← 阿庇安

内战记

§1325-1326

奥皮米乌斯的武力镇压与盖约·格拉古之死

安提卢斯遇刺后,格拉古与弗拉库斯陷入孤立并逃往阿文提诺山,最终在执政官奥皮米乌斯的武力镇压下双双丧命。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1325

ἤδη δὲ τοῦ δήμου συνειλεγμένου καὶ Φουλβίου τι περὶ τούτων ἀρχομένου λέγειν, ὁ Γράκχος ἀνέβαινεν ἐς τὸ Καπιτώλιον ὑπὸ τῶν συνθεμένων δορυφορούμενος. ἐνοχλούμενος δʼ ὑπὸ τοῦ συνειδότος ὡς ἐπὶ ἀλλοκότοις βουλεύμασι1 τὴν μὲν σύνοδον τῆς ἐκκλησίας ἀπέκλινεν, ἐς δὲ τὴν στοὰν παρελθὼν διεβάδιζεν, ἐφεδρεύων τοῖς ἐσομένοις. καὶ αὐτὸν οὕτως ἔχοντα θορύβου κατιδὼν δημότης ἀνὴρ Ἀντύλλος ἐν τῇ στοᾷ θύων, ἐμβαλὼν τὴν χεῖρα, εἴτε τι πυθόμενος ἢ ὑποπτεύων ἢ ἄλλως ἐς τὸν λόγον ὑπαχθείς, ἠξίου φείσασθαι τῆς πατρίδος. ὁ δὲ μᾶλλόν τε θορυβηθεὶς καὶ δείσας ὡς κατάφωρος ἐνέβλεψεν αὐτῷ δριμύ· καί τις τῶν παρόντων, οὔτε σημείου τινὸς ἐπαρθέντος οὔτε προστάγματός πω γεγονότος, ἐκ μόνης τῆς ἐς τὸν Ἀντύλλον Γράκχου δριμύτητος εἰκάσας ἤδη τὸν καιρὸν ἥκειν καὶ χαριεῖσθαί τι τῷ Γράκχῳ δόξας πρῶτος ἀρξάμενος ἔργου, τὸ ἐγχειρίδιον ἐπισπάσας διαχρῆται τὸν Ἀντύλλον. βοῆς δὲ γενομένης καὶ σώματος ὀφθέντος ἐν μέσῳ νεκροῦ πάντες ἐκ τοῦ ἱεροῦ κατεπήδων σὺν ὁμοίου κακοῦ φόβῳ. Γράκχος δʼ ἐς τὴν ἀγορὰν παρελθὼν ἐβούλετο μὲν αὐτοῖς ἐκλογίσασθαι περὶ τοῦ γεγονότος· οὐδενὸς δʼ αὐτὸν οὐδʼ ὑφισταμένου, ἀλλʼ ὡς ἐναγῆ πάντων ἐκτρεπομένων, ὁ μὲν Γράκχος καὶ ὁ Φλάκκος ἀπορούμενοι καὶ τὸν καιρὸν ὧν ἐβουλεύοντο διὰ τὸ φθάσαι τὴν ἐγχείρησιν ἀπολωλεκότες2 ἐς τὰς οἰκίας διέτρεχον, καὶ οἱ συνθέμενοι αὐτοῖς συνῄεσαν ἐς αὐτάς, τὸ δʼ ἄλλο πλῆθος ἐκ μέσων νυκτῶν ὡς ἐπὶ δή τινι κακῷ τὴν ἀγορὰν προκατελάμβανον. καὶ ὃς ἐπεδήμει τῶν ὑπάτων, Ὀπίμιος,3 διέτασσε μέν τινας ἐνόπλους ἐς τὸ Καπιτώλιον ἅμα ἕῳ συνιέναι καὶ τὴν βουλὴν διὰ κηρύκων συνεκάλει, αὐτὸς δʼ ἐν μέσῳ πάντων ἐν τῷ νεῲ τῶν Διοσκούρων ἐφήδρευε τοῖς ἐσομένοις.

