- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:113110-113112
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塞脱流斯与梅特卢斯、庞培联军在苏克罗和塞贡提亚等地展开激战;尽管罗马本土面临多场大战,仍向伊比利亚增派军团,而塞脱流斯阵营内部出现叛逃与信任危机,双方随后在帕兰提亚等地继续拉锯。
καὶ τότε μὲν χειμῶνος ἐπιόντος διέστησαν, ἀρχομένου δʼ ἦρος ἐπῄεσαν ἀλλήλοις, Μέτελλος μὲν καὶ Πομπήιος ἀπὸ τῶν Πυρηναίων ὀρῶν, ἔνθα διεχείμαζον, Σερτώριος δὲ καὶ Περπέννας ἐκ Λυσιτανίας. καὶ συμβάλλουσιν ἀλλήλοις περὶ πόλιν, ᾗ ὄνομα Σούκρων. κτύπου δʼ ἐν αἰθρίᾳ φοβεροῦ καὶ ἀστραπῶν παραλόγων γενομένων, τάδε μὲν ὡς ἐμπειροπόλεμοι διέφερον ἀκαταπλήκτως, πολὺν δʼ ἀλλήλων φόνον ἐξειργάζοντο, μέχρι Μέτελλος μὲν Περπένναν ἐτρέψατο καὶ τὸ στρατόπεδον αὐτοῦ διήρπαζεν, ὁ δὲ Σερτώριος ἐνίκα Πομπήιον, καὶ ἐτρώθη δόρατι ἐς τὸν μηρὸν ἐπικινδύνως ὁ Πομπήιος. καὶ τοῦτο τέλος ἐγένετο τῆς τότε μάχης. ἔλαφος δʼ ἦν λευκὴ χειροήθης τῷ Σερτωρίῳ καὶ ἄνετος· ἧς ἀφανοῦς γενομένης ὁ Σερτώριος οὐκ αἴσιον ἑαυτῷ τιθέμενος ἐβαρυθύμει τε καὶ ἐπʼ ἀργίας ἦν, καὶ ταῦτʼ ἐπιτωθαζόμενος ἐς τὴν ἔλαφον ὑπὸ τῶν πολεμίων. ὡς δʼ ὤφθη διὰ δρυμῶν δρόμῳ φερομένη, ἀνά τε ἔδραμεν ὁ Σερτώριος καὶ εὐθύς, ὥσπερ αὐτῇ προκαταρχόμενος,1 ἠκροβολίσατο ἐς τοὺς πολεμίους. οὐ πολὺ δὲ ὕστερον ἀγῶνα μέγαν ἠγωνίσατο περὶ Σεγοντίαν ἐκ μεσημβρίας ἐπὶ ἄστρα. καὶ αὐτὸς μὲν ἱππομαχῶν ἐκράτει τοῦ Πομπηίου καὶ ἔκτεινεν ἐς ἑξακισχιλίους ἀποβαλὼν ἐς ἡμίσεας· Μέτελλος δὲ καὶ τότε Περπέννα περὶ πεντακισχιλίους διέφθειρε. καὶ ὁ Σερτώριος μετὰ τὴν μάχην τῆς ἐπιούσης ἡμέρας πολλοὺς βαρβάρους προσλαβὼν ἐπέδραμεν ἀδοκήτως τῷ Μετέλλου στρατοπέδῳ περὶ δείλην ἑσπέραν ὡς ἀποταφρεύσων αὐτὸ σὺν τόλμῃ, Πομπηίου δʼ ἐπιδραμόντος ἐπαύσατο τῆς καταφρονήσεως.
