← 阿庇安

内战记

§1318-1321

小西庇阿之死与盖约·格拉古崛起

在提比略·格拉古死后土地分配引发的混乱中,小西庇阿出面维护意大利同盟者利益却离奇暴毙;随后盖约·格拉古出任保民官,凭借谷物法迅速赢得平民拥戴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1318

καὶ τάδε μὲν ἦν, ὅτε Ἀριστόνικος Ῥωμαίοις περὶ τῆς ἀρχῆς ἐπολέμει τῆς ἐν Ἀσίᾳ· ἀναιρεθέντος δὲ Γράκχου καὶ τελευτήσαντος Ἀππίου Κλαυδίου, ἀντικαθίστανται μὲν ἐς τὸ τὴν γῆν ἅμα τῷ νεωτέρῳ Γράκχῳ διανέμειν Φούλβιος Φλάκκος καὶ Παπίριος Κάρβων, ἀμελούντων δὲ τῶν κεκτημένων αὐτὴν ἀπογράφεσθαι κατηγόρους ἐκήρυττον ἐνδεικνύναι. καὶ ταχὺ πλῆθος ἦν δικῶν χαλεπῶν· ὅση γὰρ ἄλλη πλησιάζουσα τῇδε ἐπέπρατο ἢ τοῖς συμμάχοις ἐπιδιῄρητο, διὰ τὸ τῆσδε μέτρον ἐξητάζετο ἅπασα, ὅπως τε ἐπέπρατο καὶ ὅπως ἐπιδιῄρητο, οὔτε τὰ συμβόλαια οὔτε τὰς κληρουχίας ἔτι ἐχόντων ἁπάντων· ἃ δὲ καὶ εὑρίσκετο, ἀμφίλογα ἦν. ἀναμετρουμένης τε αὐτῆς οἱ μὲν ἐκ πεφυτευμένης καὶ ἐπαύλεων ἐς ψιλὴν μετετίθεντο, οἱ δʼ ἐξ ἐνεργῶν ἐς ἀργὸν ἢ λίμνας ἢ τέλματα, οὐδὲ τὴν ἀρχὴν ὡς ἐπὶ δορικτήτοις ἀκριβῆ πεποιημένοι.1 καὶ τὸ κήρυγμα, τὴν ἀνέμητον ἐξεργάζεσθαι τὸν ἐθέλοντα προλέγον, ἐπῇρε πολλοὺς τὰ πλησίον ἐκπονοῦντας τὴν ἑκατέρας ὄψιν συγχέαι· χρόνος τε ἐπελθὼν ἐνεόχμωσε πάντα. καὶ τὸ τῶν πλουσίων ἀδίκημα καίπερ ὂν μέγα δυσεπίγνωστον ἦν. καὶ οὐδὲν ἀλλʼ ἢ πάντων ἀνάστασις ἐγίγνετο2 μεταφερομένων τε καὶ μετοικιζομένων ἐς ἀλλότρια.

这些事发生在阿里斯托尼库斯为了亚细亚的统治权而同罗马人交战之际。格拉古遇害、阿庇乌斯·克劳狄乌斯去世之后,富尔维乌斯·弗拉库斯与帕庇里乌斯·卡尔博被补选,与小格拉古共同分发土地;但由于占有土地者疏于申报,委员们便宣布告示召集告发人出面指控。于是很快便出现了大量棘手的诉讼。因为凡是与这片土地相邻且已售出的土地,或是已分配给同盟者的土地,都为了确定公地的界址而受到彻查,核实其当初是如何售出、如何分配的;然而并非所有人都还保存着契约或受地文书,即便找到的文书也充满争议。在重新测绘土地之际,有人被从种植园和庄园迁往荒地,有人则从熟地被换至荒地、湖泊或沼泽;这是由于从一开始,作为战利品的土地就没有进行精确的测绘。此外,那条宣布凡愿意者皆可开垦未分配土地的告示,促使许多人开垦相邻土地,从而混淆了两者的地貌;岁月的流逝更使一切面目全非。富人的不法行为虽极其严重,却难以查明。局势演变成了一场不折不扣的全民流徙,人们被迁走并安置于他人的地产之上。

