- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:112105-112106
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉退隐后,执政官卡图卢斯与雷比达旋即爆发党争;与此同时苏拉在乡间梦见神谕后病逝,经激烈争辩后,人们在罗马为他举行了空前盛大的国葬。
ἄρτι δʼ ἀποστάντος αὐτοῦ, Ῥωμαῖοι φόνου καὶ τυραννίδος ἀπαλλαγέντες ἡσυχῇ πάλιν ἐπὶ στάσεις ὑπερριπίζοντο ἑτέρας. καὶ ὕπατοι αὐτοῖς καθίστανται Κόιντός τε Κάτλος ἀπὸ τῶν Συλλείων καὶ Λέπιδος Αἰμίλιος ἀπὸ τῶν ἐναντίων, ἐχθίστω τε ἀλλήλοιν καὶ εὐθὺς ἀρξαμένω διαφέρεσθαι.1 δῆλόν τε ἦν τι κακὸν ἕτερον ἐκ τοῦδε γενησόμενον. Σύλλας δʼ ἐν τοῖς ἀγροῖς ἐνύπνιον ἔδοξεν ἰδεῖν, ὅτι αὐτὸν ὁ δαίμων ἤδη καλοίη· καὶ ὁ μὲν αὐτίκα μεθʼ ἡμέραν τοῖς φίλοις τὸ ὄναρ ἐξειπὼν διαθήκας συνέγραφεν ἐπειγόμενος καὶ αὐτῆς ἡμέρας συνετέλει· σφραγισαμένῳ δʼ αὐτὰς περὶ ἑσπέραν πυρετὸς ἐμπίπτει καὶ νυκτὸς ἐτελεύτησεν, ἑξήκοντα μὲν ἔτη βιώσας, εὐτυχέστατος δʼ ἀνδρῶν ἔς τε τὸ τέλος αὐτὸ καὶ ἐς τἆλλα πάντα, ὥσπερ καὶ ὠνομάζετο, γενέσθαι δοκῶν, εἰ δή τις εὐτυχίαν ἡγοῖτο τυχεῖν ὅσων ἂν ἐθέλῃ.2 γίνεται δʼ εὐθὺς ἐν ἄστει στάσις ἐπʼ αὐτῷ, τῶν μὲν ἄγειν ἀξιούντων τὸ σῶμα διὰ τῆς Ἰταλίας ἐπὶ πομπῇ καὶ ἐς τὴν Ῥώμην ἐν ἀγορᾷ προτιθέναι καὶ ταφῆς δημοσίας ἀξιοῦν, Λεπίδου δὲ καὶ τῶν ἀμφὶ Λέπιδον ἐνισταμένων.3 ἐξενίκα δʼ ὁ Κάτλος καὶ οἱ Σύλλειοι, καὶ ἐφέρετο ὁ νέκυς ὁ τοῦ Σύλλα διὰ τῆς Ἰταλίας ἐς τὸ ἄστυ ἐπὶ κλίνης χρυσηλάτου καὶ κόσμου βασιλικοῦ, σαλπιγκταί τε πολλοὶ καὶ ἱππέες καὶ ἄλλος ὅμιλος ἐκ ποδὸς ὡπλισμένος εἵπετο. οἵ τε ὑποστρατευσάμενοι αὐτῷ πανταχόθεν ἐπὶ τὴν παραπομπὴν ὡπλισμένοι συνέθεον καί, ὡς ἕκαστος ἀφικνοῖτο, εὐθὺς ἐς κόσμον καθίσταντο· ἄλλο τε πλῆθος, ὅσον ἐπʼ οὐδενὶ ἔργῳ, συνέτρεχεν.4 ἡγεῖτο δʼ αὐτοῦ σημεῖα καὶ πελέκεις, ὅσοις περιὼν ἔτι καὶ ἄρχων ἐκοσμεῖτο.
