- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1214-1217
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提比略·格拉古谋求连任平民保民官导致投票陷于混乱;在占领卡庇托林神庙并爆发武装冲突后,他遭到大祭司西庇阿·纳西卡率领的元老们袭击身亡。
θέρος δʼ ἦν ἤδη καὶ προγραφαὶ δημάρχων ἐς τὸ μέλλον· καὶ οἱ πλούσιοι τῆς χειροτονίας πλησιαζούσης ἔνδηλοι σαφῶς ἦσαν ἐσπουδακότες ἐς τὴν ἀρχὴν τοῖς μάλιστα Γράκχῳ πολεμίοις. ὁ δʼ ἐγγὺς τοῦ κακοῦ γιγνομένου δείσας, εἰ μὴ καὶ ἐς τὸ μέλλον ἔσοιτο δήμαρχος, συνεκάλει τοὺς ἐκ τῶν ἀγρῶν ἐπὶ τὴν χειροτονίαν. ἀσχολουμένων δʼ ἐκείνων ὡς ἐν θέρει, συνελαυνόμενος ὑπὸ τῆς προθεσμίας ὀλίγης ἐς τὴν χειροτονίαν ἔτι οὔσης ἐπὶ τὸν ἐν τῷ ἄστει δῆμον κατέφευγε, καὶ περιιὼν κατὰ μέρος ἑκάστων ἐδεῖτο δήμαρχον αὑτὸν ἐς τὸ μέλλον ἑλέσθαι, κινδυνεύοντα διʼ ἐκείνους. γιγνομένης δὲ τῆς χειροτονίας δύο μὲν ἔφθασαν αἱ πρῶται φυλαὶ Γράκχον ἀποφῆναι,1 τῶν δὲ πλουσίων ἐνισταμένων οὐκ ἔννομον εἶναι δὶς ἐφεξῆς τὸν αὐτὸν ἄρχειν καὶ Ῥουβρίου δημάρχου τοῦ προεστάναι τῆς ἐκκλησίας ἐκείνης διειληχότος ἐνδοιάζοντος ἐπὶ τῷδε, Μούμμιος αὐτόν, ὁ ἐπὶ τῷ Ὀκταουίῳ δημαρχεῖν ᾑρημένος, ἐκέλευεν ἑαυτῷ τὴν ἐκκλησίαν ἐπιτρέψαι. καὶ ὁ μὲν ἐπέτρεψεν, οἱ δὲ λοιποὶ δήμαρχοι περὶ τῆς ἐπιστασίας ἠξίουν ἀνακληροῦσθαι· Ῥουβρίου γὰρ τοῦ λαχόντος ἐκστάντος αὖθις ἐς ἅπαντας τὴν διακλήρωσιν περιιέναι. ἔριδος δὲ καὶ ἐπὶ τῷδε πολλῆς γενομένης ὁ Γράκχος ἐλαττούμενος τὴν μὲν χειροτονίαν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἀνέθετο, πάντα δʼ ἀπογνοὺς ἐμελανειμόνει τε ἔτι ὢν ἔναρχος καὶ τὸ λοιπὸν τῆς ἡμέρας ἐν ἀγορᾷ τὸν υἱὸν ἐπάγων ἑκάστοις συνίστη καὶ παρετίθετο ὡς αὐτὸς ὑπὸ τῶν ἐχθρῶν αὐτίκα ἀπολούμενος.
