- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:112103-112104
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉在连任一年执政官后,在毫无逼迫的情况下主动辞去独裁官大权降为平民,并在面对一青年的辱骂时预言后继大权独揽者将再不肯交权,随后归隐于库迈度过余生。
τοῦ δʼ ἐπιόντος ἔτους Σύλλας, καίπερ ὢν δικτάτωρ, ἐς ὑπόκρισιν ὅμως καὶ σχῆμα δημοκρατικῆς ἀρχῆς ὑπέστη καὶ ὕπατος αὖθις γενέσθαι1 σὺν Μετέλλῳ τῷ Εὐσεβεῖ. καὶ ἀπὸ τοῦδε ἴσως ἔτι νῦν οἱ Ῥωμαίων βασιλέες, ὑπάτους ἀποφαίνοντες τῇ πατρίδι, ἔστιν ὅτε καὶ ἑαυτοὺς ἀποδεικνύουσιν, ἐν καλῷ τιθέμενοι μετὰ τῆς μεγίστης ἀρχῆς καὶ ὑπατεῦσαι. τῷ δʼ ἑξῆς ἔτει ὁ μὲν δῆμος καὶ τότε τὸν Σύλλαν θεραπεύων ᾑρεῖτο ὑπατεύειν, ὁ δὲ οὐκ ἀνασχόμενος ὑπάτους μὲν αὐτοῖς ἀπέφηνε Σερουίλιον Ἰσαυρικὸν καὶ Κλαύδιον Ποῦλχρον, αὐτὸς δὲ τὴν μεγάλην ἀρχὴν οὐδενὸς ἐνοχλοῦντος ἑκὼν ἀπέθετο. καί μοι θαῦμα μὲν καὶ τόδε αὐτοῦ καταφαίνεται τοσήνδε ἀρχὴν πρῶτον ἀνδρῶν καὶ μόνον ἐς τότε Σύλλαν οὐδενὸς ἐπείγοντος ἀποθέσθαι, οὐ παισίν, ὡς Πτολεμαῖος ἐν Αἰγύπτῳ καὶ Ἀριοβαρζάνης ἐν Καππαδοκίᾳ καὶ Σέλευκος ἐν Συρίᾳ, ἀλλʼ αὐτοῖς τοῖς τυραννουμένοις· ἄλογον δʼ ἤδη καὶ τὸ βιασάμενον ἐς τὴν ἀρχὴν ῥιψοκινδύνως, ἐπείτε ἐγκρατὴς ἐγένετο, ἑκόντα ἀποθέσθαι καὶ παράδοξον, οἷον οὔπω τι ἕτερον, τὸ μὴ δεῖσαι νεότητος ἐν τῷδε τῷ πολέμῳ πλέον μυριάδων δέκα ἀνῃρημένης καὶ τῶν ἐχθρῶν αὐτὸν ἀνελόντα2 βουλευτὰς μὲν ἐνενήκοντα, ὑπάτους δʼ ἐς πεντεκαίδεκα, ἀπὸ δὲ τῶν καλουμένων ἱππέων δισχιλίους καὶ ἑξακοσίους σὺν τοῖς ἐξεληλαμένοις· ὧν τῆς τε περιουσίας δεδημευμένης καὶ πολλῶν ἀτάφων ἐκριφέντων, οὔτε τοὺς οἴκοι ὁ Σύλλας οὔτε τοὺς φεύγοντας καταπλαγεὶς οὐδὲ τὰς πόλεις, ὧν ἀκροπόλεις τε καὶ τείχη καὶ γῆν καὶ χρήματα καὶ ἀτελείας ἀφῄρητο, ἑαυτὸν ἀπέφηνεν ἰδιώτην.
