← 阿庇安

内战记

§111100-111102

苏拉的宪政改革与恐怖统治

苏拉设立名义上的执政官,同时以独裁官身份独揽大权,重组官制晋升次序、削弱保民官职权,并重构了元老院、公民队伍与退役老兵定居点。他公然处死立下战功的奥费拉以确立恐怖威权,进而重税盘剥各行省与盟邦,并干涉了埃及王位的承继。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§111100

ὁ δʼ ἐς μὲν πρόσχημα τῆς πατρίου πολιτείας ὑπάτους αὐτοῖς ἐπέτρεψεν ἀποφῆναι, καὶ ἐγένοντο Μᾶρκος Τύλλιος καὶ Κορνήλιος Δολοβέλλας· αὐτὸς δʼ οἷα δὴ βασιλεύων δικτάτωρ ἐπὶ τοῖς ὑπάτοις ἦν· πελέκεις τε γὰρ ἐφέροντο πρὸ αὐτοῦ, οἷα δικτάτορος, εἴκοσι καὶ τέσσαρες, ὅσοι καὶ τῶν πάλαι βασιλέων ἡγοῦντο, καὶ φυλακὴν τοῦ σώματος περιέθετο πολλήν. νόμους τε ἐξέλυε καὶ ἑτέρους ἐτίθετο· καὶ στρατηγεῖν ἀπεῖπε, πρὶν ταμιεῦσαι, καὶ ὑπατεύειν, πρὶν στρατηγῆσαι, καὶ τὴν ἀρχὴν τὴν αὐτὴν αὖθις ἄρχειν ἐκώλυσε, πρὶν ἔτη δέκα διαγενέσθαι. τὴν δὲ τῶν δημάρχων ἀρχὴν ἴσα καὶ ἀνεῖλεν,1 ἀσθενεστάτην ἀποφήνας καὶ νόμῳ κωλύσας μηδεμίαν ἄλλην τὸν δήμαρχον ἀρχὴν ἔτι ἄρχειν· διὸ καὶ πάντες οἱ δόξης ἢ γένους ἀντιποιούμενοι τὴν ἀρχὴν ἐς τὸ μέλλον ἐξετρέποντο. καὶ οὐκ ἔχω σαφῶς εἰπεῖν, εἰ Σύλλας αὐτήν, καθὰ νῦν ἐστιν, εἰς τὴν βουλὴν ἀπὸ τοῦ δήμου μετήνεγκεν. αὐτῇ δὲ τῇ βουλῇ διὰ τὰς στάσεις καὶ τοὺς πολέμους πάμπαν ὀλιγανδρούσῃ προσκατέλεξεν ἀμφὶ τοὺς τριακοσίους ἐκ τῶν ἀρίστων ἱππέων, ταῖς φυλαῖς ἀναδοὺς ψῆφον περὶ ἑκάστου. τῷ δὲ δήμῳ τοὺς δούλους τῶν ἀνῃρημένων τοὺς νεωτάτους τε καὶ εὐρώστους, μυρίων πλείους, ἐλευθερώσας ἐγκατέλεξε καὶ πολίτας ἀπέφηνε Ῥωμαίων καὶ Κορνηλίους ἀφʼ ἑαυτοῦ προσεῖπεν, ὅπως ἑτοίμοις ἐκ τῶν δημοτῶν πρὸς τὰ παραγγελλόμενα μυρίοις χρῷτο. τὸ δʼ αὐτὸ καὶ περὶ τὴν Ἰταλίαν ἐπινοῶν τέλεσι τοῖς ὑπὲρ ἑαυτοῦ στρατευσαμένοις τρισὶ καὶ εἴκοσιν ἐπένειμεν, ὥς μοι προείρηται, πολλὴν ἐν ταῖς πόλεσι γῆν, τὴν μὲν ἔτι οὖσαν ἀνέμητον, τὴν δὲ τὰς πόλεις ἀφαιρούμενος ἐπὶ ζημίᾳ.

为了维系祖传政体的体面门面,苏拉准许他们任命执政官,马尔库斯·图利乌斯与科尔内利乌斯·多拉贝拉遂当选;然而他本人却凌驾于执政官之上,俨然以国王之姿充任独裁官。因为正如独裁官的排场一样,有二十四柄战斧在他前方开道,这一数目正与昔日君王前导的仪仗相当;他还在身旁布置了重重卫队。他废止旧法,制定新律;严禁未任财务官者出任大法官,严禁未任大法官者出任执政官,并明令相隔未满十年不得再次担任同一官职。他将保民官之权削弱殆尽,几乎等同废除,不仅使其权能极其微弱,且立下法律,禁止担任过保民官者日后再出任其他任何官职;正因如此,凡图谋功名或出身显赫之人,日后皆对这一职位避之唯恐不及。不过,将其〔保民官一职〕从民众转移至元老院(正如今日的制度),究竟是否出于苏拉之手,我无法确言。至于元老院本身,由于内讧与征战而人员极度凋零,苏拉从最出色的骑士阶层中遴选约三百人予以补足,并将每位候选人交付各特里布斯(部族大会)表决。对于平民阶层,他将受诛杀者的奴隶中最为年轻力壮的一万余人释放,编入公民名册,宣布其为罗马公民,并依自己的氏族名命名为“科尔内利乌斯人”,以便在平民之中随时拥有一万名任凭差遣的死党。对于整个意大利,他亦定下了同样的策略,正如我先前所述,将诸城邦的大批土地分配给为他征战的二十三个军团;这些土地部分尚属未分之地,部分则是作为惩罚从各城邦没收而来的。