在他刚刚退隐之际,罗马人虽摆脱了杀戮与僭政,却又悄然被煽动,趋向新的内讧。立为执政官的,是苏拉派的昆图斯·卡图卢斯与反对方的雷比达·埃米利乌斯;二人彼此视同水火,旋即爆发纷争。显而易见,另一场祸事即将由此而生。 然而身在乡间的苏拉却自以为做了一个梦,梦见守护神已经在呼唤自己。天一亮,他便立即将这梦境告知诸位友人,仓促起草遗嘱,并在当日便告完成。傍晚封缄遗嘱之际,高热骤然袭来,他遂于当夜离世。他享年六十,被认为无论在生命的终局还是在其他一切境遇上,都正如其称号那般,成为了世间最幸运之人——如果有人确将遂平生所愿视作真正的幸运的话。城中旋即因他而起争端:一方主张应备齐仪仗将灵柩经由意大利本土护送,并在罗马广场停灵受唁,奉以国葬;雷比达及其党羽则极力阻挠。最终卡图卢斯与苏拉党人占了上风,苏拉的遗体便被置于锻金灵床与王者排场之上,经由意大利全境运往城内;大批号手、骑兵以及另一支全副武装的步行队伍紧随其后。昔日随他征战的老兵亦从四面八方持械赶来参与护送,每有一人赶到,便立即井然有序地列入队中;更有空前规模的民众如潮水般涌来。走在灵柩前方的,则是他在世掌权时曾享有的同等数目的旌旗与战斧。
ὡς δʼ ἐπὶ τὸ ἄστυ ἠνέχθη, ἐσεφέρετο μετὰ πομπῆς ἐνταῦθα δὴ μάλιστα ὑπερόγκου. στέφανοί τε γὰρ δισχιλίων πλείους ἀπὸ χρυσοῦ κατὰ σπουδὴν γενόμενοι παρεφέροντο, δῶρα τῶν πόλεων καὶ τῶν ὑπʼ αὐτῷ στρατευσαμένων τελῶν καὶ καθʼ ἕνα τῶν φίλων, ἄλλη τε τῶν ἐς τὴν ταφὴν πεμφθέντων οὐ δυνατὴ φράσαι πολυτέλεια. καὶ τὸ σῶμα δέει τοῦ συνδραμόντος στρατοῦ παρέπεμπον ἱερέες τε ἅμα πάντες καὶ ἱέρειαι, κατὰ σφᾶς αὐτῶν ἑκάτεροι, καὶ ἡ βουλὴ πᾶσα καὶ αἱ ἀρχαί, τὰ σφέτερα σημεῖα ἐπικείμενοι. κόσμῳ δʼ ἄλλῳ τὸ τῶν καλουμένων ἱππέων πλῆθος εἵπετο καὶ ὁ στρατὸς ἐν μέρει πᾶς, ὅσος ὑπεστράτευτο αὐτῷ· συνέδραμον γὰρ σπουδῇ, τὸ ἔργον ἅπαντες ἐπειγόμενοι καταλαβεῖν, σημεῖά τε φέροντες ἐπίχρυσα καὶ ὅπλα ἐπὶ σφίσι περιάργυρα, οἷς ἔτι νῦν ἐς τὰς πομπὰς εἰώθασι χρῆσθαι. σαλπιγκτῶν τε ἄπειρον ἦν πλῆθος, παρὰ μέρος ὑγρότατα καὶ πένθιμα μελῳδούντων. βοῇ δʼ ἐπευφήμουν ἥ τε βουλὴ πρώτη καὶ οἱ ἱππέες ἐν μέρει, εἶθʼ ὁ στρατός, εἶθʼ ὁ δῆμος, οἱ μὲν τῷ ὄντι τὸν Σύλλαν ἐπιποθοῦντες, οἱ δὲ δειμαίνοντες αὐτοῦ καὶ τότε τὸν στρατὸν καὶ τὸν νέκυν οὐχ ἧττον ἢ περιόντος· ἔς τε γὰρ τὴν ὄψιν τῶν γιγνομένων ἀποβλέποντες καὶ ἐς τὴν μνήμην ὧν ἔδρασεν ὁ ἀνήρ, ἐξεπλήττοντο καὶ ὡμολόγουν τοῖς ἐναντίοις εὐτυχέστατον αὐτὸν ἐκείνοις γενέσθαι καὶ σφίσι καὶ τεθνεῶτα φοβερώτατον.5 ὡς δʼ ἐπὶ τοῦ βήματος, ἔνθα δημηγοροῦσιν ἐν ἀγορᾷ, προυτέθη, τοὺς μὲν ἐπιταφίους λόγους εἶπεν ὁ κράτιστος εἰπεῖν τῶν τότε, ἐπεὶ Φαῦστος ὁ παῖς ὁ τοῦ Σύλλα νεώτατος ἦν ἔτι, τὸ δὲ λέχος ὑποδύντες ἀπὸ τῆς βουλῆς ἄνδρες εὔρωστοι διεκόμιζον ἐς τὸ πεδίον τὸ Ἄρειον, ἔνθα βασιλέες θάπτονται μόνοι· καὶ τὸ πῦρ οἵ τε ἱππέες καὶ ἡ στρατιὰ περιέδραμον.