§1319

ταῦτά τε δὴ καὶ τὰς ἐπὶ τούτοις τῶν δικαζόντων ἐπείξεις οὐ φέροντες οἱ Ἰταλιῶται Κορνήλιον Σκιπίωνα, ὃς Καρχηδόνα ἐπόρθησεν, ἠξίουν προστάτην σφῶν ἀδικουμένων γενέσθαι. ὁ δʼ ἐς τοὺς πολέμους αὐτοῖς κεχρημένος προθυμοτάτοις ὑπεριδεῖν τε ὤκνησε καὶ παρελθὼν εἰς τὸ βουλευτήριον τὸν μὲν Γράκχου νόμον οὐκ ἔψεγε διὰ τὸν δῆμον σαφῶς, τὴν δὲ τοῦδε δυσχέρειαν ἐπεξιὼν ἠξίου τὰς δίκας οὐκ ἐπὶ τῶν διαιρούντων ὡς ὑπόπτων τοῖς δικαζομένοις, ἀλλʼ ἐφʼ ἑτέρων λέγεσθαι. ᾧ δὴ καὶ μάλιστα ἔπεισεν, εἶναι δοκοῦντι δικαίῳ· καὶ Τουδιτανὸς αὐτοῖς ὑπατεύων ἐδόθη δικάζειν. ἀλλʼ ὅδε μὲν ἁψάμενος τοῦ ἔργου καὶ τὴν δυσχέρειαν ἰδὼν ἐπʼ Ἰλλυριοὺς ἐστράτευε, πρόφασιν τήνδε ποιούμενος τοῦ μὴ δικάζειν· οἱ δὲ τὴν γῆν διανέμοντες, οὐκ ἀπαντῶντος ἐς αὐτοὺς οὐδενὸς ἐς δίκην, ἐπὶ ἀργίας ἦσαν. καὶ μῖσος ἐντεῦθεν ἤρξατο εἰς τὸν Σκιπίωνα τοῦ δήμου καὶ ἀγανάκτησις, ὅτι αὐτὸν ἀγαπήσαντες ἐπιφθόνως καὶ πολλὰ τοῖς δυνατοῖς ἐναντιωθέντες ὑπὲρ αὐτοῦ ὕπατόν τε δὶς ἑλόμενοι παρανόμως, ὑπὲρ τῶν Ἰταλιωτῶν ἀντιπεπραχότα σφίσιν ἑώρων. ταῦτα δʼ, ὅσοι τοῦ Σκιπίωνος ἦσαν ἐχθροί, κατιδόντες ἐβόων, ὡς λῦσαι τὸν Γράκχου νόμον ὅλως διεγνωκὼς μέλλοι πολὺν ἐπὶ τῷδε ἔνοπλον φόνον ἐργάσασθαι.

意大利人既不堪忍受这番动荡,又难以承受审理者在这些诉讼中的催逼,便请求攻克迦太基的科尔内利乌斯·西庇阿出面充当受害者的保护人。西庇阿在战争中深知他们出力极诚,不忍坐视不理;他来到元老院,因顾忌民众而并未公然指责格拉古的法律,但通过详述其推行之困难,要求诉讼不应由分配土地的委员审理——因为他们在诉讼人眼中怀有偏私——而应由其他人审理。他的这一主张显得十分公正,因而极具说服力;于是当时的执政官图迪塔努斯被指定为审理他们诉讼的判事。然而这位执政官一着手该项事务并察觉其艰巨,便率军出征伊利里亚人,以此作为不进行审判的借口;土地分配委员们由于无人前来应诉,亦陷于停顿。由此,民众中开始滋生对西庇阿的仇恨与愤慨,因为民众曾对他倾注厚爱以致招人物议,为了他多次与权贵对抗,并违背法律两度推选他为执政官,如今却眼见他为了意大利人而站在自己的对立面。西庇阿的仇敌见状,便高声宣称他已决意彻底废除格拉古之法,并准备为此发动大规模武装屠杀。

