← 阿庇安

内战记

§1112-1113

奥克塔维乌斯的罢免与土地法通过

保民官奥克塔维乌斯行使否决权阻挠土地法,格拉古向元老院申诉受辱后,通过部族大会表决将其罢免并最终通过了法案,随后自己与亲属被选为土地分配委员。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1112

Μᾶρκος δʼ Ὀκτάουιος δήμαρχος ἕτερος, ὑπὸ τῶν κτηματικῶν διακωλύειν παρεσκευασμένος, καὶ ὢν ἀεὶ παρὰ Ῥωμαίοις ὁ κωλύων δυνατώτερος,1 ἐκέλευε τὸν γραμματέα σιγᾶν. καὶ τότε μὲν αὐτῷ πολλὰ μεμψάμενος ὁ Γράκχος ἐς τὴν ἐπιοῦσαν ἀγορὰν ἀνέθετο φυλακήν τε παραστησάμενος ἱκανὴν ὡς καὶ ἄκοντα βιασόμενος Ὀκτάουιον ἐκέλευε σὺν ἀπειλῇ τῷ γραμματεῖ τὸν νόμον εἰς τὸ πλῆθος ἀναγινώσκειν. καὶ ἀνεγίνωσκε καὶ Ὀκταουίου κωλύοντος ἐσιώπα. λοιδοριῶν δὲ τοῖς δημάρχοις ἐς ἀλλήλους γενομένων καὶ τοῦ δήμου θορυβοῦντος ἱκανῶς, οἱ δυνατοὶ τοὺς δημάρχους ἠξίουν ἐπιτρέψαι τῇ βουλῇ, περὶ ὧν διαφέρονται, καὶ ὁ Γράκχος ἁρπάσας τὸ λεχθέν, ὡς δὴ πᾶσι τοῖς εὖ φρονοῦσιν ἀρέσοντος τοῦ νόμου, διέτρεχεν ἐς τὸ βουλευτήριον. ἐκεῖ δʼ ὡς ἐν ὀλίγοις ὑβριζόμενος ὑπὸ τῶν πλουσίων,2 αὖθις ἐκδραμὼν εἰς τὴν ἀγορὰν ἔφη διαψήφισιν προθήσειν ἐς τὴν ἐπιοῦσαν ἀγορὰν περί τε τοῦ νόμου καὶ τῆς ἀρχῆς τῆς Ὀκταουίου, εἰ χρὴ δήμαρχον ἀντιπράττοντα τῷ δήμῳ τὴν ἀρχὴν ἐπέχειν. καὶ ἔπραξεν οὕτως· ἐπείτε γὰρ Ὀκτάουιος οὐδὲν καταπλαγεὶς αὖθις ἐνίστατο, ὁ δὲ προτέραν τὴν περὶ αὐτοῦ ψῆφον ἀνεδίδου. καὶ τῆς πρώτης φυλῆς καταψηφισαμένης τὴν ἀρχὴν τὸν Ὀκτάουιον ἀποθέσθαι, ἐπιστραφεὶς πρὸς αὐτὸν ὁ Γράκχος ἐδεῖτο μεταθέσθαι. οὐ πειθομένου δὲ τὰς ἄλλας ψήφους ἐπῆγεν. οὐσῶν δὲ τότε φυλῶν πέντε καὶ τριάκοντα καὶ συνδραμουσῶν ἐς τὸ αὐτὸ σὺν ὀργῇ τῶν προτέρων ἑπτακαίδεκα, ἡ μὲν ὀκτωκαιδεκάτη τὸ κῦρος ἔμελλεν ἐπιθήσειν, ὁ δὲ Γράκχος αὖθις, ἐν ὄψει τοῦ δήμου, τότε μάλιστα κινδυνεύοντι τῷ Ὀκταουίῳ λιπαρῶς ἐνέκειτο μὴ ἔργον ὁσιώτατον καὶ χρησιμώτατον Ἰταλίᾳ πάσῃ συγχέαι μηδὲ σπουδὴν τοῦ δήμου τοσήνδε ἀνατρέψαι, ᾧ τι καὶ παρενδοῦναι προθυμουμένῳ δήμαρχον ὄντα ἥρμοζε, καὶ μὴ αὑτοῦ τὴν ἀρχὴν ἀφαιρουμένην περιιδεῖν ἐπὶ καταγνώσει.3 καὶ τάδε λέγων καὶ θεοὺς μαρτυρόμενος ἄκων ἄνδρα σύναρχον ἀτιμοῦν, ὡς οὐκ ἔπειθεν, ἐπῆγε τὴν ψῆφον. καὶ ὁ μὲν Ὀκτάουιος αὐτίκα ἰδιώτης γενόμενος διαλαθὼν ἀπεδίδρασκε, Κόιντος δὲ Μούμμιος ἀντʼ αὐτοῦ δήμαρχος ᾑρεῖτο, καὶ ὁ νόμος ὁ περὶ τῆς γῆς ἐκυροῦτο.

