← 阿庇安

内战记

§1110-1111

土地法案引发的阶层对立与格拉古的演说

格拉古在土地法案中加入禁止转售的条款,引发富豪与贫民阶层之间的激烈对立与抗争,同盟城市民众亦卷入其中;在决战在即的表决大会上,格拉古从国家存亡与人口复兴的高度力陈利害,并命人宣读法案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1110

τοῦτο δʼ ἦν, ὃ μάλιστα ἠνώχλει τοὺς πλουσίους, οὐ δυναμένους ἔτι ὡς πρότερον τοῦ νόμου καταφρονεῖν διὰ τοὺς διαιροῦντας οὐδὲ ὠνεῖσθαι παρὰ τῶν κληρουμένων· ὁ γάρ τοι Γράκχος καὶ τόδε προϊδόμενος ἀπηγόρευε μὴ πωλεῖν.1 συνιστάμενοι δὴ κατὰ μέρος ὠλοφύροντο καὶ προύφερον τοῖς πένησιν ἀρχαῖά τε ἔργα ἑαυτῶν καὶ φυτὰ καὶ οἰκοδομίας, καὶ τιμὴν ἔνιοι δεδομένην γείτοσιν, εἰ καὶ τήνδε μετὰ τῆς γῆς ἀπολέσουσι,2 τάφους τε ἔνιοι πατέρων ἐν τῇ γῇ καὶ διαιρέσεις ἐπὶ τοῖς κλήροις ὡς πατρῴοις, οἱ δὲ καὶ προῖκας γυναικῶν ἐς ταῦτα ἀνηλωμένας ἢ τὴν γῆν παισὶν ἐμπροίκιον δεδομένην, δανεισταί τε χρέα καὶ ταύτης ἐπεδείκνυον, καὶ ἄκοσμος ἦν ὅλως οἰμωγὴ καὶ ἀγανάκτησις. οἱ δʼ αὖ πένητες ἀντωδύροντο ἐξ εὐπορίας ἐς πενίαν ἐσχάτην καὶ ἀπʼ αὐτῆς ἐς ἀγονίαν, οὐ δυνάμενοι παιδοτροφεῖν, περιφέρεσθαι. στρατείας τε ὅσας στρατεύσαιντο τὴν γῆν τήνδε περιποιούμενοι, κατέλεγον καὶ ἠγανάκτουν, εἰ τῶν κοινῶν ἀποστερήσονται, ὠνείδιζόν τε ἅμα αὐτοῖς αἱρουμένοις ἀντὶ ἐλευθέρων καὶ πολιτῶν καὶ στρατιωτῶν θεράποντας, ἄπιστον ἔθνος καὶ δυσμενὲς αἰεὶ διὰ τοῦτο ἀστράτευτον. τοιαῦθʼ ἑκατέρων ὀδυρομένων τε καὶ ἀλλήλοις ἐπικαλούντων, πλῆθος ἄλλο, ὅσον ἐν ταῖς ἀποίκοις πόλεσιν ἢ ταῖς ἰσοπολίτισιν ἢ ἄλλως ἐκοινώνει τῆσδε τῆς γῆς, δεδιότες ὁμοίως ἐπῄεσαν καὶ ἐς ἑκατέρους αὐτῶν διεμερίζοντο. πλήθει τε θαρροῦντες ἐξετραχύνοντο καὶ στάσεις ἐξάπτοντες ἀμέτρους τὴν δοκιμασίαν τοῦ νόμου περιέμενον, οἱ μὲν ὡς οὐδενὶ τρόπῳ συγχωρήσοντες αὐτὸν γενέσθαι κύριον, οἱ δʼ ὡς κυρώσοντες ἐξ ἅπαντος. φιλονικία δὲ ἑκατέροις προσέπιπτεν ἐπὶ τῇ χρείᾳ καὶ ἐς τὴν κυρίαν ἡμέραν παρασκευὴ κατʼ ἀλλήλων.

