← 阿庇安

内战记

§113107-113109

雷比达之乱与塞脱流斯的西班牙战争

苏拉去世后,执政官雷比达与卡图卢斯爆发内讧,雷比达兵败身亡,其残部前往伊比利亚投奔塞脱流斯;面对塞脱流斯的扩张,元老院派遣庞培前往镇压,但塞脱流斯在庞培眼前全歼罗马辎重军团并摧毁劳罗城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§113107

καὶ Σύλλα μὲν τοῦτο τέλος ἦν, ἀπὸ δὲ τῆς πυρᾶς χωροῦντες εὐθὺς οἱ ὕπατοι λόγοις βλασφήμοις ἐς ἀλλήλους διεφέροντο, καὶ τὸ ἀστικὸν ἐς αὐτοὺς διῄρητο. Λέπιδος δὲ καὶ τοὺς Ἰταλικοὺς προσποιούμενος ἔλεγεν, ὅτι τὴν γῆν αὐτοῖς, ἣν ὁ Σύλλας ἀφῄρητο, ἀποδώσει. ἄμφω μὲν οὖν ἡ βουλὴ δείσασα ὥρκωσε μὴ πολέμῳ διακριθῆναι, κληρωσάμενος δʼ ὁ Λέπιδος τὴν ὑπὲρ Ἄλπεις Γαλατίαν, ἐπὶ τὰ ἀρχαιρέσια οὐ κατῄει ὡς πολεμήσων τοῖς Συλλείοις τοῦ ἐπιόντος ἔτους ὑπὲρ τὸν ὅρκον ἀδεῶς· ἐδόκουν γὰρ ἐς τὸ τῆς ἀρχῆς ἔτος ὡρκῶσθαι.1 οὐ λανθάνων δʼ, ἐφʼ οἷς ἐβούλευεν, ἐκαλεῖτο ὑπὸ τῆς βουλῆς· καὶ οὐδὲ αὐτὸς ἀγνοῶν, ἐφʼ οἷς ἐκαλεῖτο, ᾔει μετὰ τοῦ στρατοῦ παντὸς ὡς ἐς τὴν πόλιν ἐσελευσόμενος σὺν αὐτῷ. κωλυόμενος δὲ ἐκήρυξεν ἐς τὰ ὅπλα χωρεῖν, καὶ ἀντεκήρυττε Κάτλος. μικρόν τε πρὸ τοῦ Ἀρείου πεδίου μάχης αὐτοῖς γενομένης, ἡττώμενος ὁ Λέπιδος καὶ οὐκ ἐς πολὺ ἔτι ἀντισχὼν ἐς Σαρδὼ διέπλευσεν, ἔνθα νόσῳ τηκεδόνι χρώμενος ἀπέθανε· καὶ ὁ στρατὸς αὐτοῦ μικρὰ κατὰ μέρος ἐνοχλήσας διελύθη, τὸ δὲ κράτιστον Περπέννας ἐς Ἰβηρίαν ἤγαγε Σερτωρίῳ.

苏拉的结局便是如此,然而刚从火葬之地离去,两位执政官便立时以恶言相互交恶,城中居民亦分裂为他们〔两派〕。雷比达意图拉拢意大利人,宣称将把苏拉所剥夺的土地归还给他们。于是元老院大为恐慌,命二人发誓不得以战争解决纷争。然而抽签抽中阿尔卑斯外高卢的雷比达,为了在次年不受誓言约束、毫无忌惮地向苏拉党人开战,便拒绝进城参加执政官选举;因为人们当时认为,该誓言仅对在职执政官之年有效。鉴于其图谋并非隐秘,他受到了元老院的传唤;而他本人亦非不知为何受传唤,遂率全军开进,企图携军队入城。在受阻之后,他下令全军武装迎战,卡图卢斯亦发布号令应战。在战神广场前不远处两军交火,雷比达战败,未能支撑太久便渡海逃往撒丁岛,并在该岛患消耗性顽疾身亡。其军队在各地引起微小骚乱后便告瓦散,但其精锐部队则由佩尔彭纳率往伊比利亚投奔塞脱流斯。