时值盛夏,来年平民保民官选举的告示已经张贴;随着投票日子的临近,显然富人们正极力谋划,试图让对格拉古最抱敌意的人当选该职。格拉古唯恐自己若不能连任来年的保民官便大难临头,遂从乡间召集民众前来投票。但乡民因正值盛夏忙于农活,且距投票之期所剩无几,格拉古走投无路之下,只得求助于城内的民众;他走访于众人之间,逐一恳求他们选他为来年的保民官,称自己正是为了他们才身陷险境。投票开始时,前两个部族已抢先宣布格拉古当选;但富人们出面阻挠,指责同一人连续两届任职并不合法,而通过抽签主持该次集会的保民官鲁布里乌斯对此犹豫不决,接替奥克塔维乌斯任保民官的穆姆米乌斯便要求鲁布里乌斯将集会主持权交给自己。鲁布里乌斯虽然让出,其余保民官却要求重新抽签决定主持权;因为抽中签的鲁布里乌斯既然退出,抽签权理应再次轮及所有人。在此事上亦引发了激烈争执,格拉古处于劣势,遂将投票延期至次日;在万念俱灰之下,他虽仍在任却身着丧服,在这一天的余下时间里带着儿子穿行于广场,将儿子引荐给众人并托付给他们,仿佛自己行将死于仇敌之手。
οἴκτου δὲ πολλοῦ σὺν λογισμῷ τοὺς πένητας ἐπιλαμβάνοντος ὑπέρ τε σφῶν αὐτῶν, ὡς οὐκ ἐν ἰσονόμῳ πολιτευσόντων ἔτι, ἀλλὰ δουλευσόντων κατὰ κράτος τοῖς πλουσίοις, καὶ ὑπὲρ αὐτοῦ Γράκχου, τοιαῦτα δεδιότος τε καὶ πάσχοντος ὑπὲρ αὐτῶν, σύν τε οἰμωγῇ προπεμπόντων αὐτὸν ἁπάντων ἐπὶ τὴν οἰκίαν ἑσπέρας καὶ θαρρεῖν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἐπικελευόντων, ἀναθαρρήσας ὁ Γράκχος ἔτι νυκτὸς τοὺς στασιώτας συναγαγὼν καὶ σημεῖον, εἰ καὶ μάχης δεήσειεν, ὑποδείξας κατέλαβε τοῦ Καπιτωλίου τὸν νεών, ἔνθα χειροτονήσειν ἔμελλον, καὶ τὰ μέσα τῆς ἐκκλησίας. ἐνοχλούμενος δʼ ὑπὸ τῶν δημάρχων καὶ τῶν πλουσίων, οὐκ ἐώντων ἀναδοθῆναι περὶ αὐτοῦ χειροτονίαν, ἀνέσχε τὸ σημεῖον. καὶ βοῆς ἄφνω παρὰ τῶν συνειδότων γενομένης χεῖρές τε ἦσαν ἤδη τὸ ἀπὸ τοῦδε, καὶ τῶν Γρακχείων οἱ μὲν αὐτὸν ἐφύλαττον οἷά τινες δορυφόροι, οἱ δὲ τὰ ἱμάτια διαζωσάμενοι, ῥάβδους καὶ ξύλα τὰ ἐν χερσὶ τῶν ὑπηρετῶν ἁρπάσαντές τε καὶ διακλάσαντες ἐς πολλά, τοὺς πλουσίους ἐξήλαυνον ἀπὸ τῆς ἐκκλησίας, σὺν τοσῷδε ταράχῳ καὶ τραύμασιν, ὡς τούς τε δημάρχους δείσαντας διαφυγεῖν ἐκ μέσου, καὶ τὸν νεὼν τοὺς ἱερέας ἐπικλεῖσαι, δρόμον τε πολλῶν ἄκοσμον εἶναι καὶ φυγὴν καὶ λόγον οὐκ ἀκριβῆ, τῶν μὲν ὅτι καὶ τοὺς ἄλλους δημάρχους ὁ Γράκχος παραλύσειε τῆς ἀρχῆς (οὐ γὰρ ὁρωμένων αὐτῶν εἴκαζον οὕτως), τῶν δʼ ὅτι αὐτὸς ἑαυτὸν ἐς τὸ μέλλον δήμαρχον ἄνευ χειροτονίας ἀποφαίνοι.