而这正是最令富人们恼怒之事:由于土地分配官员的存在,他们无法再像从前那样蔑视法律,也无法从获得配地的人手中收购土地;因为格拉古早已预见到这一点,明令禁止转售。于是他们三五成群地聚集起来,哀叹哭诉,向穷人们历数自己昔日的劳作、种植的林木与建造的房舍;有人指陈付给邻人的购地价金,哀叹这笔钱是否也将连同土地一并失去;有人指着地里先祖的坟茔,指着如同祖业般代代均分的地产;还有人指出为置办这些地产而耗尽的妻室嫁妆,或是已作为嫁妆许给子女的田地;债权人也出示以该土地为抵押的借据,一时间群情激愤,哭声震天,混乱不堪。另一方面,穷人们亦反唇相讥,哀诉自己如何从殷实沦入极度贫困,进而因无力抚养子女而面临绝嗣绝后。他们历数自己为夺取这些土地而经历的历次兵役,愤慨于自己竟然被剥夺了共有财产;同时他们斥责富人们宁愿选择奴隶——一个毫无忠义、世代为敌、因而免服兵役的族类——来取代自由民、公民与士兵。就在双方如此相互哀告与指责之际,居住在殖民城市、拥有同等权力的同盟城市中、或以其他方式在这片土地中有份的其余民众,亦怀着同样的恐惧赶来,各自加入到两个阵营之中。他们仗着人多势众而愈发桀骜,煽起激烈的纷争,等待着对法案的表决:一方誓死不让法案成为定法,另一方则决心全力予以通过。出于现实利益的切身需求,双方激起了强烈的争胜之心,并针对定期的决战之日相互严加防备。

§1111

Γράκχῳ δʼ ὁ μὲν νοῦς τοῦ βουλεύματος ἦν οὐκ ἐς εὐπορίαν, ἀλλʼ ἐς εὐανδρίαν, τοῦ δὲ ἔργου τῇ ὠφελείᾳ μάλιστα αἰωρούμενος,3 ὡς οὔ τι μεῖζον οὐδὲ λαμπρότερον δυναμένης ποτὲ παθεῖν τῆς Ἰταλίας, τοῦ περὶ αὐτὸ δυσχεροῦς οὐδὲν ἐνεθυμεῖτο. ἐνστάσης δὲ τῆς χειροτονίας πολλὰ μὲν ἄλλα προεῖπεν ἐπαγωγὰ καὶ μακρά, διηρώτα δʼ ἐπʼ ἐκείνοις, εἰ δίκαιον τὰ κοινὰ κοινῇ διανέμεσθαι καὶ εἰ γνησιώτερος αἰεὶ θεράποντος ὁ πολίτης καὶ χρησιμώτερος ὁ στρατιώτης ἀπολέμου καὶ τοῖς δημοσίοις εὐνούστερος ὁ κοινωνός. οὐκ ἐς πολὺ δὲ τὴν σύγκρισιν ὡς ἄδοξον ἐπενεγκὼν αὖθις ἐπῄει τὰς τῆς πατρίδος ἐλπίδας καὶ φόβους διεξιών, ὅτι πλείστης γῆς ἐκ πολέμου βίᾳ κατέχοντες καὶ τὴν λοιπὴν τῆς οἰκουμένης χώραν ἐν ἐλπίδι ἔχοντες κινδυνεύουσιν ἐν τῷδε περὶ ἁπάντων, ἢ κτήσασθαι καὶ τὰ λοιπὰ διʼ εὐανδρίαν ἢ καὶ τάδε διʼ ἀσθένειαν καὶ φθόνον ὑπʼ ἐχθρῶν ἀφαιρεθῆναι. ὧν τοῦ μὲν τὴν δόξαν καὶ εὐπορίαν, τοῦ δὲ τὸν κίνδυνον καὶ φόβον ὑπερεπαίρων ἐκέλευε τοὺς πλουσίους ἐνθυμουμένους ταῦτα ἐπιδόσιμον, εἰ δέοι, παρὰ σφῶν αὐτῶν τήνδε τὴν γῆν εἰς τὰς μελλούσας ἐλπίδας τοῖς παιδοτροφοῦσι χαρίσασθαι καὶ μή, ἐν ᾧ περὶ μικρῶν διαφέρονται, τῶν πλεόνων ὑπεριδεῖν, μισθὸν ἅμα τῆς πεπονημένης ἐξεργασίας αὐτάρκη φερομένους τὴν ἐξαίρετον ἄνευ τιμῆς κτῆσιν ἐς αἰεὶ βέβαιον ἑκάστῳ πεντακοσίων πλέθρων, καὶ παισίν, οἷς εἰσὶ παῖδες, ἑκάστῳ καὶ τούτων τὰ ἡμίσεα. τοιαῦτα πολλὰ ὁ Γράκχος εἰπὼν τούς τε πένητας καὶ ὅσοι ἄλλοι λογισμῷ μᾶλλον ἢ πόθῳ κτήσεως ἐχρῶντο, ἐρεθίσας ἐκέλευε τῷ γραμματεῖ τὸν νόμον ἀναγνῶναι.

