← 阿庇安

内战记

§113113-113115

塞脱流斯遇刺与塞脱流斯战争的终结

日趋颓废自堕的塞脱流斯被部将佩尔彭纳刺杀,但佩尔彭纳未能完全收服军心,随即在主力决战中被庞培击溃并遭处决,塞脱流斯战争遂告终结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§113113

τοῦ δʼ ἐπιόντος οἱ στρατηγοὶ Ῥωμαίων μᾶλλόν τι θαρρήσαντες ἐπῄεσαν ταῖς πόλεσι ταῖς ὑπὸ Σερτωρίῳ σὺν καταφρονήσει καὶ πολλὰ αὐτοῦ περιέσπων καὶ ἑτέροις ἐπέβαινον, ἐπαιρόμενοι τοῖς ἀπαντωμένοις. οὐ μέντοι μεγάλῃ γε μάχῃ συνηνέχθησαν, ἀλλʼ αὖθις, μέχρι τοῦ ἑξῆς ἔτους αὐτοὶ μὲν αὖθις ἐπῄεσαν σὺν πλέονι μᾶλλον καταφρονήσει, ὁ δὲ Σερτώριος βλάπτοντος ἤδη θεοῦ τὸν μὲν ἐπὶ τοῖς πράγμασι πόνον ἑκὼν μεθίει, τὰ πολλὰ δʼ ἦν ἐπὶ τρυφῆς, γυναιξὶ καὶ κώμοις καὶ πότοις σχολάζων. ὅθεν ἡττᾶτο συνεχῶς. καὶ γεγένητο ὀργήν τε ἄκρος1 διʼ ὑπονοίας ποικίλας καὶ ὠμότατος ἐς κόλασιν καὶ ὑπόπτης ἐς ἅπαντας, ὥστε καὶ Περπένναν, τὸν ἐκ τῆς Αἰμιλίου στάσεως ἑκόντα πρὸς αὐτὸν ἐλθόντα μετὰ πολλοῦ στρατοῦ, δεῖσαι περὶ ἑαυτοῦ καὶ προεπιβουλεῦσαι μετὰ ἀνδρῶν δέκα. ὡς δὲ καὶ τῶνδέ τινες τῶν ἀνδρῶν ἐνδειχθέντες οἱ μὲν ἐκολάσθησαν, οἱ δʼ ἀπέφυγον, ὁ Περπέννας παρὰ δόξαν λαθὼν ἔτι μᾶλλον ἐπὶ τὸ ἔργον ἠπείγετο καὶ οὐδαμοῦ τὸν Σερτώριον μεθιέντα τοὺς δορυφόρους ἐπὶ ἑστίασιν ἐκάλει, μεθύσας δʼ αὐτόν τε καὶ τὴν περιεστῶσαν τὸν ἀνδρῶνα φυλακὴν ἔκτεινεν ἀπὸ τῆς διαίτης.

次年,罗马将领们信心稍增,怀着轻蔑向服从塞脱流斯的各城镇进军,夺取了他许多属地并侵入其他地方,因所遭遇的顺遂局势而意气风发。然而他们并未爆发大规模会战,直到次年他们再次以更大的轻蔑进逼。而塞脱流斯因神明已在损害其心智,自愿放弃了军政事务的劳苦,大半时间沉溺于奢靡之中,将闲暇消磨于妇人、狂欢与饮宴。因此他屡遭败绩。他因种种疑心而变得极其易怒,施罚极度残暴,对所有人均心怀戒备,以至于连当年在埃米利乌斯暴动后率大军自愿前来归附的佩尔彭纳亦为自身安危担忧,遂与十人预先策划谋反。当其中数人遭告发,或被处死或逃亡时,佩尔彭纳出人意料地未被察觉,于是更加急迫于动手;鉴于塞脱流斯无论何处皆不离护卫,佩尔彭纳便邀其赴宴,灌醉了他以及围守在厅堂四周的卫兵,在宴饮之际将其杀害。

