- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:114116-114118
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
角斗士斯巴达克斯在卡普亚发动起义并不断壮大势力,连败罗马统帅及两名执政官,直到克拉苏接掌军权,以十一抽杀律整肃军纪并将起义军逼入绝境。
τοῦ δʼ αὐτοῦ χρόνου περὶ τὴν Ἰταλίαν μονομάχων ἐς θέας ἐν Καπύῃ τρεφομένων, Σπάρτακος Θρᾲξ ἀνήρ, ἐστρατευμένος ποτὲ Ῥωμαίοις, ἐκ δὲ αἰχμαλωσίας καὶ πράσεως ἐν τοῖς μονομάχοις ὤν, ἔπεισεν αὐτῶν ἐς ἑβδομήκοντα ἄνδρας μάλιστα κινδυνεῦσαι περὶ ἐλευθερίας μᾶλλον ἢ θέας ἐπιδείξεως καὶ βιασάμενος σὺν αὐτοῖς τοὺς φυλάσσοντας ἐξέδραμε· καί τινων ὁδοιπόρων ξύλοις καὶ ξιφιδίοις ὁπλισάμενος ἐς τὸ Βέσβιον ὄρος ἀνέφυγεν, ἔνθα πολλοὺς ἀποδιδράσκοντας οἰκέτας καί τινας ἐλευθέρους ἐκ τῶν ἀγρῶν ὑποδεχόμενος ἐλῄστευε τὰ ἐγγύς, ὑποστρατήγους ἔχων Οἰνόμαόν τε καὶ Κρίξον μονομάχους. μεριζομένῳ δʼ αὐτῷ τὰ κέρδη κατʼ ἰσομοιρίαν ταχὺ πλῆθος ἦν ἀνδρῶν·1 καὶ πρῶτος ἐπʼ αὐτὸν ἐκπεμφθεὶς Οὐαρίνιος Γλάβρος, ἐπὶ δʼ ἐκείνῳ Πόπλιος Οὐαλέριος, οὐ πολιτικὴν στρατιὰν ἄγοντες, ἀλλʼ ὅσους ἐν σπουδῇ καὶ παρόδῳ συνέλεξαν (οὐ γάρ πω Ῥωμαῖοι πόλεμον, ἀλλʼ ἐπιδρομήν τινα καὶ λῃστηρίῳ τὸ ἔργον ὅμοιον ἡγοῦντο εἶναι), συμβαλόντες ἡττῶντο. Οὐαρινίου δὲ καὶ τὸν ἵππον αὐτὸς Σπάρτακος περιέσπασεν· παρὰ τοσοῦτον ἦλθε κινδύνου Ῥωμαίων ὁ στρατηγὸς αὐτὸς αἰχμάλωτος ὑπὸ μονομάχου γενέσθαι.2
与此同时,在意大利,正当角斗士们在卡普亚受训以供表演之时,一名曾为罗马人服役但因被俘卖身而沦为角斗士的色雷斯男子斯巴达克斯,说服其中大约七十人,宁可为自由冒险,也不为观赏作余兴展示;他率众人制伏卫兵逃了出来。他们夺取某些过路旅人的木棍和小刀武装自己,逃往维苏威山;他在那里收容许多逃跑的家奴及乡村中的一些自由人,掠夺邻近村邑,并以角斗士埃诺马奥斯和克里克索斯为副将。由于他将战利品平分,大批部众很快汇聚而来。起初被派去讨伐他的瓦里纽斯·格拉伯,以及其后的普布利乌斯·瓦勒里乌斯,所率领的并非正规公民军,而是仓促间路过时召集的乌合之众(因为罗马人当时尚未将其视作一场战争,而只当作一场袭扰和类似盗匪行径的事件),交战皆遭败绩。瓦里纽斯的坐骑甚至被斯巴达克斯亲手夺走;罗马统帅本人落得如此地步,几乎险些被一名角斗士生擒。
μετὰ δὲ τοῦτο Σπαρτάκῳ μὲν ἔτι μᾶλλον πολλοὶ συνέθεον, καὶ ἑπτὰ μυριάδες ἦσαν ἤδη στρατοῦ, καὶ ὅπλα ἐχάλκευε καὶ παρασκευὴν συνέλεγεν, οἱ δʼ ἐν ἄστει τοὺς ὑπάτους ἐξέπεμπον μετὰ δύο τελῶν. καὶ τούτων ὑπὸ μὲν θατέρου Κρίξος, ἡγούμενος τρισμυρίων ἀνδρῶν, περὶ τὸ Γάργανον ὄρος ἡττᾶτο, καὶ δύο μέρη τοῦ στρατοῦ καὶ αὐτὸς συναπώλετο αὐτοῖς· Σπάρτακον δὲ διὰ τῶν Ἀπεννίνων ὀρῶν ἐπὶ τὰ Ἄλπεια καὶ ἐς Κελτοὺς ἀπὸ τῶν Ἀλπείων ἐπειγόμενον ὁ ἕτερος ὕπατος προλαβὼν ἐκώλυε τῆς φυγῆς, καὶ ὁ ἕτερος ἐδίωκεν. ὁ δʼ ἐφʼ ἑκάτερον αὐτῶν ἐπιστρεφόμενος παρὰ μέρος ἐνίκα.3 καὶ οἱ μὲν σὺν θορύβῳ τὸ ἀπὸ τοῦδε ὑπεχώρουν, ὁ δὲ Σπάρτακος τριακοσίους Ῥωμαίων αἰχμαλώτους ἐναγίσας Κρίξῳ, δυώδεκα μυριάσι πεζῶν ἐς Ῥώμην ἠπείγετο, τὰ ἄχρηστα τῶν σκευῶν κατακαύσας καὶ τοὺς αἰχμαλώτους πάντας