格拉古提出这一法案的本意不在于富裕,而在于增加丁壮;他沉浸在这一事业的巨大功益之中,以为意大利绝不可能迎来更伟大、更光荣的福祉,因而对与之相伴的种种艰难全然不以为意。在表决大会召开之际,他先是发表了许多极具煽动性的长篇大论,随后向众人发问:公有之物共同分配难道不是天经地义吗?公民难道不永远比奴隶更具正统性、士兵不比无能作战之人更有用处、城邦的共同分担者不对公事更怀善意吗?但他并未在这一对比上多作停留,认为作此比较有失体统,而是旋即转入对祖国的希望与忧惧的阐述:罗马人凭借武力在战争中夺取了极其广袤的土地,并有望囊括人居世界的其余部分,如今却在这关乎全局的关键时刻面临抉择——要么凭借充足的丁勇将剩余天下尽收囊中,要么因虚弱与嫉恨而被敌人夺去现有的疆土。他极力夸大前者的光荣富饶与后者的危殆惊恐,告诫富人们当深思于此,为了未来的希望,若有必要,应自愿将这片土地割舍给抚育子女的人们,切勿在斤斤计较微小利益之时,反倒漠视了根本的大局;与此同时,作为他们辛勤开垦的充分报酬,每人皆可永远无偿且稳固地保有五百普勒特拉的特许土地,凡有子嗣者,其诸子亦可各自保有此数额之一半。格拉古说了许多这样的话,既激励了穷人,又触动了凡依凭理性而非凭借占有贪欲行事之人,随后便命书记官宣读法案。

语法注3 条
  1. 1110ἀπηγόρευε μὴ πωλεῖν

    否定小词 μή 置于表示阻碍、禁止的动词(ἀπαγορεύω)之后构成的赘用否定(冗余否定),用以呼应主句动词本身的否定意向,而非构成双重否定;整句意为“禁止转售”,而非“禁止不转售”。

  2. 1110εἰ καὶ τήνδε μετὰ τῆς γῆς ἀπολέσουσι

    由连词 εἰ 引导的间接疑问从句,承接前文哭诉与抗议的语境,表示担忧与愤懑的情感(“哀叹是否连这笔钱也将一并失去”)。从句搭配直陈式将来时 ἀπολέσουσι,生动展现了富人们对于连同地价一并损失的迫切忧惧。

  3. 1111τοῦ δὲ ἔργου τῇ ὠφελείᾳ μάλιστα αἰωρούμενος

    主格分词 αἰωρούμενος 与 δέ 分句的定式动词 ἐνεθυμεῖτο 的隐含主语一致,指向前文 μέν 分句中以属有与格出现的格拉古(Γράκχῳ)。在前后两个并列分句之间,主语从格拉古的意图(Γράκχῳ ... ὁ νοῦς ἦν)自然转换到了格拉古本人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:1110-1111