδη τῆς ἀξιώσεως παρέλυεν, αἰσχρῶς βιοῦντας, οὐ μὴν ἐδυνήθη· ὁ γάρ οἱ συνάρχων οὐ συνέθετο. μικρὸν οὖν ὕστερον ὁ Ἀπουλήιος ὡς ἀμυνούμενος τὸν Μέτελλον ἐς ἑτέραν παρήγγελλε δημαρχίαν, φυλάξας στρατηγοῦντα τὸν Γλαυκίαν καὶ τῆσδε τῶν δημάρχων τῆς χειροτονίας προεστῶτα. Νώνιος μὲν οὖν, ἐπιφανὴς ἀνήρ, ἔς τε τὸν Ἀπουλήιον παρρησίᾳ χρώμενος καὶ Γλαυκίαν ἐξονειδίζων δήμαρχος ἀπεδείχθη. δείσαντες δʼ ὁ Γλαυκίας καὶ ὁ Ἀπουλήιος, μὴ δημαρχῶν αὐτοὺς ἀμύναιτο, ὄχλον ἀνδρῶν εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἀπιόντι ἐπιπέμπουσι σὺν θορύβῳ καὶ ἔς τι πανδοχεῖον συμφυγόντα κατεκέντησαν. τοῦ δὲ πάθους οἰκτροῦ καὶ δεινοῦ φανέντος οἱ περὶ τὸν Γλαυκίαν, οὔπω τοῦ δήμου συνελθόντος, ἅμʼ ἕῳ χειροτονοῦσι δήμαρχον τὸν Ἀπουλήιον.

与此同时,执政官西庇阿拆毁了卢基乌斯·卡西乌斯动工兴建(且当时已近完工)的剧场,认为这也是引发新一轮骚乱的根源,或者认为让罗马人习惯于希腊式的享乐根本毫无益处。监察官昆图斯·凯基利乌斯·梅特路斯因议员格劳基亚和曾任保民官的阿普莱乌斯·萨图尔尼努斯生活不检,试图剥夺他们的品级;然而他未能如愿,因为他的同僚不同意。于是过了一段时间,阿普莱乌斯为了向梅特路斯复仇,趁着格劳基亚担任裁判官并主持此次保民官选举之际,宣布竞选第二个保民官任期。一位显贵之人诺尼乌斯,因对阿普莱乌斯直言不讳并痛斥格劳基亚,被推举为保民官。然而格劳基亚和阿普莱乌斯唯恐他在就任保民官后报复自己,遂趁他刚离开集会之时,唆使一伙暴徒鼓噪袭击,并在他逃入一家客栈后将其刺杀。当这桩惨案显露出可悲且骇人之态时,格劳基亚一党趁着民众尚未集结,于拂晓时分推选阿普莱乌斯为保民官。

§1429

καὶ τὸ μὲν Νωνίου πάθος ὧδε ἐσιγήθη διὰ τὴν δημαρχίαν Ἀπουληίου, δεδιότων αὐτὸν ἔτι ἐξελέγχειν· ἐξηλάθη δὲ καὶ Μέτελλος ὑπʼ αὐτῶν, προσλαβόντων Γάιον Μάριον ἕκτην ἄρχοντα ὑπατείαν, ἐχθρὸν ἀφανῆ τοῦ Μετέλλου. καὶ συνέπραξαν ὧδε ἅπαντες ἀλλήλοις. ὁ μὲν Ἀπουλήιος νόμον ἐσέφερε διαδάσασθαι γῆν, ὅσην ἐν τῇ νῦν ὑπὸ Ῥωμαίων καλουμένῃ Γαλατίᾳ Κίμβροι γένος Κελτῶν κατειλήφεσαν, καὶ αὐτοὺς ὁ Μάριος ἔναγχος ἐξελάσας τὴν γῆν ὡς οὐκέτι Γαλατῶν ἐς Ῥωμαίους περιεσπάκει. προσέκειτο δέ, εἰ κυρώσειε τὸν νόμον ὁ δῆμος, τὴν βουλὴν πένθʼ ἡμέραις ἐπομόσαι πεισθήσεσθαι τῷ νόμῳ, ἢ τὸν οὐκ ὀμόσαντα μήτε βουλεύειν καὶ ὀφλεῖν τῷ δήμῳ τάλαντα εἴκοσιν,3 ὑπονοοῦντες οὕτως ἄλλους τε τῶν δυσχεραινόντων ἀμυνεῖσθαι καὶ Μέτελλον ὑπὸ φρονήματος οὐκ ἐνδώσοντα ἐς τὸν ὅρκον. ὁ μὲν δὴ νόμος ὧδε εἶχεν, καὶ ὁ Ἀπουλήιος ἡμέραν αὐτοῦ τῇ δοκιμασίᾳ προυτίθει καὶ περιέπεμπε τοὺς ἐξαγγέλλοντας τοῖς οὖσιν ἀνὰ τοὺς ἀγρούς, οἷς δὴ καὶ μάλιστʼ ἐθάρρουν ὑπεστρατευμένοις Μαρίῳ. πλεονεκτούντων δʼ, ἐν τῷ νόμῳ τῶν Ἰταλιωτῶν4 ὁ δῆμος ἐδυσχέραινε.