贫民们在深思之余,心中涌起巨大的悲悯,这既是为他们自己——认为自己将不再生活于平等的法治之下,而是要彻底沦为富人们的奴隶;也是为了格拉古本人——因为他正是为了他们才承受如此恐惧与苦难。黄昏时分,众人在哀泣中护送他回家,并勉励他在次日振作勇气。格拉古重新振作,趁着夜色召集党羽,向他们交代了若需动武时的暗号,并占领了准备进行投票的卡庇托林神庙及集会会场的中央区域。当他受到保民官和富人们的阻挠、不容许就他进行投票时,他举起了暗号。同谋者之中顿时爆发出一阵呐喊,从此便动起手来:格拉古派的人有的如卫士般护卫着他,有的则束起外袍,夺过差役手中的杖棍并折成多截,将富人们逐出会场。骚乱和流血极其严重,以致保民官们吓得逃离会场中央,祭司们紧闭神庙大门,许多人狼狈奔逃,谣言四起:有人说格拉古已将其他保民官罢免(因不见其踪影而如此推测),有人则说格拉古未经投票便擅自宣布自己连任来年的保民官。
γιγνομένων δὲ τούτων ἡ βουλὴ συνῆλθεν εἰς τὸ τῆς Πίστεως ἱερόν. καί μοι θαῦμα καταφαίνεται τὸ πολλάκις ἐν τοιοῖσδε φόβοις διὰ τῆς αὐτοκράτορος ἀρχῆς διασεσωσμένους τότε μηδʼ ἐπὶ νοῦν τὸν δικτάτορα λαβεῖν,2 ἀλλὰ χρησιμώτατον τοῖς προτέροις τόδε τὸ ἔργον εὑρεθὲν μηδʼ ἐν μνήμῃ τοῖς πολλοῖς ἄρα γενέσθαι μήτε τότε μήθʼ ὕστερον. κρίναντες δʼ ὅσα ἔκριναν ἐς τὸ Καπιτώλιον ἀνῄεσαν. καὶ πρῶτος αὐτοῖς ὁ μέγιστος ἀρχιερεὺς λεγόμενος ἐξῆρχε τῆς ὁδοῦ, Κορνήλιος Σκιπίων ὁ Νασικᾶς· ἐβόα τε μέγιστον ἕπεσθαί οἱ τοὺς ἐθέλοντας σῴζεσθαι τὴν πατρίδα καὶ τὸ κράσπεδον τοῦ ἱματίου ἐς τὴν κεφαλὴν περιεσύρατο, εἴτε τῷ παρασήμῳ τοῦ σχήματος πλέονάς οἱ συντρέχειν ἐπισπώμενος, εἴτε πολέμου τι σύμβολον τοῖς ὁρῶσιν ὡς κόρυθα ποιούμενος, εἴτε θεοὺς ἐγκαλυπτόμενος ὧν ἔμελλε δράσειν. ἀνελθόντι δὲ ἐς τὸ ἱερὸν καὶ τοῖς Γρακχείοις ἐπιδραμόντι εἶξαν μὲν ὡς κατʼ ἀξίωσιν ἀνδρὶ ἀρίστῳ,3 καὶ τὴν βουλὴν ἅμα οἱ θεωροῦντες ἐπιοῦσαν· οἱ δὲ τὰ ξύλα τῶν Γρακχείων αὐτῶν περισπάσαντες, ὅσα τε βάθρα καὶ ἄλλη παρασκευὴ ὡς ἐς ἐκκλησίαν συνενήνεκτο διελόντες, ἔπαιον αὐτοὺς καὶ ἐδίωκον καὶ ἐς τὰ ἀπόκρημνα κατερρίπτουν. κἀν τῷδε τῷ κυδοιμῷ πολλοί τε τῶν Γρακχείων καὶ Γράκχος αὐτός, εἱλούμενος περὶ τὸ ἱερόν, ἀνῃρέθη κατὰ τὰς θύρας παρὰ τοὺς τῶν βασιλέων ἀνδριάντας. καὶ πάντας αὐτοὺς νυκτὸς ἐξέρριψαν εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ.