ἀνελὼν καὶ ἐπισφάξας τὰ ὑποζύγια, ἵνα κοῦφος εἴη· αὐτομόλων τε πολλῶν αὐτῷ προσιόντων οὐδένα προσίετο. καὶ τῶν ὑπάτων αὐτὸν αὖθις περὶ τὴν Πικηνίτιδα γῆν ὑποστάντων, μέγας ἀγὼν ἕτερος ὅδε γίγνεται καὶ μεγάλη καὶ τότε ἧσσα Ῥωμαίων. ὁ δὲ τῆς μὲν ἐς Ῥώμην ὁδοῦ μετέγνω,4 ὡς οὔπω γεγονὼς ἀξιόμαχος οὐδὲ τὸν στρατὸν ὅλον ἔχων στρατιωτικῶς ὡπλισμένον (οὐ γάρ τις αὐτοῖς συνέπραττε πόλις, ἀλλὰ θεράποντες ἦσαν καὶ αὐτόμολοι καὶ σύγκλυδες), τὰ δʼ ὄρη τὰ περὶ Θουρίους καὶ τὴν πόλιν αὐτὴν κατέλαβε, καὶ χρυσὸν μὲν ἢ ἄργυρον τοὺς ἐμπόρους ἐσφέρειν ἐκώλυε καὶ κεκτῆσθαι τοὺς ἑαυτοῦ, μόνον δὲ σίδηρον καὶ χαλκὸν ὠνοῦντο πολλοῦ καὶ τοὺς ἐσφέροντας οὐκ ἠδίκουν. ὅθεν ἀθρόας ὕλης εὐπορήσαντες εὖ παρεσκευάσαντο καὶ θαμινὰ ἐπὶ λεηλασίας ἐξῄεσαν. Ῥωμαίοις τε πάλιν συνενεχθέντες ἐς χεῖρας ἐκράτουν καὶ τότε καὶ λείας πολλῆς γέμοντες ἐπανῄεσαν.
此后,奔投斯巴达克斯的人更多,军队已达七万人,他锻造兵器并筹集物资。城中的人们则派遣两位执政官率领两个军团出征。其中一位执政官在加尔加努斯山一带击败了统领三万人的克里克索斯,军队的三分之二连同他本人一同覆灭。当斯巴达克斯穿越亚平宁山脉急于赶往阿尔卑斯山、并试图自阿尔卑斯前往高卢人之地时,另一位执政官先行挡住其退路,而先前那位执政官在后追击。然而斯巴达克斯轮流回身反击他们两人,将他们逐个击溃。罗马军队从此在一片混乱中撤退,而斯巴达克斯在将三百名罗马战俘祭奠给克里克索斯后,率领十二万步兵急进罗马;为使行动轻捷,他烧毁无用的行囊,杀绝全部战俘,并屠尽役畜;尽管有许多逃兵前来投奔,他一概不予接纳。当执政官们在皮凯努姆一带再次阻截他时,双方爆发了另一场大会战,罗马人当时再次遭受惨败。 但他改变了进军罗马的主意,认为自己尚无法匹敌敌军,全军亦未以正规军方式装备完备(因为没有任何城邦协助他们,而全系奴仆、逃兵和杂凑之众);于是他占领了苏里奥伊周围的群山及该城本身,禁止商人输入金银,亦禁止本部士兵私藏金银,仅出高价购买铁和青铜,且不加害贩运这些物资的人。因此他们获得了充裕的大量原料,装备精良,并频繁出外劫掠。当他们再度与罗马人交手时,同样大获全胜,满载大量战利品凯旋。
Τριέτης τε ἦν ἤδη καὶ φοβερὸς αὐτοῖς ὁ πόλεμος, γελώμενος ἐν ἀρχῇ καὶ καταφρονούμενος ὡς μονομάχων. προτεθείσης τε στρατηγῶν ἄλλων χειροτονίας ὄκνος ἐπεῖχεν ἅπαντας καὶ παρήγγελλεν οὐδείς, μέχρι Λικίνιος Κράσσος, γένει καὶ πλούτῳ Ῥωμαίων διαφανής, ἀνεδέξατο στρατηγήσειν καὶ τέλεσιν ἓξ ἄλλοις ἤλαυνεν ἐπὶ τὸν Σπάρτακον· ἀφικόμενος δὲ καὶ τὰ τῶν ὑπάτων δύο προσέλαβε. καὶ τῶνδε μὲν αὐτίκα διακληρώσας ὡς πολλάκις ἡττημένων ἐπὶ θανάτῳ μέρος δέκατον διέφθειρεν.5 οἱ δʼ οὐχ οὕτω νομίζουσιν, ἀλλὰ παντὶ τῷ στρατῷ συμβαλόντα καὶ τόνδε καὶ ἡττημένον, πάντων διακληρῶσαι τὸ δέκατον καὶ ἀνελεῖν ἐς τετρακισχιλίους, οὐδὲν διὰ τὸ πλῆθος ἐνδοιάσαντα. ὁποτέρως δʼ ἔπραξε, φοβερώτερος αὐτοῖς τῆς τῶν πολεμίων ἥττης φανεὶς αὐτίκα μυρίων Σπαρτακείων ἐφʼ ἑαυτῶν που στρατοπεδευόντων ἐκράτει καὶ δύο αὐτῶν μέρη κατακανὼν ἐπʼ αὐτὸν ἤλαυνε τὸν Σπάρτακον σὺν καταφρονήσει. νικήσας δὲ καὶ τόνδε λαμπρῶς ἐδίωκε φεύγοντα ἐπὶ τὴν θάλασσαν ὡς διαπλευσούμενον ἐς Σικελίαν καὶ καταλαβὼν ἀπετάφρευε καὶ ἀπετείχιζε καὶ ἀπεσταύρου.