§1320

ὧν ὁ δῆμος ἀκροώμενος ἐδεδίει, μέχρις ὁ Σκιπίων, ἑσπέρας παραθέμενος ἑαυτῷ δέλτον, εἰς ἣν νυκτὸς ἔμελλε γράψειν τὰ λεχθησόμενα ἐν τῷ δήμῳ, νεκρὸς ἄνευ τραύματος εὑρέθη, εἴτε Κορνηλίας αὐτῷ, τῆς Γράκχου μητρός, ἐπιθεμένης, ἵνα μὴ ὁ νόμος ὁ Γράκχου λυθείη, καὶ συλλαβούσης ἐς τοῦτο Σεμπρωνίας τῆς θυγατρός, ἣ τῷ Σκιπίωνι γαμουμένη διὰ δυσμορφίαν καὶ ἀπαιδίαν οὔτʼ ἐστέργετο οὔτʼ ἔστεργεν, εἴθʼ, ὡς ἔνιοι δοκοῦσιν, ἑκὼν ἀπέθανε συνιδών, ὅτι οὐκ ἔσοιτο δυνατὸς κατασχεῖν ὧν ὑπόσχοιτο. εἰσὶ δʼ οἳ βασανιζομένους φασὶ θεράποντας εἰπεῖν, ὅτι αὐτὸν ξένοι διʼ ὀπισθοδόμου νυκτὸς ἐπεισαχθέντες ἀποπνίξαιεν καὶ οἱ πυθόμενοι ὀκνήσαιεν ἐξενεγκεῖν διὰ τὸν δῆμον ὀργιζόμενον ἔτι καὶ τῷ θανάτῳ συνηδόμενον. Σκιπίων μὲν δὴ τεθνήκει καὶ οὐδὲ δημοσίας ταφῆς ἠξιοῦτο, μέγιστα δὴ τὴν ἡγεμονίαν ὠφελήσας· οὕτως ἡ παραυτίκα ὀργὴ τῆς ποτὲ χάριτος ἐπικρατεῖ. καὶ τόδε ὂν τηλικοῦτον οἷα πάρεργον ἐπὶ τῇ Γράκχου στάσει συνέπεσε.

民众闻听此言深感恐惧,直至有一日黄昏,西庇阿在身旁备好书板准备在夜间起草次日向民众演说的讲稿,却被发现身亡,身上并无任何伤痕。有人说这是格拉古之母考内利亚为了阻止格拉古之法被废而对他下的毒手,其女森普罗尼亚亦参与了密谋——她嫁给西庇阿,却因相貌丑陋且无子嗣而既不得丈夫之爱,亦不爱其夫;亦有人如某些人所认定的那样,是他自觉无法兑现所作的承诺而自尽。还有人说,受拷问的奴仆供认,有外人在夜间由后门被引入房内将他扼死,得知此事的人因见民众仍在愤怒之中并为其死而称快,遂不敢将实情公之于众。 西庇阿就这样死去了,尽管他曾对罗马霸业立下卓绝功勋,却连国葬之礼也未获准享用;当下的愤怒竟这般彻底压过了昔日的恩情。如此重大的变故,竟仅作为格拉古党争的一件附带插曲而告终。

§1321

τὴν δὲ διαίρεσιν τῆς γῆς οἱ κεκτημένοι καὶ ὣς ἐπὶ προφάσεσι ποικίλαις διέφερον ἐπὶ πλεῖστον. καί τινες εἰσηγοῦντο τοὺς συμμάχους ἅπαντας, οἳ δὴ περὶ τῆς γῆς μάλιστα ἀντέλεγον, εἰς τὴν Ῥωμαίων πολιτείαν ἀναγράψαι, ὡς μείζονι χάριτι περὶ τῆς γῆς οὐ διοισομένους. καὶ ἐδέχοντο ἄσμενοι τοῦθʼ οἱ Ἰταλιῶται, προτιθέντες τῶν χωρίων τὴν πολιτείαν. συνέπρασσέ τε αὐτοῖς ἐς τοῦτο μάλιστα πάντων Φούλβιος Φλάκκος, ὑπατεύων ἅμα καὶ τὴν γῆν διανέμων. ἡ βουλὴ δʼ ἐχαλέπαινε, τοὺς ὑπηκόους σφῶν ἰσοπολίτας εἰ ποιήσονται.3 καὶ τόδε μὲν τὸ ἐγχείρημα οὕτω διελύθη, καὶ ὁ δῆμος ἐν ἐλπίδι τέως τῆς γῆς γενόμενος ἠθύμει· ὧδε δὲ αὐτοῖς ἔχουσιν ἀσπάσιος ἐκ τῶν τὴν γῆν διαιρούντων ἐς δημαρχίαν ἐπιφαίνεται Γάιος Γράκχος, ὁ Γράκχου τοῦ νομοθέτου νεώτερος ἀδελφός, ἐς πολὺ μὲν ἡσυχάσας ἐπὶ τῇ τοῦ ἀδελφοῦ συμφορᾷ· πολλῶν δʼ αὐτοῦ καταφρονούντων ἐν τῷ βουλευτηρίῳ, παρήγγειλεν ἐς δημαρχίαν. καὶ περιφανέστατα αἱρεθεὶς εὐθὺς ἐπεβούλευε τῇ βουλῇ, σιτηρέσιον ἔμμηνον ὁρίσας ἑκάστῳ τῶν δημοτῶν ἀπὸ τῶν κοινῶν χρημάτων, οὐ πρότερον εἰωθὸς διαδίδοσθαι. καὶ ὁ μὲν ὀξέως οὕτως ἑνὶ πολιτεύματι τὸν δῆμον ὑπηγάγετο, συμπράξαντος αὐτῷ Φουλβίου Φλάκκου. καὶ εὐθὺς ἐπὶ τῷδε καὶ ἐς τὸ μέλλον ᾕρητο δημαρχεῖν· καὶ γάρ τις ἤδη νόμος κεκύρωτο, εἰ δήμαρχος ἐνδέοι ταῖς παραγγελίαις,4 τὸν δῆμον ἐκ πάντων ἐπιλέγεσθαι.