当时随着冬季临近,两军各自撤开,但在初春时分又相互进发:梅特卢斯与庞培自其过冬的庇里牛斯山脉出发,塞脱流斯与佩尔彭纳则自卢西塔尼亚进军。双方在一座名为苏克罗的城镇附近交战。虽然晴空中响起了可怕的雷鸣并伴有奇异的闪电,但他们经验丰富,镇定自若地承受了这些,彼此大肆杀戮,直至梅特卢斯击溃佩尔彭纳并洗劫其营盘,而塞脱流斯则打败了庞培,庞培大腿被长矛刺成重伤。这便结束了当时的战斗。 塞脱流斯拥有一只驯服且任其自由漫步的白鹿。当白鹿失踪时,塞脱流斯视之为不祥之兆,情绪低落且无所事事,敌人亦为此拿白鹿对他大加嘲弄。然而当见到白鹿奔跑穿过树林时,塞脱流斯霍然起立,宛如向它献祭起始之礼一般,立即向敌人发起小规模冲突。 不久之后,他在塞贡提亚附近进行了一场大战,自正午一直战至繁星初现。他亲自指挥骑兵压倒庞培,斩杀约六千人,自身损失仅为半数;而梅特卢斯在此役中亦歼灭佩尔彭纳部众约五千人。在交战次日,塞脱流斯接纳了众多蛮族部众,于傍晚时分突然奔袭梅特卢斯的营垒,企图大胆地掘壕将其围困;但在庞培驰援而至时,他便停止了这轻敌的举动。
καὶ τάδε μὲν αὐτοῖς ἦν τοῦδε τοῦ θέρους ἔργα, καὶ πάλιν ἐς χειμασίαν διεκρίθησαν· τοῦ δʼ ἐπιόντος ἔτους, ἕκτης ἑβδομηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος οὔσης, δύο μὲν ἐκ διαθηκῶν ἔθνη Ῥωμαίοις προσεγίγνετο, Βιθυνία τε Νικομήδους ἀπολιπόντος καὶ Κυρήνη Πτολεμαίου, τοῦ Λαγίδου βασιλέως, ὃς ἐπίκλησιν ἦν Ἀπίων, πόλεμοι δʼ ἤκμαζον οὗτός τε ὁ Σερτωρίου περὶ Ἰβηρίαν καὶ ὁ Μιθριδάτου περὶ τὴν ἀνατολὴν καὶ ὁ τῶν λῃστῶν ἐν ὅλῃ τῇ θαλάσσῃ καὶ περὶ Κρήτην πρὸς αὐτοὺς Κρῆτας ἕτερος καὶ ὁ τῶν μονομάχων ἀνὰ τὴν Ἰταλίαν, αἰφνίδιος αὐτοῖς καὶ ὅδε καὶ σφοδρὸς ὁμοῦ γενόμενος. διαιρούμενοι δʼ ἐς τοσαῦτα, ὅμως καὶ ἐς Ἰβηρίαν ἔπεμψαν ἄλλα στρατοῦ δύο τέλη, μεθʼ ὧν ἅμα τῷ ἄλλῳ παντὶ Μέτελλός τε καὶ Πομπήιος αὖθις ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἐπὶ τὸν Ἴβηρα κατέβαινον. Σερτώριος δὲ καὶ Περπέννας αὐτοῖς ἀπήντων ἀπὸ Λυσιτανίας.
这些便是他们那年夏季的战事,随后他们再次分开过冬。次年,即第一百七十六届奥林匹亚德,因遗嘱有两支部族归入罗马人统治:随着尼科米底斯离世而遗留的庇提尼亚,以及别号阿皮翁的拉基达斯王朝国王托勒密遗留的昔兰尼。然而战火正盛:塞脱流斯在伊比利亚的此战、米特拉达梯在东方之战、海盗在整个海域的战争、在克里特针对克里特人本身的另一场战争,以及在意大利全境的角斗士之战,后者突然且极其猛烈地降临到他们头上。尽管在如此之多的战线间分身乏术,他们依然向伊比利亚增派了两个军团的兵力;梅特卢斯与庞培率领这批增援连同全部军力,再次自庇里牛斯山脉南下至埃布罗河。塞脱流斯与佩尔彭纳亦从卢西塔尼亚前去迎击。
καὶ τότε μάλιστα πολλοὶ Σερτωρίου πρὸς τὸν Μέτελλον ηὐτομόλουν, ἐφʼ ᾧ χαλεπαίνων ὁ Σερτώριος ἀγρίως καὶ βαρβαρικῶς ἐλυμαίνετο πολλοῖς καὶ διὰ μίσους ἐγίγνετο. μᾶλλον δʼ αὐτὸν ὁ στρατὸς ἐν αἰτίαις εἶχεν, ἐπεὶ καὶ δορυφόρους ἀντʼ αὐτῶν ἐπήγετο πανταχοῦ Κελτίβηρας καὶ τὴν φυλακὴν τοῦ σώματος, Ῥωμαίους ἀπελάσας, τοῖσδε ἀντʼ ἐκείνων ἐπέτρεπεν. οὐ γὰρ ἔφερον ἐς ἀπιστίαν ὀνειδιζόμενοι, εἰ καὶ πολεμίῳ Ῥωμαίων