次年,苏拉虽身为独裁官,却仍为了维系民主政体的门面与虚饰,应允与墨忒路斯·庇乌斯共同再度出任执政官。或许正是沿袭这一先例,直至今日罗马诸帝为国邦任命执政官时,有时亦会指定自己出任,认为在最高权力之外兼领执政官之职乃是一项美事。 再过一年,民众依然竭力奉承苏拉,推选他出任执政官,苏拉却不肯接受,遂为他们指定塞尔维利乌斯·伊苏里克与克劳狄乌斯·普尔凯尔为执政官,而他本人则在无人逼迫的情况下自愿交出了至高大权。在我看来,苏拉在无人催逼之下卸下如此大权,实为古往今来开天辟地且至当时为止绝无仅有的壮举,这确实令人称奇——他并未如埃及的托勒密、卡帕多细亚的阿里奥巴赞尼斯和叙利亚的塞琉古那样将权力传于诸子,而是直接交还给了昔日受其专制统治的臣民。一个以弄险强暴手段篡夺大权的人,在牢牢掌控大权之后竟自愿交出,这已属不可理喻;而最令人匪夷所思、旷古绝伦的,则是他竟然毫无所惧:在这场战争中,有超过十万青年丧命,他亲自诛灭的宿敌中包括九十名元老院议员、约十五位执政官,以及连同流放者在内的两千六百名所谓骑士阶层人士;这些人的财产悉数充公,许多尸骸被抛尸荒野、不得安葬,然而苏拉既不畏惧留居国内之人,亦不畏惧流亡海外之徒,甚至不畏惧那些被他剥夺了卫城、城墙、土地、资财和免税特权的诸城邦,便径自宣布自己为平民。
τοσοῦτον ἦν ἐν τῷδε τῷ ἀνδρὶ τόλμης καὶ τύχης· ὅν γέ φασιν ἐπειπεῖν ἐν ἀγορᾷ, τὴν ἀρχὴν ἀποτιθέμενον, ὅτι καὶ λόγον, εἴ τις αἰτοίη, τῶν γεγονότων ὑφέξει,3 καὶ τὰς ῥάβδους καθελόντα καὶ τοὺς πελέκεας τὴν φρουρὰν ἀπὸ τοῦ σώματος ἀπώσασθαι καὶ μόνον μετὰ τῶν φίλων ἐς πολὺ ἐν μέσῳ βαδίσαι θεωμένου τοῦ πλήθους καὶ καταπεπληγότος αὐτὸν καὶ τότε. ἀναχωροῦντα δʼ ἐπὶ τὴν οἰκίαν μόλις ποτὲ μειράκιον ἐπεμέμφετο καὶ οὐδενὸς αὐτὸ ἀπερύκοντος ἐθάρρησε καὶ λοιδορούμενον αὐτῷ μέχρι τῆς οἰκίας ἐλθεῖν. ὁ δὲ κατὰ τῶν μεγίστων ἀνδρῶν τε καὶ πόλεων ἄκρος ὀργὴν γενόμενος εὐσταθῶς τὸ μειράκιον ἤνεγκε καὶ τοσοῦτον ἐσιὼν ἐς τὴν οἰκίαν, εἴτε ἀπὸ ξυνέσεως εἴτε καὶ τύχῃ καταμαντευόμενος τῶν ἐσομένων, ἀπεκρίνατο, ὅτι κωλύσει τὸ μειράκιον τόδε ἕτερον ἄνδρα ἀρχὴν τοιάνδε ἔχοντα ἀποθέσθαι. καὶ Ῥωμαίοις μὲν οὕτω γενέσθαι συνηνέχθη μετʼ ὀλίγον, Γαΐου Καίσαρος τὴν ἀρχὴν οὐκέτι μεθέντος· ὁ δὲ Σύλλας μοι δοκεῖ, ἐς πάντα σφοδρὸς ὁμοῦ καὶ δυνατὸς γενόμενος, ἐπιθυμῆσαι τύραννος ἐξ ἰδιώτου γενέσθαι καὶ ἰδιώτης ἐκ τυράννου καὶ μετὰ τοῦτʼ ἐπʼ ἐρημίας ἀγροίκου διαγενέσθαι. διῆλθε γὰρ ἐς χωρία ἴδια ἐς Κύμην τῆς Ἰταλίας καὶ ἐνταῦθα ἐπʼ ἐρημίας θαλάσσῃ τε καὶ κυνηγεσίοις ἐχρῆτο, οὐ φυλασσόμενος ἄρα τὸν κατὰ ἄστυ ἰδιώτην βίον οὐδʼ ἀσθενὴς ὢν αὖθις ἐς ὅ τι ὁρμήσειεν· ᾧ δυνατὴ μὲν ἔτι ἡ ἡλικία καὶ τὸ σῶμα εὔρωστον, ἀμφὶ δὲ τὴν Ἰταλίαν δυώδεκα μυριάδες ἀνδρῶν ἦσαν ἔναγχος ὑπεστρατευμένων καὶ δωρεὰς μεγάλας καὶ γῆν πολλὴν παρʼ αὐτοῦ λαβόντων, ἕτοιμοι δʼ οἱ κατὰ τὸ ἄστυ μύριοι Κορνήλιοι καὶ ὁ ἄλλος αὐτοῦ στασιώτης λεώς, εὔνους αὐτῷ καὶ φοβερὸς ὢν ἔτι τοῖς ἑτέροις καὶ τὸ σφέτερον ἀδεές, ὧν τῷ Σύλλᾳ συνεπεπράχεσαν, ἐν τῷ Σύλλαν περιεῖναι τιθέμενοι·4 ἀλλά μοι δοκεῖ κόρον τε πολέμων καὶ κόρον ἀρχῆς καὶ κόρον ἄστεος λαβὼν ἐπὶ τέλει καὶ ἀγροικίας ἐρασθῆναι.