当民众已经聚集、富尔维乌斯刚开始就这些事项陈述时,格拉古在同谋者的护卫下登上了卡庇托林山。但他因图谋非同寻常之事而受到良心的折磨,便避开民众集会,转入柱廊来回踱步,伺机观望事态的发展。一位名叫安提卢斯的平民当时正在柱廊中献祭,见他如此惶恐不安,便伸手搭在他身上——不知是听到了什么风声、起了疑心,还是因别的事由上前搭话——恳请他顾念祖国。格拉古愈发惊慌失措,唯恐图谋败露,便恶狠狠地瞪了他一眼。在场的一人既未见任何暗号发出,也未曾接到任何命令,仅仅根据格拉古投向安提卢斯的严厉目光,便料定动手时机已到,并自以为率先动手便能讨得格拉古的欢心,遂拔出短剑杀死了安提卢斯。呼喊声四起,当人们看到一具尸体倒在当中时,全都因害怕遭受同样的厄运而从神庙区域逃散下去。 格拉古来到广场,本想就发生之事向民众作出辩解;但根本无人肯留在原地听他,众人都像躲避不洁之物一样对他避之不及。格拉古和弗拉库斯不知所措,且因凶案提前发生而丧失了施行既定计划的时机,遂各自奔回住宅,他们的同谋者亦随之聚集到住宅中。而其余民众则从半夜起便预先占领了广场,仿佛面临某种重大的灾祸。留在城内的执政官奥皮米乌斯部署了一批武装人员在拂晓时分登上卡庇托林山集结,并通过传令官召集元老院,而他本人则身处所有人的正中,在狄奥斯库里神庙内严密监视事态的发展。

§1326

τάδε ἦν τοιάδε. ἡ μὲν βουλὴ Γράκχον καὶ Φλάκκον ἐκ τῶν οἰκιῶν ἐς ἀπολογίαν ἐς τὸ βουλευτήριον ἐκάλουν, οἱ δὲ σὺν ὅπλοις ἐξέθεον ἐπὶ τὸν Ἀβεντῖνον λόφον, ἐλπίσαντες, εἰ τόνδε προλάβοιεν, ἐνδώσειν πρὸς τὰς συνθήκας αὑτοῖς τι τὴν βουλήν. διαθέοντές τε τοὺς θεράποντας συνεκάλουν ἐπʼ ἐλευθερίᾳ. καὶ τῶνδε μὲν οὐδεὶς ὑπήκουεν, αὐτοὶ δέ, σὺν ὅσοις εἶχον ἀμφʼ αὑτούς, τὸ Ἀρτεμίσιον καταλαβόντες ἐκρατύνοντο καὶ Κόιντον Φλάκκου παῖδα ἐς τὴν βουλὴν ἔπεμπον, δεόμενοι διαλλαγῶν τυχεῖν καὶ βιοῦν μεθʼ ὁμονοίας. οἱ δʼ ἐκέλευον αὐτοὺς ἀποθεμένους τὰ ὅπλα ἥκειν εἰς τὸ βουλευτήριον καὶ λέγειν, ὅ τι θέλοιεν, ἢ μηκέτι πέμπειν μηδένα. τῶν δʼ αὖθις τὸν Κόιντον ἐπιπεμψάντων, τόνδε μὲν Ὀπίμιος ὁ ὕπατος διὰ τὴν προαγόρευσιν, ὡς οὐκέτι πρεσβευτὴν ὄντα, συνελάμβανε, τοῖς δὲ περὶ τὸν Γράκχον τοὺς ὡπλισμένους ἐπέπεμπεν. καὶ Γράκχος μὲν διὰ τῆς ξυλίνης γεφύρας ἐς τὸ πέραν τοῦ ποταμοῦ καταφυγὼν ἐς ἄλσος τι μεθʼ ἑνὸς θεράποντος ὑπέσχε τῷ θεράποντι τὴν σφαγὴν καταλαμβανόμενος·4 Φλάκκου δʼ ἐς ἐργαστήριον ἀνδρὸς γνωρίμου καταφυγόντος, οἱ μὲν διώκοντες, τὴν οἰκίαν οὐκ εἰδότες, ὅλον ἐμπρήσειν τὸν στενωπὸν ἠπείλουν, ὁ δʼ ὑποδεξάμενος αὐτὸς μὲν ὤκνησε μηνῦσαι τὸν ἱκέτην, ἑτέρῳ δὲ προσέταξε μηνῦσαι. καὶ συλληφθεὶς ὁ Φλάκκος ἀνῃρέθη. Γράκχου μὲν δὴ καὶ Φλάκκου τὰς κεφαλὰς ἔφερόν τινες Ὀπιμίῳ, καὶ αὐτοῖς ὁ Ὀπίμιος ἰσοβαρὲς χρυσίον ἀντέδωκεν· ὁ δὲ δῆμος αὐτῶν τὰς οἰκίας διήρπαζε, καὶ τοὺς συμφρονήσαντας ὁ Ὀπίμιος συλλαβὼν ἐς τὴν φυλακὴν ἐνέβαλέ τε καὶ ἀποπνιγῆναι προσέταξε. Κοΐντῳ δὲ τῷ Φλάκκου παιδὶ συνεχώρησεν ἀποθανεῖν, ὡς θέλοι, καὶ τὴν πόλιν ἐπὶ τοῖς φόνοις ἐκάθαιρεν. ἡ δὲ βουλὴ καὶ νεὼν Ὁμονοίας αὐτὸν ἐν ἀγορᾷ προσέταξεν ἐγεῖραι.