§111101

ἐς ἅπαντα δʼ ἦν οὕτω φοβερὸς καὶ ἄκρος ὀργήν, ὡς καὶ Κόιντον Λουκρήτιον Ὀφέλλαν τὸν Πραινεστὸν αὐτῷ λαβόντα καὶ Μάριον τὸν ὕπατον ἐκπεπολιορκηκότα καὶ τὸ τέλος αὐτῷ τῆς νίκης συναγαγόντα, ὑπατεύειν ἔτι ἱππέα ὄντα, πρὶν ταμιεῦσαι καὶ στρατηγῆσαι, διὰ τὸ μέγεθος τῶν εἰργασμένων κατὰ παλαιὸν ἔθος ἀξιοῦντα καὶ τῶν πολιτῶν δεόμενον, ἐπεὶ κωλύων καὶ ἀνατιθέμενος οὐ μετέπειθεν, ἐν ἀγορᾷ μέσῃ κτεῖναι.2 καὶ συναγαγὼν τὸ πλῆθος ἐς ἐκκλησίαν εἶπεν· “ἴστε μέν, ὦ ἄνδρες, καὶ παρʼ ἐμοῦ δὲ ἀκούσατε, ὅτι Λουκρήτιον ἐγὼ κατέκανον ἀπειθοῦντά μοι.” καὶ λόγον εἶπε· “φθεῖρες γεωργὸν ἀροτριῶντα ὑπέδακνον· ὁ δὲ δὶς μέν,” ἔφη, “τὸ ἄροτρον μεθεὶς τὸν χιτωνίσκον ἐκάθηρεν· ὡς δʼ αὖθις ἐδάκνετο, ἵνα μὴ πολλάκις ἀργοίη, τὸν χιτωνίσκον ἔκαυσεν. κἀγὼ τοῖς δὶς ἡττημένοις παραινῶ τρίτου πυρὸς μὴ δεηθῆναι.” Σύλλας μὲν δὴ καὶ τοῖσδε καταπληξάμενος αὐτούς, καθὰ ἐβούλετο, ἦρχε. καὶ ἐθριάμβευσεν ἐπὶ τῷ Μιθριδατείῳ πολέμῳ. καί τινες αὐτοῦ τὴν ἀρχὴν ἀρνουμένην βασιλείαν ἐπισκώπτοντες ἐκάλουν, ὅτι τὸ τοῦ βασιλέως ὄνομα μόνον ἐπικρύπτοι· οἱ δʼ ἐπὶ τοὐναντίον ἀπὸ τῶν ἔργων μετέφερον καὶ τυραννίδα ὁμολογοῦσαν3 ἔλεγον.

他在各方面皆如此令人畏惧且脾气暴烈至极,以至于将昆图斯·卢克雷蒂乌斯·奥费拉径直诛杀于广场正中。奥费拉曾为他攻取普赖内斯特,围困执政官马略致其穷途末路,为他奠定了最终的胜局;但他依仗前代旧例与自身建立的丰功伟绩,在仍为骑士身份且未历任财务官和大法官的情况下,便向公民请托谋求执政官一职;苏拉百般阻挠与劝阻皆无法使其改变心意,遂下令将其诛杀。随后苏拉召集民众大会,说道:“公民们,你们已知晓此事,且听我当面宣告:是我诛杀了不听从我命令的卢克雷蒂乌斯。”他接着讲了一个故事:“虱子不断叮咬耕地的农夫;农夫两次放下犁具清理短袍;但当他再度被咬时,为了不再频频耽搁农活,索性一把火烧了短袍。我亦劝诫那些已两度落败之人,休得招致第三把烈火。”苏拉以此等手段震慑众人,随心所欲地实行统治。他亦因米特拉达梯战争之胜而举行了凯旋式。有些人讽刺他的统治为“拒不承认的王政”,因其仅仅隐匿了国王的名号;另一些人则根据其实际作为颠倒其辞,称其为“公然自认的僭主统治”。