此人之胆魄与鸿运,竟至于此。据说他在广场上交出权力时曾当众宣称:若有人问罪,他愿为生平作为接受质询;随后他命人撤去笞棒与战斧,驱散护卫,仅与友人相伴,在广场正中漫步良久,而围观的民众在此时依然对他畏怯不已。当他返家时,终于有一个年轻小伙对他出言指责;由于无人阻拦,那年轻人便壮起胆子,一路辱骂着尾随至其宅第门前。然而,对显赫人物和重要城邦曾暴怒至极的苏拉,却极为冷静地容忍了这名青年;走进家门时,无论出于明察秋毫抑或机缘巧合窥破未来,他只说了这样一句话:这个青年将阻止其他掌握此等大权之人交出权力。 对罗马人而言,不久之后事情果然如此应验,盖约·凯撒自此再未放弃大权。在我看来,苏拉在所有事情上皆兼具烈性与实干之能,他渴望由平民跻身为僭主,又渴望由僭主还原为平民,并在其后退隐于荒野乡村度过余生。因为他迁居至意大利库迈的私家庄园,在此荒僻之地寄情于泛舟与田猎,绝非以此躲避城中平民的生活,亦非缺乏再次投身于任何新企图的气力;他当时年岁尚壮,体格亦极健硕,在意大利各地有十二万不久前曾随他征战并从他手中获得厚赏与广袤土地的老兵,在城内还有随时待命的一万名“科尔内利乌斯人”以及属于他的其他党羽,他们对其竭忠效命,对他人而言依然森严可怖,且自忖自身在与苏拉共谋之事上的免罪与安全全系于苏拉的健在。然而依我之见,他实是对战事、权势以及城邦彻底厌倦,最终倾心于田园生活而已。
- 112103ἐς ὑπόκρισιν ὅμως καὶ σχῆμα δημοκρατικῆς ἀρχῆς ὑπέστη καὶ ὕπατος αὖθις γενέσθαι
动词 ὑπέστη(ὑφίσταμαι 的第三人称单数不定过去时)后接不定词 γενέσθαι 作为宾语补足语,意为“承担”、“答应成为”。前置词短语 ἐς ὑπόκρισιν καὶ σχῆμα 表目的或立足点,意为“为了维系……的门面与虚饰”。
- 112103τὸ μὴ δεῖσαι νεότητος ἐν τῷδε τῷ πολέμῳ πλέον μυριάδων δέκα ἀνῃρημένης καὶ τῶν ἐχθρῶν αὐτὸν ἀνελόντα
在这一长难句中,冠词化不定词短语 τὸ μὴ δεῖσαι(“未曾畏惧”)充当 παράδοξον(“荒谬绝伦之事”)的主语。紧随其后的是属格绝对结构(νεότητος... ἀνῃρημένης),随后通过 καί 连接了宾格分词短语 αὐτὸν ἀνελόντα;该宾格分词与不定词 δεῖσαι 的逻辑主语一致,从而突出了苏拉本人亲自主导诛杀大批政敌(βουλευτάς 等)的能动行为。
- 112104ὅν γέ φασιν ἐπειπεῖν ἐν ἀγορᾷ, τὴν ἀρχὴν ἀποτιθέμενον, ὅτι καὶ λόγον, εἴ τις αἰτοίη, τῶν γεγονότων ὑφέξει
关系代词 ὅν 在由 φασιν 支配的宾格加不定词结构中,兼作 ἐπειπεῖν 以及后续的 ἀπώσασθαι 和 βαδίσαι 的主语。在 ὅτι 引导的从句中,惯用短语 λόγον ὑπέχω(“承担答辩/接受质询”)以将来时陈述语气 ὑφέξει 出现,并带有条件祈愿从句 εἴ τις αἰτοίη(间接引语中的过去条件表达)。
- 112104τὸ σφέτερον ἀδεές, ὧν τῷ Σύλλᾳ συνεπεπράχεσαν, ἐν τῷ Σύλλαν περιεῖναι τιθέμενοι
中性名词化短语 τὸ σφέτερον ἀδεές(“他们自身的豁免/安全”)作分词 τιθέμενοι 的直接宾语。关系代词 ὧν 属于先行词省略及格的吸引(τούτων ἅ → ὧν),充当关于属格,意为“就他们与苏拉共同犯下的行径而言”。前置词短语 ἐν τῷ... περιεῖναι τιθέμενοι 为惯用表达,意为“将……寄托于苏拉的健在之上”。