即便如此,占有土地者仍借种种托词将土地分配一再拖延。于是有人提议,将对土地提出最强烈抗议的所有同盟者统统编入罗马公民籍,以此更大的恩惠使他们不再为土地起争执。意大利人欣然接受了这一方案,将公民权置于土地之上。身为执政官同时又任土地分配委员的富尔维乌斯·弗拉库斯在此事上出力最尤。然而元老院却大为愤懑,不满竟要将自己的臣民变为平等的同邦公民。 这一尝试遂告流产,此前对土地抱有希望的平民陷入沮丧。正在众人意气消沉之际,立法者格拉古的胞弟盖约·格拉古以土地分配委员的身份受到热烈拥戴而谋求保民官之职;他在兄长遭遇横祸后蛰伏已久,但见元老院中许多人轻视他,便宣布竞选保民官。在以极其悬殊的优势当选后,他随即向元老院发难,规定从国库中为每位平民按月发放粮饷,这在以往是不曾有过的规矩。通过这一单项政策,在富尔维乌斯·弗拉库斯的协助下,他迅速将民众争取到自己身边。紧接着,他便被选为连任来年的保民官;因为此前已有法律通过,规定如果候选人不足保民官定额,民众可从全体公民中自由遴选。

语法注4 条
  1. 1318οὐδὲ τὴν ἀρχὴν ὡς ἐπὶ δορικτήτοις ἀκριβῆ πεποιημένοι

    该句由作副词性宾格的 οὐδὲ τὴν ἀρχήν(“根本不/从一开始就未”)和主格分词 πεποιημένοι 构成。分词在逻辑上的主语指代最初占领或划分土地的人(占有者或罗马国家),省略了如“精确的测绘/界线”等直接宾语,或者以形容词 ἀκριβῆ 作宾语补足语(指“未曾做过精确划分”)。

  2. 1318οὐδὲν ἀλλʼ ἢ πάντων ἀνάστασις ἐγίγνετο

    短语 οὐδὲν ἀλλʼ ἤ 为固定省略习语,意为“无非是/完全是”。它与表语名词 πάντων ἀνάστασις 结合,强调了混乱的极致:“局势演变成了一场不折不扣的全民流徙(迁移)。”

  3. 1321τοὺς ὑπηκόους σφῶν ἰσοπολίτας εἰ ποιήσονται

    由 εἰ 引导的从句依附于表感情的动词 ἐχαλέπαινε。在希腊语习惯中,情感动词后常用 εἰ 引导的名词性/条件从句替代 ὅτι,以表达担忧、愤慨的具体内容(“对于他们竟要将自己的臣民变为同等公民这一想法深感愤怒”)。将来直陈语气 ποιήσονται 保留了元老院当时直接思想的时态。

  4. 1321εἰ δήμαρχος ἐνδέοι ταῖς παραγγελίαις

    该条件从句处于间接引语中,转述了已通过的法律条文,因此使用了祈愿语气 ἐνδέοι(代替原法律条文中的连接语气)。与格 ταῖς παραγγελίαις 为表示范围或关系的与格(“如果在候选人申报中保民官人数不足”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1318-1321