正当这些事情发生之际,元老院在忠信神庙集会。令我深感惊异的是,在以往这般危难之中,他们曾屡次依靠独裁官的全权得以保全,此时却无人念及独裁官;这项被先辈证明为最为有益的制度,在当时和后世竟都未曾进入多数人的记忆。他们在作出决议后便登上卡庇托林山。走在队伍最前列带路的是被称为大祭司的科尔内利乌斯·西庇阿·纳西卡;他高声呼喊,凡愿拯救祖国者当随他前行,并将托袍的下摆蒙在头上,这或是为了以奇装异服吸引更多人跟随,或是为了向旁观者展示如头盔般的战争标志,抑或是为了即将实施的暴行而向诸神遮面。当他登上圣所向格拉古派冲去时,众人敬重其显赫地位,又看见元老院随他一道涌来,便向这位最显贵之人让了路;然而元老们夺过格拉古派自己的木棍,并拆散为集会搬来的长凳及其他器物,击打、驱赶他们,并将他们推落悬崖。在这场大混战中,许多格拉古派党羽,以及在神庙周围被围困的格拉古本人,在靠近诸王雕像的门旁遇害。到了夜间,元老派将他们所有人的尸体抛入了河水之中。
οὕτω μὲν δὴ Γράκχος, ὁ Γράκχου τοῦ δὶς ὑπατεύσαντος καὶ Κορνηλίας τῆς Σκιπίωνος τοῦ Καρχηδονίους τὴν ἡγεμονίαν ἀφελομένου παῖς, ἀρίστου βουλεύματος ἕνεκα, βιαίως αὐτῷ προσιών, ἀνῄρητο ἔτι δημαρχῶν ἐν τῷ Καπιτωλίῳ. καὶ πρῶτον ἐν ἐκκλησίᾳ τόδε μύσος γενόμενον οὐ διέλιπεν, αἰεί τινος ὁμοίου γιγνομένου παρὰ μέρος. ἡ δὲ πόλις ἐπὶ τῷ Γράκχου φόνῳ διῄρητο ἐς λύπην καὶ ἡδονήν, οἱ μὲν οἰκτείροντες αὑτούς τε κἀκεῖνον καὶ τὰ παρόντα ὡς οὐκέτι πολιτείαν, ἀλλὰ χειροκρατίαν καὶ βίαν, οἱ δʼ ἐξειργάσθαι σφίσιν ἡγούμενοι πᾶν, ὅσον ἐβούλοντο.
就这样,曾两度出任执政官的格拉古与剥夺迦太基霸权的西庇阿之女考内利亚所生之子格拉古,为了至善的政见,却以暴力手段加以推进,在仍任保民官时便横尸卡庇托林山。这是集会中首次出现的弑杀污秽,自此便未尝断绝,相似的暴行周而复始地发生。罗马城因格拉古之死而陷入悲喜两极:一方哀悼自己、哀悼格拉古,并哀叹时局已非宪政,而是拳头与暴力之天下;另一方则认为他们已完全达成了心中所愿。
- 1214δύο μὲν ἔφθασαν αἱ πρῶται φυλαὶ Γράκχον ἀποφῆναι
动词 φθάνω 通常接补充性分词表示“先于……做某事”,此处则接不定式 ἀποφῆναι,属希腊化时期的语法用法,意为“前两个部族抢先宣布格拉古(当选)”。
- 1216τὸ πολλάκις ἐν τοιοῖσδε φόβοις διὰ τῆς αὐτοκράτορος ἀρχῆς διασεσωσμένους τότε μηδʼ ἐπὶ νοῦν τὸν δικτάτορα λαβεῖν
由中性定冠词 τό 引导的冗长带不定式的宾格从句构成名词性主语短语,作谓语 θαῦμα καταφαίνεται 的主语(即“……这件事在我看来实属惊异”)。宾格分词 διασεσωσμένους 作不定式 λαβεῖν 的逻辑主语,修饰先行获救的罗马人/元老院群体。
- 1216εἶξαν μὲν ὡς κατʼ ἀξίωσιν ἀνδρὶ ἀρίστῳ
主动词 εἶξαν 的与格补足语为 ἀνδρὶ ἀρίστῳ(“向最显贵之人让路”),中间插入介词短语 ὡς κατʼ ἀξίωσιν(“按照其尊严/地位”),表达让步的依据与缘由。
