← 阿庇安

内战记

§1322-1324

盖约·格拉古的改革与元老院的对抗

盖约·格拉古将法庭审判权移交予骑士阶层,并推行修路与扩大同盟者公民权等改革,但元老院借助保民官德鲁苏斯成功离间了民众。当格拉古在迦太基故址建立殖民地的计划因凶兆遭到元老院废除威胁时,格拉古派携械登上卡庇托林山,冲突一触即发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1322

ὁ μὲν δὴ Γάιος Γράκχος οὕτως ἐδημάρχει τὸ δεύτερον· οἷα δʼ ἔχων τὸν δῆμον ἔμμισθον, ὑπήγετο καὶ τοὺς καλουμένους ἱππέας, οἳ τὴν ἀξίωσίν εἰσι τῆς βουλῆς καὶ τῶν δημοτῶν ἐν μέσῳ, διʼ ἑτέρου τοιοῦδε πολιτεύματος. τὰ δικαστήρια, ἀδοξοῦντα ἐπὶ δωροδοκίαις, ἐς τοὺς ἱππέας ἀπὸ τῶν βουλευτῶν μετέφερε, τὰ ὑπόγυα μάλιστα αὐτοῖς ὀνειδίζων,1 ὅτι Αὐρήλιος Κόττας καὶ Σαλινάτωρ καὶ τρίτος ἐπὶ τούτοις Μάνιος Ἀκύλιος, ὁ τὴν Ἀσίαν ἑλών, σαφῶς δεδωροδοκηκότες ἀφεῖντο ὑπὸ τῶν δικασάντων, οἵ τε πρέσβεις οἱ κατʼ αὐτῶν ἔτι παρόντες σὺν φθόνῳ ταῦτα περιιόντες ἐκεκράγεσαν. ἅπερ ἡ βουλὴ μάλιστα αἰδουμένη ἐς τὸν νόμον ἐνεδίδου· καὶ ὁ δῆμος αὐτὸν ἐκύρου. καὶ μετηνέχθη μὲν ὧδε ἐς τοὺς ἱππέας ἀπὸ τῆς βουλῆς τὰ δικαστήρια· φασὶ δὲ κυρωθέντος μὲν ἄρτι τοῦ νόμου τὸν Γράκχον εἰπεῖν, ὅτι ἀθρόως τὴν βουλὴν καθῃρήκοι, τοῦ δʼ ἔργου προϊόντος ἐς πεῖραν μειζόνως ἔτι ἐκφανῆναι τὸ ἔπος τὸ Γράκχου. τό τε γὰρ δικάζειν αὐτοὺς Ῥωμαίοις καὶ Ἰταλιώταις ἅπασι καὶ αὐτοῖς βουλευταῖς, ἐπὶ παντὶ μέτρῳ, χρημάτων τε πέρι καὶ ἀτιμίας καὶ φυγῆς, τοὺς μὲν ἱππέας οἷά τινας ἄρχοντας αὐτῶν ὑπερεπῇρε, τοὺς δὲ βουλευτὰς ἴσα καὶ ὑπηκόους ἐποίει.2 συνιστάμενοί τε τοῖς δημάρχοις οἱ ἱππεῖς ἐς τὰς χειροτονίας καὶ ἀντιλαμβάνοντες παρʼ αὐτῶν, ὅ τι θέλοιεν, ἐπὶ μέγα φόβου τοῖς βουλευταῖς ἐχώρουν· ταχύ τε περιῆν ἀνεστράφθαι τὸ κράτος τῆς πολιτείας, τὴν μὲν ἀξίωσιν μόνην ἔτι τῆς βουλῆς ἐχούσης, τὴν δὲ δύναμιν τῶν ἱππέων. προϊόντες γὰρ οὐκ ἐδυνάστευον μόνον· ἀλλὰ καὶ σαφῶς ἐνύβριζον τοῖς βουλευταῖς παρὰ τὰς δίκας. τήν τε δωροδοκίαν μεταλαβόντες καὶ γευσάμενοι καὶ οἵδε κερδῶν ἀθρόων αἰσχρότερον ἔτι καὶ ἀμετρότερον αὐτοῖς ἐχρῶντο. κατηγόρους τε ἐνετοὺς ἐπὶ τοῖς πλουσίοις ἐπήγοντο καὶ τὰς τῶν δωροδοκιῶν δίκας, συνιστάμενοι σφίσιν αὐτοῖς καὶ βιαζόμενοι, πάμπαν ἀνῄρουν, ὡς καὶ τὸ ἔθος ὅλως τῆς τοιᾶσδε εὐθύνης ἐπιλιπεῖν καὶ στάσιν ἄλλην τὸν δικαστικὸν νόμον οὐκ ἐλάσσω τῶν προτέρων ἐς πολὺ παρασχεῖν.