§113114

καὶ ὁ στρατὸς εὐθὺς ἐπὶ τὸν Περπένναν ἀνίστατο σὺν θορύβῳ τε πολλῷ καὶ μετʼ ὀργῆς, ἐς εὔνοιαν αὐτίκα τοῦ Σερτωρίου μεταβαλόντες ἀπὸ τοῦ μίσους, ὥσπερ ἅπαντες ἐπὶ τοῖς ἀποθανοῦσι τὴν μὲν ὀργὴν μεθιᾶσιν, οὐκ ἐμποδὼν ἔτι τοῦ λυποῦντος ὄντος, ἐς δὲ τὴν ἀρετὴν αὐτῶν μετʼ ἐλέου καὶ μνήμης ἐπανίασι. τότε δὲ καὶ τὰ παρόντα σφίσιν ἐκλογιζόμενοι, Περπέννα μὲν ὡς ἰδιώτου κατεφρόνουν, τὴν δʼ ἀρετὴν Σερτωρίου μόνην ἂν σφίσιν ἡγούμενοι γενέσθαι σωτήριον, χαλεπῶς ἐς τὸν Περπένναν διετίθεντο αὐτοί τε καὶ οἱ βάρβαροι σὺν αὐτοῖς, μάλιστα δὲ τούτων Λυσιτανοί, ὅσῳ καὶ μάλιστα αὐτοῖς ὁ Σερτώριος ἐχρῆτο. ὡς δὲ καὶ τῶν διαθηκῶν ἀνοιχθεισῶν τῶν Σερτωρίου ὁ Περπέννας αὐταῖς ἐνεγέγραπτο ἐπὶ τῷ κλήρῳ, μᾶλλόν τι πάντας ὀργὴ καὶ μῖσος ἐς τὸν Περπένναν ἐσῄει, ὡς οὐκ ἐς ἄρχοντα μόνον ἢ στρατηγόν, ἀλλὰ καὶ ἐς φίλον καὶ εὐεργέτην τοσόνδε μύσος ἐργασάμενον. καὶ οὐκ ἂν οὐδὲ χειρῶν ἀπέσχοντο, εἰ μὴ περιθέων αὐτοὺς ὁ Περπέννας τοὺς μὲν δώροις ὑπηγάγετο,2 τοὺς δʼ ὑποσχέσεσι, τοὺς δʼ ἀπειλαῖς ἐξεφόβησε, τοὺς δὲ καὶ διεχρήσατο ἐς κατάπληξιν ἑτέρων. ἐπί τε τὰ πλήθη παρερχόμενος ἐδημαγώγει καὶ τοὺς δεσμώτας αὐτῶν ἐξέλυεν, οὓς ὁ Σερτώριος κατέδησεν, καὶ τοῖς Ἴβηρσι τὰ ὅμηρα ἀπέλυεν. οἷς ὑπαχθέντες ὑπήκουον μὲν ὡς στρατηγῷ ʽτὸ γὰρ δὴ μετὰ Σερτώριον εἶχεν ἀξίωμἀ, οὐ μέντοι χωρὶς δυσμενείας οὐδὲ τότε ἐγίγνοντο· καὶ γὰρ ὠμότατος αὐτίκα ἐς κολάσεις θαρρήσας ἐφαίνετο καὶ τῶν ἐκ Ῥώμης αὐτῷ συμφυγόντων ἐπιφανῶν ἔκτεινε τρεῖς καὶ τὸν ἀδελφιδοῦν ἑαυτοῦ.

军队随即在一片哗然与愤怒中起而反抗佩尔彭纳,他们立即由憎恨转为对塞脱流斯的怀念与爱戴,正如同所有人对于逝者往往都会消解怒气,因为令人苦恼之人已不再阻碍眼前,反而会带着怜悯与追忆重归于其美德。加之当时他们权衡自身处境,将佩尔彭纳视为不通军旅的庸人而加以藐视,认为唯有塞脱流斯的勇略才能成为他们的拯救者,因此无论是他们自己,还是与他们在一起的蛮族部众,皆对佩尔彭纳深怀愤恨,而在蛮族中尤以卢西塔尼亚人为甚,因为塞脱流斯生前对他们倚重最深。 当塞脱流斯的遗嘱被拆封,发现佩尔彭纳竟被列为财产继承人时,众人对佩尔彭纳的愤怒与怨恨更加剧烈,斥责他不仅对首领或统帅,甚至对挚友与恩人都犯下了如此滔天罪行。若非佩尔彭纳在众人之间四处奔走,以厚礼拉拢一部分人,以许诺安抚一部分人,以恐吓威慑一部分人,甚至处死若干人以震慑其余之人,他们绝不会按捺住不动手。他来到大众面前大肆煽动笼络,释放了被塞脱流斯关押的本方囚犯,并将人质归还给伊比利亚人。受这些举措的诱惑,他们服从他为统帅(因为他在塞脱流斯之后地位最高);然而即便在那时,他们亦未消除敌意。事实上,他一旦重拾底气,便在施罚上立即表现得极其残虐,将当年自罗马随他一同逃亡的显贵中的三人以及自己的外甥尽皆处死。