§113108

λοιπὸν δʼ ἐστὶ τῶν Συλλείων ἔργων τὸ Σερτωρίου, γενόμενον μὲν ὀκτάετες, οὐκ εὐμαρὲς δὲ οὐδαμὰ Ῥωμαίοις, ἅτε μὴ πρὸς Ἴβηρας αὐτούς, ἀλλὰ καὶ τόδε ἐπʼ ἀλλήλους καὶ πρὸς Σερτώριον, ὃς ᾕρητο μὲν Ἰβηρίας ἄρχειν, Κάρβωνι δʼ ἐπὶ Σύλλᾳ συμμαχῶν Σύεσσαν πόλιν ἐν σπονδαῖς κατέλαβε καὶ φεύγων ἐπὶ τὴν στρατηγίαν ᾤχετο. καὶ στρατὸν ἔχων ἔκ τε Ἰταλίας αὐτῆς καί τινα ἄλλον ἐκ Κελτιβήρων ἀγείρας τούς τε πρὸ ἑαυτοῦ στρατηγούς, οὐ παραδιδόντας οἱ τὴν ἀρχὴν ἐς χάριν Σύλλα, τῆς Ἰβηρίας ἐξέβαλε καὶ πρὸς Μέτελλον ἐπιπεμφθέντα ὑπὸ Σύλλα ἀπεμάχετο γενναίως. περιώνυμος δὲ ὢν ἐπὶ τόλμῃ, βουλὴν κατέλεξεν ἐκ τῶν συνόντων οἱ φίλων τριακοσίους καὶ τήνδε ἔλεγεν εἶναι τὴν Ῥωμαίων βουλὴν καὶ ἐς ὕβριν ἐκείνης σύγκλητον ἐκάλει. Σύλλα δʼ ἀποθανόντος καὶ Λεπίδου μετὰ Σύλλαν, στρατὸν ἔχων ἄλλον Ἰταλῶν, ὅσον αὐτῷ Περπέννας ὁ τοῦ Λεπίδου στρατηγὸς ἤγαγεν, ἐπίδοξος ἦν στρατεύσειν ἐπὶ τὴν Ἰταλίαν, εἰ μὴ δείσασα ἡ βουλὴ στρατόν τε ἄλλον καὶ στρατηγὸν ἕτερον ἐπὶ τῷ προτέρῳ Πομπήιον ἔπεμψεν2 ἐς Ἰβηρίαν, νέον μὲν ἔτι ὄντα, περιφανῆ δʼ ἐξ ὧν ἐπὶ Σύλλα περί τε Λιβύην καὶ ἐν αὐτῇ Ἰταλίᾳ κατείργαστο.

苏拉时期的遗留事件当属塞脱流斯之战,此役历时八年,对罗马人而言绝非易事,因交战对象并非伊比利亚人本身,而此战亦是同胞相残且针对塞脱流斯之役。塞脱流斯原被选派治理伊比利亚,但当他联合卡尔博对抗苏拉时,曾于休战期占领苏厄萨城,随后仓促逃奔自己的行省驻地。他率领来自意大利本土的军队,又在凯尔特伊比利亚人中征集了另一支兵力,将因逢迎苏拉而不肯向他交出统治权的前任统帅们尽数逐出伊比利亚,并与苏拉所遣的梅特卢斯英勇交战。他因勇略而威名远扬,从随行的友人中选拔出三百人组成元老院,声称此乃罗马人的元老院,且为羞辱本国元老院而将〔此院〕唤作“召集会议”。在苏拉离世以及雷比达随之故去之后,塞脱流斯拥有了雷比达的副将佩尔彭纳为他带来的另一支意大利大军,眼看即将挥师进军意大利,若非心怀戒惧的元老院除先前军力之外,又向伊比利亚增派了另一支军队与第二位统帅庞培——庞培当时虽尚年轻,但因在苏拉麾下于利比亚及意大利本土建立的显赫战功而名扬天下。