盖约·格拉古就这样连任了第二届保民官。他既已用薪饷拉拢了民众,又通过如下另一项施政措施,将在地位上介于元老院与平民阶层之间的所谓骑士阶层招揽至自己麾下。他将因贪腐受贿而声名狼藉的法庭审理权从元老院议员手中转交给了骑士,并特别以切近的劣迹指责议员们:奥雷利乌斯·科塔、萨利纳托尔以及除他们之外的第三人、征服亚细亚的马尼乌斯·阿奎利乌斯,尽管明显受贿,却被审理案件的议员们判定无罪;而控告他们的使节至今仍在城中,怀着满腔愤恨在四处奔走呼号。元老院对此事深感羞愧,遂对该法案妥协退让;民众也随即通过了该法。法庭就这样从元老院移交给了骑士。据说法律刚刚通过时,格拉古曾声称自己毕其功于一役彻底瓦解了元老院;而随着事实推移并付诸实践,格拉古的这番话显得愈发应验。因为骑士们有权在牵涉财产、剥夺公民权以至流放等一切量级的案件上,审判罗马人、全体意大利人乃至元老院议员自身,这使骑士阶层被过度抬高,宛如成了他们的统治者,而议员们则沦落为形同臣民的地位。骑士们在投票选举中与保民官结为一体,并从保民官那里索取他们所期望的一切,从而对议员们构成了巨大的威慑。城邦的最高权力迅速发生了逆转,元老院仅仅保留有名义上的尊崇,而实权则归于骑士。及至后来,他们不仅专权弄势,甚至在法庭审判中公然肆意凌辱议员。他们自己也分润了贿赂并尝到了巨额横财的滋味,其行径甚至比前人更为丑陋且漫无节制。他们纠集受指使的告发人诬告富人,彼此串通并施加强权,将惩处受贿的审判彻底废除,以致这一审查惯例荡然无存,而该司法法案亦引发了另一场绝不亚于此前且持续长久的内讧纷争。

§1323

ὁ δὲ Γράκχος καὶ ὁδοὺς ἔτεμνεν ἀνὰ τὴν Ἰταλίαν μακράς, πλῆθος ἐργολάβων καὶ χειροτεχνῶν ὑφʼ ἑαυτῷ ποιούμενος, ἑτοίμων ἐς ὅ τι κελεύοι, καὶ ἀποικίας ἐσηγεῖτο πολλάς. καὶ τοὺς Λατίνους ἐπὶ πάντα ἐκάλει τὰ Ῥωμαίων, ὡς οὐκ εὐπρεπῶς συγγενέσι τῆς βουλῆς ἀντιστῆναι δυναμένης· τῶν τε ἑτέρων συμμάχων, οἷς οὐκ ἐξῆν ψῆφον ἐν ταῖς Ῥωμαίων χειροτονίαις φέρειν,3 ἐδίδου φέρειν ἀπὸ τοῦδε ἐπὶ τῷ ἔχειν καὶ τούσδε ἐν ταῖς χειροτονίαις τῶν νόμων αὑτῷ συντελοῦντας. ἐφʼ ᾧ δὴ μάλιστα ἡ βουλὴ διαταραχθεῖσα τοὺς ὑπάτους ἐκέλευσε προγράψαι μηδένα τῶν οὐ φερόντων ψῆφον ἐπιδημεῖν τῇ πόλει μηδὲ προσπελάζειν ἀπὸ τεσσαράκοντα σταδίων παρὰ τὴν ἐσομένην περὶ τῶνδε τῶν νόμων χειροτονίαν. Λίβιόν τε Δροῦσον, ἕτερον δήμαρχον, ἔπεισε κωλῦσαι τοὺς Γράκχου νόμους, οὐκ ἐπιλέγοντα τῷ δήμῳ τὰς αἰτίας· δέδοται δὲ τῷ κωλύοντι μηδʼ ἐπιλέγειν.4 ἔδωκαν δʼ αὐτῷ καὶ φιλανθρωπεύσασθαι τὸν δῆμον δώδεκα ἀποικίαις· ᾧ δὴ καὶ μάλιστα ὁ δῆμος ἡσθεὶς τῶν Γράκχου νόμων κατεφρόνησεν.