灵柩运抵城郊后,便在真正登峰造极的浩大仪仗护送下列队进城。匆忙赶制出的两千余顶金冠被相继抬行展示,这些皆是诸城邦、其麾下军团以及友人们各自敬献的礼物;至于为葬礼送来的其他奢华贡物,更是难以尽述。出于对集结大军的畏惧,全体祭司与女祭司各依所属一并护送灵柩,全体元老院议员与官员亦佩带各自的官仪标记随行。所谓的骑士阶层亦自成行列紧随其后,曾随他征战的全体军队亦依序跟随;他们急匆匆赶来,人人皆争先恐后参与此等盛事,手持镀金旌旗、身佩贴银武装——这正是他们直至今日在仪仗中仍沿用的旧习。号手人数亦不计其数,轮番奏出极其哀婉悲戚的曲调。首先是元老院议员,继而是骑士,随后是军队,最后是平民,依次齐声高呼致敬——其中有些人确系衷心悼念苏拉,另一些人则即便在此时亦畏惧他的军队与遗骸,丝毫不逊于他在世之时。他们目睹眼前的盛况,追忆此人的所作所为,无不心惊胆战,赞同对手,承认他对那些人而言是最为亨通之人,而对自己而言哪怕死后亦是最为可怖之人。当灵柩陈列于广场上发表演说的讲坛之上时,鉴于苏拉之子福斯图斯尚属年幼,便由当时最善辞令之人发表悼词;随后元老院中选出的一批健硕壮汉屈身抬起灵柩,将其护送至昔日唯有列王方得下葬的战神广场,骑兵与大军则绕行焚尸烈火回环巡游。
- 112105ἐχθίστω τε ἀλλήλοιν καὶ εὐθὺς ἀρξαμένω διαφέρεσθαι
主格双数形式(ἐχθίστω 与 ἀρξαμένω)在此充当表语性修饰语,指代前文被任命的两位执政官卡图卢斯与雷比达。晚期希腊语中双数并不常见,此处特意采用双数构文以凸显两人针锋相对的对立态势。
- 112105εἰ δή τις εὐτυχίαν ἡγοῖτο τυχεῖν ὅσων ἂν ἐθέλῃ
由 εἰ 与希求式(ἡγοῖτο)构成的条件从句,对主句断言(εὐτυχέστατος... γενέσθαι δοκῶν)构成保留与限定条件。关系代词 ὅσων 省略了先行词 τούτων,并因 τυχεῖν 要求属格而发生了格的吸引;从句内部则采用 ἄν 搭配连接式(ἐθέλῃ)表述一般性条件。
- 112105τῶν μὲν ἄγειν ἀξιούντων... Λεπίδου δὲ καὶ τῶν ἀμφὶ Λέπιδον ἐνισταμένων
由 μέν... δέ 协调的两个并列的属格独立结构,具体阐释了前文名词 στάσις(内讧、纷争)的实际内容。前项的逻辑主语通过实质化分词短语 τῶν μὲν... ἀξιούντων 表达,后项则由专有名词 Λεπίδου 及表示党派的成语 οἱ ἀμφὶ Λέπιδον 担任。
- 112105ἄλλο τε πλῆθος, ὅσον ἐπʼ οὐδενὶ ἔργῳ, συνέτρεχεν
短语 ὅσον ἐπʼ οὐδενὶ ἔργῳ 属于省略了从句动词(如 συνῆλθε 或 ἐγένετο)的惯用性限定/比较从句,修饰 πλῆθος,意为“在以往任何盛事或行动中均未曾有过的如此规模之大”。
- 112106ἐξεπλήττοντο καὶ ὡμολόγουν τοῖς ἐναντίοις εὐτυχέστατον αὐτὸν ἐκείνοις γενέσθαι καὶ σφίσι καὶ τεθνεῶτα φοβερώτατον
动词 ὡμολόγουν 统辖带宾格的不定式结构(αὐτὸν... γενέσθαι)。在与格成分的配置上,τοῖς ἐναντίοις 依附于 ὡμολόγουν(“赞同对手”),不定式分句内的 ἐκείνοις 回指该词并修饰 εὐτυχέστατον(“对那些人而言最为亨通”);与之相对的 σφίσι 则依附于第二个表语形容词 φοβερώτατον(“对自己而言即便死后亦最为可怖”)。