§113115

ὡς δὲ ἐφʼ ἕτερα τῆς Ἰβηρίας ὁ Μέτελλος ᾤχετο ʽοὐ γὰρ ἔτι δυσχερὲς ἐδόκει Περπένναν ἐπιτρέψαι μόνῳ Πομπηίᾠ, ἐπὶ μέν τινας ἡμέρας ἐγίγνοντο ἁψιμαχίαι καὶ ἀπόπειραι Πομπηίου καὶ Περπέννα, μὴ σαλευόντων ἄθρουν τὸν στρατόν, τῇ δεκάτῃ δὲ ἀγὼν αὐτοῖς μέγιστος ἐξερράγη. ἑνὶ γὰρ ἔργῳ κρίναντες διακριθῆναι, Πομπήιος μὲν τῆς Περπέννα στρατηγίας κατεφρόνει, Περπέννας δʼ ὡς οὐ πιστῷ χρησόμενος ἐς πολὺ τῷ στρατῷ,3 πάσῃ σχεδὸν τῇ δυνάμει συνεπλέκετο. ταχὺ δʼ ὁ Πομπήιος περιῆν ὡς οὔτε στρατηγοῦ διαφέροντος οὔτε προθύμου στρατοῦ. καὶ τροπῆς πάντων ὁμαλοῦς γενομένης ὁ μὲν Περπέννας ὑπὸ θάμνῳ πόας ἐκρύφθη, δεδιὼς τοὺς οἰκείους μᾶλλον τῶν πολεμίων· λαβόντες δʼ αὐτὸν ἱππέες τινες εἷλκον ἐς τὸν Πομπήιον, ἐπιβλασφημούμενον ὑπὸ τῶν ἰδίων ὡς αὐθέντην Σερτωρίου καὶ βοῶντα πολλὰ μηνύσειν τῷ Πομπηίῳ περὶ τῆς Ῥώμῃ στάσεως· ἔλεγε δὲ εἴτε ἀληθεύων εἴθʼ ἵνα σῶος ἀχθείη πρὸς αὐτόν. ὁ δὲ προπέμψας ἀπέκτεινεν αὐτόν, πρὶν ἐς ὄψιν ἐλθεῖν, δείσας ἄρα, μή τι μηνύσειεν ἀδόκητον καὶ ἑτέρων ἀρχὴ κακῶν ἐν Ῥώμῃ γένοιτο. καὶ ἔδοξεν ἐμφρόνως πάνυ τοῦθʼ ὁ Πομπήιος πρᾶξαι καὶ συνετέλεσεν αὐτῷ καὶ τόδε εἰς δόξαν ἀγαθήν. τέλος δʼ ἦν τοῦτο τῷ περὶ Ἰβηρίαν πολέμῳ, τὸ καὶ Σερτωρίῳ τοῦ βίου γενόμενον· δοκεῖ γὰρ οὐκ ἂν οὔτε ὀξέως οὔτε εὐμαρῶς οὕτως, ἔτι Σερτωρίου περιόντος, συντελεσθῆναι.4

当梅特卢斯前往伊比利亚其他地区时(因为将佩尔彭纳单独交由庞培处置似乎已不再困难),数日之间庞培与佩尔彭纳仅进行小规模交锋与试探,并未动用全军;但在第十天,双方之间爆发了最大的主力会战。由于双方皆决意一战定胜负,庞培藐视佩尔彭纳的用兵才能,而佩尔彭纳亦自知无法长久仰仗军队的忠诚,遂倾其绝大部分兵力接战。庞培迅速占据上风,因为敌方统帅既非杰出之辈,军队亦无斗志。当全线出现溃败之时,佩尔彭纳惧怕部下甚于敌人,便藏身于草丛之下;但数名骑兵俘获了他并将他押往庞培处。他被自己的部下唾骂为谋害塞脱流斯的元凶,并大声叫嚷要向庞培告发关于罗马内乱的大量内情;他说这番话,不知是讲真话,还是为了保全性命被押解至庞培面前。然而庞培在他被带到面前之前便遣人将他处死,显然是害怕他透露出意想不到的事情,从而在罗马引发另一场灾难的开端。庞培此举被认为极具远见,这亦为他赢得了良好声誉。这便是伊比利亚战争的结局,它与塞脱流斯生命的终结同时到来;因为人们认为,若塞脱流斯依然在世,战争绝不会如此迅速、如此轻易地告终。

语法注4 条
  1. 113113ὀργήν τε ἄκρος

    宾格 ὀργήν 为限制性宾格(关系宾格),用以界定形容词 ἄκρος 的适用范围,意为“在脾气方面走向极端”或“极度易怒”。

  2. 113114οὐκ ἂν οὐδὲ χειρῶν ἀπέσχοντο, εἰ μὴ περιθέων αὐτοὺς ὁ Περπέννας τοὺς μὲν δώροις ὑπηγάγετο

    此句为过去与事实相反的虚拟条件句(反事实条件句),主句使用 ἄν 搭配不定过去时直陈式(ἀπέσχοντο),从句使用 εἰ μή 搭配不定过去时直陈式(ὑπηγάγετο),意为“若非佩尔彭纳拉拢众人,他们绝不会克制不动手”。

  3. 113115ὡς οὐ πιστῷ χρησόμενος ἐς πολὺ τῷ στρατῷ

    分词短语 ὡς 搭配将来时分词 χρησόμενος,表主语佩尔彭纳的主观判断或动机。支配与格的动词 χράομαι 接宾语 τῷ στρατῷ,而 οὐ πιστῷ 作补足谓语,意为“自知无法长久将该军作为忠诚的力量加以任用”。

  4. 113115δοκεῖ γὰρ οὐκ ἂν οὔτε ὀξέως οὔτε εὐμαρῶς οὕτως, ἔτι Σερτωρίου περιόντος, συντελεσθῆναι

    从属于动词 δοκεῖ 的 ἄν 搭配不定过去时不定词 συντελεσθῆναι,在间接引语中表示对过去的与事实相反假设。独立属格 ἔτι Σερτωρίου περιόντος(“塞脱流斯若仍健在”)充当相当于虚拟条件从句(“若塞脱流斯当时还在世”)的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:113113-113115