这场战争至此已持续三年之久,令他们闻之色变,而在最初却曾因被视作角斗士之流而遭嘲笑和轻蔑。当提议选举其他将领时,人人犹豫不决,无一人出面应选,直到在门第与财富上于罗马人中卓著的李锡尼·克拉苏承担起统帅之职,率领另外六个军团进剿斯巴达克斯;到达后他又接管了执政官的两个军团。因这些军团屡遭败绩,他立即对其部众抽签,处死了十分之一。但另有人持有不同看法,认为是他在全军投入交战后亦遭败绩,遂对全军十分之一抽签,诛杀了近四千人,丝毫不因人数众多而有所犹豫。无论他采取了哪种做法,他向部下展现得比败于敌人更为可怖,随即击破了独自在一处扎营的斯巴达克斯部下一万人,歼灭其三分之二后,怀着轻蔑向斯巴达克斯本人进军。在同样赫然大败斯巴达克斯后,他追击企图渡海前往西西里而奔向海边的斯巴达克斯,截住他后便挖掘壕沟、筑起坚墙并架设栅栏将其团团围困。
- 114116μεριζομένῳ δʼ αὐτῷ τὰ κέρδη κατʼ ἰσομοιρίαν ταχὺ πλῆθος ἦν ἀνδρῶν
与格分词 μεριζομένῳ 在句中充当关涉与格(或所有与格),与谓语 πλῆθος ἦν ἀνδρῶν 构成因果联系,意为“因他平分战利品,便迅速聚集了众多部众”。此处并非使用独立属格,而是将与格分词直接纳入主谓结构。
- 114116παρὰ τοσοῦτον ἦλθε κινδύνου Ῥωμαίων ὁ στρατηγὸς αὐτὸς αἰχμάλωτος ὑπὸ μονομάχου γενέσθαι
短语 παρὰ τοσοῦτον ἦλθε κινδύνου ... γενέσθαι 为表示“几乎险些陷入某种境地”的习惯用法。介词短语 παρὰ τοσοῦτον(“仅差如此之微”)后接部分属格 κινδύνου,其后跟说明具体结果的不定式 γενέσθαι,整句意为“罗马将领本人几乎到了被一名角斗士生擒的险境边缘”。
- 114117ὁ δʼ ἐφʼ ἑκάτερον αὐτῶν ἐπιστρεφόμενος παρὰ μέρος ἐνίκα
成语 παρὰ μέρος 意为“轮流”、“逐一”。分词 ἐπιστρεφόμενος(“回身迎向”)连同 ἐφʼ ἑκάτερον αὐτῶν(“针对他们各人”),准确记叙了斯巴达克斯在面对两位执政官夹击时,逐一回师各个击破的战术动作。
- 114117ὁ δὲ τῆς μὲν ἐς Ῥώμην ὁδοῦ μετέγνω
动词 μεταγιγνώσκω(“改变主意”、“放弃念头”)支配所放弃之物的属格(τῆς ... ὁδοῦ),明确表示斯巴达克斯改变了上一段末尾所述的直捣罗马的进军计划。
- 114118διακληρώσας ὡς πολλάκις ἡττημένων ἐπὶ θανάτῳ μέρος δέκατον διέφθειρεν
动词分词 διακληρώσας 是希腊语对罗马“十一抽杀律”(decimatio)的技术性表述。短语 ὡς πολλάκις ἡττημένων 是修饰前文执政官两军团的属格原因分词(“以其屡遭败绩为由”),ἐπὶ θανάτῳ 则是表示目的的介词短语(“置于死地”)。