于是诺尼乌斯的惨剧因阿普莱乌斯就任保民官而被隐匿过去,因为人们害怕再对他进行追究;而梅特路斯亦被他们驱逐,因他们拉拢了当时正第六次担任执政官、且为梅特路斯隐秘政敌的盖约·马略。他们所有人便依照以下方式彼此勾结:阿普莱乌斯提出一项法律,主张分配凯尔特人的一支辛布里人在现今被罗马人称为高卢之地所占领的全部土地,而马略不久前已将他们逐出,并将该地收归罗马人所有,视作不再属于高卢人。法律中还附加了一条:如果民众通过该法律,元老院须在五日内宣誓服从该法律,凡不宣誓者不得担任议员,并须向民众缴纳二十塔兰同的罚金;他们设想借此既能报复其他不满者,更能整治因心高气傲而绝不肯宣誓的梅特路斯。该法律的内容便是如此;阿普莱乌斯指定了付诸表决的日期,并派遣使者四出通告乡村地区的居民——他们对这些人寄予最大的厚望,因他们曾在马略麾下服役。然而,由于该法律使意大利人占了便宜,罗马城内的平民感到大为不满。

语法注4 条
  1. 1427ἐπὶ δίκαις ἐν ἀργίᾳ γεγονότες

    介词 ἐπί 在此表示原因或伴随情况(“由于诉讼纠纷”),分词 γεγονότες 作为状语分词修饰主句谓语动词 ἐσπάνιζον 的主语。该短语表明,因土地分配引发的无休止诉讼使人们荒废了耕作与生计,陷入无所事事的困境。

  2. 1428ὡς καὶ τόδε στάσεων ἄρξον ἑτέρων ἢ οὐ χρήσιμον ὅλως Ἑλληνικαῖς ἡδυπαθείαις Ῥωμαίους ἐθίζεσθαι

    该结构表达主句谓语动词 καθεῖλε(拆毁)的动机。ὡς 引出主观理由,并通过连词 ἤ 连接了两个并列的异构成分:前半句使用与 τὸ θέατρον 一致的将来时分词 ἄρξον(或作宾格绝对结构);后半句则承接非人称形容词(省略 ὂν),由 οὐ χρήσιμον 支配带宾格主语的动词不定式 Ῥωμαίους ἐθίζεσθαι。

  3. 1429προσέκειτο δέ, εἰ κυρώσειε τὸν νόμον ὁ δῆμος, τὴν βουλὴν πένθʼ ἡμέραις ἐπομόσαι πεισθήσεσθαι τῷ νόμῳ, ἢ τὸν οὐκ ὀμόσαντα μήτε βουλεύειν καὶ ὀφλεῖν τῷ δήμῳ τάλαντα εἴκοσιν

    非人称动词 προσέκειτο(“附有条款”)以此处的两组带宾格的不定式短语为真正主语:先是 τὴν βουλὴν ... ἐπομόσαι,后由 ἤ 引出 τὸν οὐκ ὀμόσαντα μήτε βουλεύειν καὶ ὀφλεῖν。插入的条件从句 εἰ κυρώσειε 使用祈愿语气,表示间接引语中由原直陈式将来时或虚拟式转置而来的过去条件。与格 πένθʼ ἡμέραις 则表示时间范围(“在五日之内”)。

  4. 1429πλεονεκτούντων δʼ, ἐν τῷ νόμῳ τῶν Ἰταλιωτῶν

    无论标点符号如何断开,πλεονεκτούντων ... τῶν Ἰταλιωτῶν 均构成属格绝对结构(“由于意大利人处于优势/获得特惠”),介词短语 ἐν τῷ νόμῳ(“在该法律中”)修饰该分词。该从属句为主句主语 ὁ δῆμος(罗马城内平民)的不满提供了原因,凸显出意大利同盟者的利益与罗马平民利益之间的对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1427-1429