格拉古还在意大利境内开辟了漫长的道路,将大批随时听凭他差遣的承包商和工匠收归自己麾下,并提议建立众多殖民地。他号召拉丁人享有一切罗马人享有的特权,因为元老院无法体面地反对这些同宗同族之人;至于其他在罗马人的表决中没有投票权的同盟者,他准许他们自此参与投票,以便在表决法律时使他们也成为支持自己的力量。元老院对此大感震恐,遂命令执政官发布告示,严禁任何没有投票权的人在即将就这些法律进行投票期间滞留在罗马城内,或接近到城外四十斯塔德以内。元老院还说服了另一位保民官李维乌斯·德鲁苏斯出面否决格拉古的法案,且不必向民众说明理由;因为行使否决权者享有连理由亦毋庸陈述的权力。他们还准许德鲁苏斯以建立十二座殖民地来对民众施以恩惠;民众对此大喜过望,因而轻视并冷落了格拉古的法律。

§1324

ὁ δὲ τοῦ δημοκοπήματος ἐκπεσὼν ἐς Λιβύην ἅμα Φουλβίῳ Φλάκκῳ, κἀκείνῳ μεθʼ ὑπατείαν διὰ τάδε δημαρχεῖν ἑλομένῳ, διέπλευσεν, ἐψηφισμένης κατὰ δόξαν εὐκαρπίας ἐς Λιβύην ἀποικίας καὶ τῶνδε αὐτῶν οἰκιστῶν ἐπίτηδες ᾑρημένων, ἵνα μικρὸν ἀποδημούντων ἀναπαύσαιτο ἡ βουλὴ τῆς δημοκοπίας. οἱ δὲ τῇ ἀποικίᾳ τὴν πόλιν διέγραφον, ἔνθα ποτὲ ἦν ἡ Καρχηδονίων, οὐδὲν φροντίσαντες, ὅτι Σκιπίων αὐτήν, ὅτε κατέσκαπτεν, ἐπηράσατο ἐς ἀεὶ μηλόβοτον εἶναι. διέγραφον δʼ ἐς ἑξακισχιλίους ἀντὶ ἐλαττόνων τῶν ὄντων ἐν τῷ νόμῳ, ὡς καὶ τῷδε τὸν δῆμον ὑπαξόμενοι. ἐπανελθόντες τε ἐς Ῥώμην συνεκάλουν ἐξ ὅλης Ἰταλίας τοὺς ἑξακισχιλίους. ἐπιστειλάντων δὲ τῶν ἐν Λιβύῃ τὴν πόλιν ἔτι διαγραφόντων, ὅτι λύκοι τοὺς ὅρους Γράκχου τε καὶ Φουλβίου διέρριψαν ἀνασπάσαντες, καὶ τῶν μάντεων τὴν ἀποικίαν ἡγουμένων ἀπαίσιον, ἡ μὲν βουλὴ προέγραφεν ἐκκλησίαν, ἐν ᾗ τὸν νόμον ἔμελλε τὸν περὶ τῆσδε τῆς ἀποικίας λύσειν· ὁ δὲ Γράκχος καὶ ὁ Φούλβιος, ἐπεὶ καὶ τοῦδε ἐξέπιπτον, μεμηνόσιν ἐοικότες ἐψεῦσθαι τὴν βουλὴν ἔφασκον περὶ τῶν λύκων. οἵ τε θρασύτατοι τῶν δημοτῶν αὐτοῖς συνελάμβανον, ἐγχειρίδια φέροντες ἐς τὸ Καπιτώλιον, οὗ περὶ τῆς ἀποικίας ἐκκλησιάσειν ἔμελλον.