事情的经过如下:元老院将格拉古和弗拉库斯从各自住宅中传唤至议事堂进行辩护,但他们二人却手持武器冲上了阿文提诺山,指望如果抢先占领此山,元老院便会在和谈条件上向他们作出某种让步。他们四处奔跑,以赐予自由为条件召集奴隶。然而奴隶无一人响应,他们便率领身边的跟随者占领并加固了狄安娜神庙,并派遣弗拉库斯之子昆图斯前往元老院,恳求达成和解、共享和睦。元老院命他们放下武器前往议事堂陈述诉求,否则不得再派任何人来。当他们再度派昆图斯前往时,执政官奥皮米乌斯鉴于此前的通告,以其不再享有使节资格为由将他扣押,并派出武装士兵去攻击格拉古一党。 格拉古穿过木桥逃往河对岸的一处圣林,身边仅有一名随从;当行将被人追上时,他引颈受刃,命该随从将自己杀死。弗拉库斯逃入一个熟人的作坊,追捕者因不知是哪所房屋,便威胁要烧毁整条街巷;收留弗拉库斯的人自己不忍告发求庇护者,便指使他人出面告发。弗拉库斯遂被捕并遭处死。有人将格拉古和弗拉库斯的头颅送交奥皮米乌斯,奥皮米乌斯便按头颅同等重量的黄金赏赐给他们。民众劫掠了二人的住宅,奥皮米乌斯则将同谋者悉数逮捕下狱,下令绞死。对于弗拉库斯之子昆图斯,他准许其按自己意愿的方式死去,并在流血事件之后为城邦举行了净化仪式。元老院亦责成奥皮米乌斯在广场上兴建一座协和神庙。

语法注4 条
  1. 1325ἐνοχλούμενος δʼ ὑπὸ τοῦ συνειδότος ὡς ἐπὶ ἀλλοκότοις βουλεύμασι

    τὸ συνειδός 意为“良心”或“内疚的自觉”。ὡς ἐπὶ ἀλλοκότοις βουλεύμασι 是表示主观缘由的副词短语(“作为图谋非同寻常/骇人听闻之事者”),介词 ἐπί 表依据或境况。

  2. 1325τὸν καιρὸν ὧν ἐβουλεύοντο διὰ τὸ φθάσαι τὴν ἐγχείρησιν ἀπολωλεκότες

    ὧν 属于关系代名词的格吸引现象,因先行词 τούτων 省略,原本作为 ἐβουλεύοντο 宾语的 ἅ 被吸引为属格。διὰ τὸ φθάσαι τὴν ἐγχείρησιν 为带冠词的不定词构成的因果短语,意为“因动手之事发生过早/抢先出现”。

  3. 1325καὶ ὃς ἐπεδήμει τῶν ὑπάτων, Ὀπίμιος

    关系代词 ὅς 兼含其先行词而作主语,意为“执政官中留在城内者,即奥皮米乌斯”。τῶν ὑπάτων 是作修饰的部分属格(partitive genitive)。

  4. 1326ὑπέσχε τῷ θεράποντι τὴν σφαγὴν καταλαμβανόμενος

    ὑπέσχε τὴν σφαγήν 为习语,意为“引颈受戮/伸出脖颈受刃”。καταλαμβανόμενος 是现在时被动态分词,表示正在发生或即将临头的紧迫情势:“正将被追赶上之际”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1325-1326