ἐστρατεύοντο· ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ μάλιστα ὑπέδακνεν αὐτούς, τὸ ἀπίστους ἐς τὴν πατρίδα διὰ τὸν Σερτώριον γενομένους ἀπιστεῖσθαι2 καὶ πρὸς αὐτοῦ, οὐδʼ ἠξίουν διὰ τοὺς αὐτομολήσαντας οἱ παραμένοντες κατεγνῶσθαι. πολλὰ δὲ καὶ οἱ Κελτίβηρες αὐτοῖς, ἀφορμῆς λαβόμενοι, ἐνύβριζον ὡς ἀπιστουμένοις. οἱ δʼ οὐ τελέως ὅμως τὸν Σερτώριον ἀπεστρέφοντο διὰ τὰς χρείας· οὐ γὰρ ἦν τότε τοῦ ἀνδρὸς οὔτε πολεμικώτερος ἄλλος οὔτʼ ἐπιτυχέστερος. ὅθεν αὐτὸν καὶ οἱ Κελτίβηρες διὰ τὴν ταχυεργίαν ἐκάλουν Ἀννίβαν, ὃν θρασύτατόν τε καὶ ἀπατηλότατον στρατηγὸν παρὰ σφίσιν ἐδόκουν γενέσθαι. ὁ μὲν δὴ στρατὸς ὧδε εἶχε Σερτωρίῳ, πόλεις δʼ αὐτοῦ πολλὰς ἐπέτρεχον οἱ περὶ τὸν Μέτελλον καὶ τοὺς ἄνδρας ἐς τὰ ὑπήκοα σφίσι μετῆγον. Παλαντίαν δὲ Πομπηίου περικαθημένου καὶ τὰ τείχη ξύλων κορμοῖς ὑποκρεμάσαντος, ἐπιφανεὶς ὁ Σερτώριος τὴν μὲν πολιορκίαν ἐξέλυσε, τὰ τείχη δʼ ἔφθασεν ὑποκαύσας3 ὁ Πομπήιος καὶ ἐς Μέτελλον ἀνεχώρει. Σερτώριος δὲ καὶ τὰ πεσόντα ἤγειρε, καὶ τοῖς περί τι χωρίον Καλάγυρον στρατοπεδεύουσιν ἐπιδραμὼν ἔκτεινε τρισχιλίους. καὶ τάδε ἦν καὶ τοῦδε τοῦ ἔτους ἐν Ἰβηρίᾳ.
当时塞脱流斯部下叛投梅特卢斯者尤甚,塞脱流斯对此大为恼怒,残忍而野蛮地残害许多人,从而招致怨恨。军队对他的指责更为深重,因为他甚至随处带凯尔特伊比利亚人充当侍卫以取代罗马人,并将罗马人斥退,将人身护卫之责委任给前者而非后者。因为他们无法忍受被指斥为不忠,即便他们是在罗马人的敌人麾下作战;反而恰恰是这一点最令他们痛彻心扉:他们为了塞脱流斯而成为祖国的叛徒,如今却连塞脱流斯亦不再信任他们;留守的人并不认为自己理应因叛逃者而蒙受定罪。凯尔特伊比利亚人亦借此由头,对这些不受信任之人百般凌辱。然而由于军事上的需要,他们仍未彻底背弃塞脱流斯,因为在当时没有哪个人比他更长于用兵且屡建奇功。正因如此,凯尔特伊比利亚人因其行动神速而称他为汉尼拔,在他们看来,汉尼拔是曾在他们之中出现过的最勇猛、最诡诈的统帅。军队对待塞脱流斯的态度大抵如此;梅特卢斯一派则袭击其众多城镇,并将男子迁往臣属于自己的地区。当庞培围攻帕兰提亚并用木料原木支撑悬空其城墙时,塞脱流斯突然出现并解了围,但庞培预先纵火焚烧了被支撑的城墙,随后撤向梅特卢斯。塞脱流斯亦重修了坍塌的城墙,并突袭了在一个叫卡拉古里斯的地方附近宿营的部队,斩杀三千人。这些亦是那一年在伊比利亚的战况。
- 113110ὥσπερ αὐτῇ προκαταρχόμενος
动词 προκατάρχομαι 意为“举行起首的献祭仪式”,与格 αὐτῇ(母鹿)指其对象。此句指塞脱流斯向敌人发起冲突,宛如将战斗作为献给重新现身的白鹿的起始祭礼。
- 113112αὐτὸ δὴ τοῦτο καὶ μάλιστα ὑπέδακνεν αὐτούς, τὸ ... ἀπιστεῖσθαι
带冠词的不定式短语 τὸ ... ἀπιστεῖσθαι 与充当主语的指示代词 αὐτὸ τοῦτο 构成同格,阐明其具体内容。动词 ὑποδάκνω(暗暗折磨、刺痛)支配宾格 αὐτούς。
- 113112τὰ τείχη δʼ ἔφθασεν ὑποκαύσας
动词 φθάνω 与补足分词 ὑποκαύσας 连用,表示在撤退前抢先或预先完成了纵火动作,意为庞培在退往梅特卢斯处之前,已预先放火焚烧了被架空的城墙。