§113109

ὁ δὲ ἐς τὰ Ἄλπεια ὄρη μετὰ φρονήματος ἀνῄει, οὐ κατὰ τὴν Ἀννίβου μεγαλουργίαν, ἑτέραν δʼ ἐχάρασσεν3 ἀμφὶ ταῖς πηγαῖς τοῦ τε Ῥοδανοῦ καὶ Ἠριδανοῦ, οἳ ἀνίσχουσι μὲν ἐκ τῶν Ἀλπείων ὀρῶν οὐ μακρὰν ἀπʼ ἀλλήλων, ῥεῖ δʼ ὁ μὲν διὰ Κελτῶν τῶν ὑπὲρ Ἄλπεις εἰς τὴν Τυρρηνικὴν θάλασσαν, ὁ δὲ ἔνδοθεν τῶν Ἀλπείων ἐπὶ τὸν Ἰόνιον, Πάδος ἀντὶ Ἠριδανοῦ μετονομασθείς. ἀφικομένου δʼ ἐς Ἰβηρίαν αὐτίκα ὁ Σερτώριος τέλος ὅλον, ἐπὶ χορτολογίαν ἐξιόν, αὐτοῖς ὑποζυγίοις καὶ θεράπουσι συνέκοψε καὶ Λαύρωνα πόλιν ἐφορῶντος αὐτοῦ Πομπηίου διήρπασε καὶ κατέσκαψεν. ἐκ δὲ τῆς πολιορκίας γυνή τις ἐνυβρίζοντος αὐτῇ τοῦ λαβόντος παρὰ φύσιν τοῖς δακτύλοις ἐξέτεμε τὰς ὄψεις· καὶ ὁ Σερτώριος τοῦ πάθους πυθόμενος τὴν σπεῖραν ὅλην, ἀγέρωχον ἐς τὰ τοιαῦτʼ εἶναι νομιζομένην, καίπερ οὖσαν Ῥωμαϊκὴν κατέκανε.

庞培意气风发地翻越阿尔卑斯山,却未循汉尼拔昔日的宏伟路径,而在罗讷河与埃里达努斯河源头附近开凿了另一条通道。这两条河流发源于阿尔卑斯山脉且相距不远,一条穿过阿尔卑斯外凯尔特人之地注入第勒尼安海,另一条则自阿尔卑斯内侧流入伊奥尼亚海,并由埃里达努斯改称为波河。庞培方一抵达伊比利亚,塞脱流斯便将外出采集草料的一整支军团连同其驮兽与扈从斩尽杀绝,并在庞培本人目睹之下洗劫并彻底夷平了劳罗城。在围城期间,一名妇人因俘获她的士兵对其施加悖理暴行,用手指剜出了其双眼;塞脱流斯得知这一暴行后,便将这支在此类事上被认为素来骄横放肆的整连士兵尽数处决,即便该连队为罗马人亦未予赦免。

语法注3 条
  1. 113107ἐς τὸ τῆς ἀρχῆς ἔτος ὡρκῶσθαι

    前置词 ἐς 与宾格连用表示时间限度:“仅仅在任职执政官的这一年间受誓言约束”。此处解释了雷比达的遁词,即认为自己在执政官任期结束后动用武力便不算违背誓言。

  2. 113108ἐπίδοξος ἦν στρατεύσειν ἐπὶ τὴν Ἰταλίαν, εἰ μὴ δείσασα ἡ βουλὴ στρατόν τε ἄλλον καὶ στρατηγὸν ἕτερον ἐπὶ τῷ προτέρῳ Πομπήιον ἔπεμψεν

    惯用表达 ἐπίδοξος ἦν 搭配将来不定词(“预计将会出征/势将进军”),在此充当非真实条件句的主句(归结分句),与由 εἰ μὴ ... ἔπεμψεν(直说法语气不定过去时,“若非元老院派遣……”)构成的从句相呼应。这一结构生动地表明塞脱流斯进军意大利之势极为迫近,纯因元老院遣军方被阻止。

  3. 113109ἑτέραν δʼ ἐχάρασσεν

    阴性宾格形容词 ἑτέραν 之后省略了阴性名词 ὁδόν(道路)。此处与前文的 τὴν Ἀννίβου μεγαλουργίαν(汉尼拔的伟业,即汉尼拔开辟的进军路线)相对比,指庞培在阿尔卑斯山中“开辟了另一条通道”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:113107-113109