格拉古在争取民心的竞争中落败后,便同富尔维乌斯·弗拉库斯一起乘船前往利比亚;弗拉库斯在卸任执政官后同样出于这些原因而选择出任保民官。在利比亚建立殖民地是因其土地肥沃的声誉而经表决通过的,而特意挑选这两人作为建城者,是为了元老院能在他们离城的这阵子里从蛊惑民心的政客骚扰中获得喘息。他们在昔日迦太基所在之处划定了殖民城市的范围,丝毫不在意西庇阿当年彻底铲平该城时曾立下诅咒,令其永为放牧羊群之地。他们将殖民者名额定为六千人,而非法律规定的较少人数,意图借此再次拉拢民众。返回罗马后,他们从意大利各地召集这六千名殖民者。然而,仍在利比亚规划城市的留守者送来信件,称群狼刨出并弄散了格拉古和富尔维乌斯所立的界石,且占卜官们亦认为该殖民地是不祥之兆,元老院遂预先告示召开民众大会,准备在会上废除关于该殖民地的法律。格拉古和富尔维乌斯见这一图谋亦将付诸东流,便如发狂一般宣称元老院在群狼一事上说了谎。平民中最胆大妄为之徒亦起而助阵,怀揣短剑登上了即将就殖民地举行民众大会的卡庇托林山。

语法注4 条
  1. 1322τὰ ὑπόγυα μάλιστα αὐτοῖς ὀνειδίζων

    αὐτοῖς 是动词 ὀνειδίζων 所支配的与格,指代前文的元老院议员(τῶν βουλευτῶν)。形容词中性复数宾格 τὰ ὑπόγυα(源自 ὑπόγυος,“近来的”)既可理解为直接宾语(“以近来之事谴责他们”),亦可理解为副词性宾格(“尤指在最近的事情上”);在此与后随的 ὅτι 从句相呼应,充当该从句所展开具体指控的前置宾语概括。

  2. 1322τό τε γὰρ δικάζειν αὐτοὺς Ῥωμαίοις καὶ Ἰταλιώταις ἅπασι καὶ αὐτοῖς βουλευταῖς, ἐπὶ παντὶ μέτρῳ, χρημάτων τε πέρι καὶ ἀτιμίας καὶ φυγῆς, τοὺς μὲν ἱππέας οἷά τινας ἄρχοντας αὐτῶν ὑπερεπῇρε, τοὺς δὲ βουλευτὰς ἴσα καὶ ὑπηκόους ἐποίει.

    该长句的核心骨架是由冠词引导的不定式短语 τό τε γὰρ δικάζειν... 充当整个句子的主语,统领两个并列的主动词 ὑπερεπῇρε 与 ἐποίει。在不定式短语内部,宾格 αὐτούς(骑士们)是不定式 δικάζειν 的逻辑主语,其裁决对象则由一系列与格(Ῥωμαίοις καὶ Ἰταλιώταις ἅπασι καὶ αὐτοῖς βουλευταῖς)表示;在主句中,τοὺς μὲν ἱππέας 和 τοὺς δὲ βουλευτάς 则分别充当两个谓语动词的直接宾语。

  3. 1323τῶν τε ἑτέρων συμμάχων, οἷς οὐκ ἐξῆν ψῆφον ἐν ταῖς Ῥωμαίων χειροτονίαις φέρειν, ἐδίδου φέρειν

    τῶν τε ἑτέρων συμμάχων 采用了属格形式,而在语法规范上原本应当是受动词 ἐδίδου 支配的与格补足语(τοῖς ἑτέροις συμμάχοις)。这是一种将先行词前置并主题化所造成的破格构文(anacoluthon),或可视为表示所属范围的部分属格,句意为“至于其他没有投票权的同盟者,他准许[他们]自此投票”。

  4. 1323δέδοται δὲ τῷ κωλύοντι μηδʼ ἐπιλέγειν

    δέδοται 为完成时被动第三人称单数,作无人称用法,意为“被赋予/依规矩允许”。τῷ κωλύοντι 为表示行使否决权的保民官的与格(“对于行使阻止权者”)。带有否定词 μηδέ(甚至不……)的不定式短语 μηδʼ ἐπιλέγειν(连理由也不予陈述)构成本句的真正主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1322-1324