然而另一位平民保民官马尔库斯·奥克塔维乌斯已受土地所有者所托出面阻挠,又因在罗马人中阻挠者向来权力更大,便命令书记官保持沉默。当时格拉古对奥克塔维乌斯痛加责备后,将集会延期至下一个集会日;他部署了充足的卫士,意欲即便违背奥克塔维乌斯的意愿也要以武力相逼,并严词威吓,命令书记官向民众宣读法案。书记官刚开始宣读,便因奥克塔维乌斯的阻止而停下噤声。由于保民官之间相互谩骂,民众亦大为骚动,权贵们遂要求保民官将争议事项交付元老院裁决。格拉古抓住此言,以为凡明智之士皆会赞成此法,便径直奔往议事堂。但他在那里如同置身寡头之中一般受到富人们的辱骂,于是再次奔回广场,宣称将在下一个集会日就该法案以及奥克塔维乌斯的官职一并交付表决,即一位与人民作对的保民官是否理应继续保留其职位。事实亦是如此:因为当奥克塔维乌斯毫无惧色再次出面阻挠时,格拉古便将关于罢免其职位的表决先行提出。 当第一部族投票赞成罢免奥克塔维乌斯的职务时,格拉古转向他,恳求他改变初衷。见他不肯听从,格拉古便继续进行其余部族的投票。当时共有三十五个部族,当前十七个部族出于义愤一致投下相同赞成票时,第十八个部族即将使决议生效。此时格拉古再次在民众眼前,对处于极度危急中的奥克塔维乌斯苦苦相劝,劝他切勿破坏这项对全意大利而言至为神圣、至为有益的事业,切勿颠覆民众这般殷切的热忱——对民众的急切意愿,身为保民官理当有所让步——也不可坐视自己的职位因遭定罪而被剥夺。格拉古言尽于此,并指天发誓自己绝非心甘情愿使同僚蒙羞,然而见无法说服对方,便继续进行表决。奥克塔维乌斯随即沦为平民,悄然逃离;昆图斯·穆姆米乌斯被选为保民官以接替其职,土地法案亦随之正式通过。

§1113

διανέμειν τε αὐτὴν ἐκεχειροτόνηντο πρῶτοι Γράκχος αὐτός, ὁ νομοθέτης, καὶ ἀδελφὸς ὁμώνυμος ἐκείνου καὶ ὃς ἐκήδευε τῷ νομοθέτῃ Κλαύδιος Ἄππιος,4 πάνυ τοῦ δήμου καὶ ὣς δεδιότος, μὴ τὸ ἔργον ἐκλειφθείη τοῦ νόμου, εἰ μὴ Γράκχος αὐτοῦ σὺν ὅλῃ τῇ οἰκίᾳ κατάρχοιτο. Γράκχος δὲ μεγαλαυχούμενος ἐπὶ τῷ νόμῳ ὑπὸ τοῦ πλήθους οἷα δὴ κτίστης οὐ μιᾶς πόλεως οὐδὲ ἑνὸς γένους, ἀλλὰ πάντων, ὅσα ἐν Ἰταλίᾳ ἔθνη, ἐς τὴν οἰκίαν παρεπέμπετο. καὶ μετὰ ταῦθʼ οἱ μὲν κεκρατηκότες ἐς τοὺς ἀγροὺς ἀνεχώρουν, ὅθεν ἐπὶ ταῦτʼ ἐληλύθεσαν, οἱ δʼ ἡσσημένοι δυσφοροῦντες ἔτι παρέμενον καὶ ἐλογοποίουν οὐ χαιρήσειν Γράκχον, αὐτίκα ὅτε γένοιτο ἰδιώτης, ἀρχήν τε ὑβρίσαντα ἱερὰν καὶ ἄσυλον καὶ στάσεως τοσήνδε ἀφορμὴν ἐς τὴν Ἰταλίαν ἐμβαλόντα.

作为最初分配土地的三人委员会成员,立法者格拉古本人、与其同名的兄弟,以及这位立法者的岳父阿庇乌斯·克劳狄乌斯被投票选出;因为民众即便到了这一步仍极度恐惧,若非格拉古与其全家掌管此事,这部法律的实施便会废止。格拉古因该法律而颇为自豪,被民众一路护送回家,仿佛他不仅是一座城邦或一个种族的缔造者,而是全意大利所有部族的奠基人。此后,获胜的一方返回了他们为此从那里前来的乡间田野,而落败的一方则怀着愤恨继续留守,并散布流言,称格拉古一旦沦为平民便绝无好下场,因他亵渎了神圣不可侵犯的公职,并在意大利播下了如此巨大的内乱祸根。

语法注4 条
  1. 1112καὶ ὢν ἀεὶ παρὰ Ῥωμαίοις ὁ κωλύων δυνατώτερος

    分词 ὤν 表原因,其主语为后接的名词化短语 ὁ κωλύων(行使否决/阻碍之人)。此处插入了罗马宪政公权中“否决权优先于赞成权”的通用通则,用以说明奥克塔维乌斯得以命令书记官噤声的依据。

  2. 1112ἐκεῖ δʼ ὡς ἐν ὀλίγοις ὑβριζόμενος ὑπὸ τῶν πλουσίων

    短语 ὡς ἐν ὀλίγοις 意为“如同在寡头派之中”或“如同在寡不敌众的极少数人之中”。此处不仅描绘了格拉古在富豪把持的元老院中孤立无援的处境,更突显了元老院作为闭锁的寡头空间,与代表大众的公民大会(πλῆθος)形成的鲜明体制对立。

  3. 1112καὶ μὴ αὑτοῦ τὴν ἀρχὴν ἀφαιρουμένην περιιδεῖν ἐπὶ καταγνώσει

    动词 περιιδεῖν(περιοράω 的不定过去时不定词,意为“坐视/容忍”)接现在分词 ἀφαιρουμένην(修饰 τὴν ἀρχήν)作补充成分,构成“坐视其职位被剥夺”之意。介词短语 ἐπὶ καταγνώσει 表根据或伴随状态,意为“在正式定罪/弹劾之下”。

  4. 1113ὃς ἐκήδευε τῷ νομοθέτῃ Κλαύδιος Ἄππιος

    动词 κηδεύω 支配与格(τῷ νομοθέτῃ),意为“与……结为姻亲”。在历史语境中,指阿庇乌斯·克劳狄乌斯是立法者格拉古的岳父。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1112-1113