§111102

ἐς τοσοῦτον αὐτοῖς τε Ῥωμαίοις καὶ Ἰταλοῖς ἅπασιν ὁ πόλεμος ὅδε προύβη κακοῦ, προύβη δὲ καὶ τοῖς ὑπὲρ τὴν Ἰταλίαν ἔθνεσιν ἅπασιν, ἄρτι μὲν ὑπὸ λῃστῶν καὶ Μιθριδάτου καὶ Σύλλα πεπολεμημένοις, ἄρτι δʼ ἀποροῦντος τοῦ ταμείου διὰ τὰς στάσεις ἐκτετρυχωμένοις εἰσφοραῖς πολλαῖς. ἔθνη τε γὰρ πάντα καὶ βασιλέες, ὅσοι σύμμαχοι, καὶ πόλεις, οὐχ ὅσαι μόνον ὑποτελεῖς, ἀλλὰ καὶ ὅσαι ἑαυτὰς ἐγκεχειρίκεσαν ἐπὶ συνθήκαις ἔνορκοι καὶ ὅσαι διὰ συμμαχίαν ἤ τινα ἀρετὴν ἄλλην αὐτόνομοί τε καὶ φόρων ἦσαν ἀτελεῖς, τότε πᾶσαι συντελεῖν ἐκελεύοντο καὶ ὑπακούειν, χώρας τε ἔνιαι καὶ λιμένων κατὰ συνθήκας σφίσι δεδομένων ἀφῃροῦντο. Σύλλας δὲ καὶ Ἀλέξανδρον τὸν Ἀλεξάνδρου τοῦ ἐν Αἰγύπτῳ βασιλεύσαντος υἱόν, ἀνατραφέντα μὲν ἐν Κῷ καὶ ὑπὸ Κῴων ἐκδοθέντα Μιθριδάτῃ, διαφυγόντα δὲ πρὸς Σύλλαν ἐκ Μιθριδάτου καὶ συνήθη γενόμενον, ἐψηφίσατο βασιλεύειν Ἀλεξανδρέων, ἐρήμου τῆς Ἀλεξανδρέων ἀρχῆς ἀνδρὸς οὔσης καὶ τῶν γυναικῶν, ὅσαι βασιλείου γένους, ἀνδρὸς συγγενοῦς δεομένων, ἐλπίσας χρηματιεῖσθαι πολλὰ ἐκ βασιλείας πολυχρύσου. ἀλλὰ τόνδε μὲν οἱ Ἀλεξανδρεῖς ἐννεακαιδεκάτην ἡμέραν ἔχοντα τῆς ἀρχῆς καὶ ἀτοπώτερον σφῶν, οἷα Σύλλᾳ πεποιθότα, ἐξηγούμενον, ἐς τὸ γυμνάσιον ἐκ τοῦ βασιλείου προαγαγόντες ἔκτειναν. οὕτως ἔτι καὶ οἵδε διά τε μέγεθος ἀρχῆς ἰδίας καὶ τῶν ἔξωθεν κακῶν ἔτι ὄντες ἀπαθεῖς ἀφόβως εἶχον ἑτέρων.

这场战争给罗马人及全体意大利人带来了如此深重的灾难,并进一步波及意大利境外的所有民族。这些外邦民族先是横遭海盗、米特拉达梯与苏拉的兵燹之灾,继而又因内讧导致国库空虚而备受繁苛杂税的盘剥。因为所有外邦、盟邦君王,以及各大城邑,不仅包括须缴纳贡赋者,甚至连通过誓约条约归顺者,或是因同盟情谊及其他功德而享有自治和免税特权者,当时皆被勒令交纳贡金并听从号令;若干城邦依约获赐的土地和港口亦被悉数剥夺。 苏拉还指定曾任埃及国王的亚历山大之子亚历山大为亚历山大里亚人的国王。该亚历山大自幼在科斯岛抚养成人,后被科斯人引渡给米特拉达梯,又自米特拉达梯处逃奔至苏拉并与其结下深交。苏拉作此决定,盖因亚历山大里亚人的王位悬空无男嗣继承,而王室女子急需一名宗室男子联姻,同时苏拉亦期望能从这座极其富庶的王国中敛取巨额财富。然而,这位亚历山大在位仅至第十九日,便依仗苏拉的威势而过于蛮横跋扈地统驭臣民,亚历山大里亚人遂将其从王宫押解至体育馆当场处死。即便在此时,他们凭借自身势力的雄厚以及尚未遭受外部灾祸的波及,对异邦势力依然毫无所惧。

语法注3 条
  1. 111100τὴν δὲ τῶν δημάρχων ἀρχὴν ἴσα καὶ ἀνεῖλεν

    副词短语 ἴσα καί 是固定习语,意为“如同”、“实质上等于”。表明在形式上保民官一职虽未被废除,但其权力已被剥离殆尽,名存实亡。

  2. 111101ἐς ἅπαντα δʼ ἦν οὕτω φοβερὸς καὶ ἄκρος ὀργήν, ὡς καὶ Κόιντον Λουκρήτιον Ὀφέλλαν ... ἐν ἀγορᾷ μέσῃ κτεῖναι

    由 οὕτω ... ὡς 引导带不定词 κτεῖναι 的长篇结果句。句子的核心骨架为 ἦν οὕτω φοβερὸς ... ὡς ... κτεῖναι(“在各方面是如此可怖……以至于杀了……”)。不定词 κτεῖναι 的逻辑主语为苏拉,宾语 Ὀφέλλαν 后接一长串修饰性的分词短语(τὸν ... λαβόντα ... καὶ ... ἐκπεπολιορκηκότα ... καὶ ... συναγαγόντα ... ἀξιοῦντα καὶ ... δεόμενον),其间还插入了原因从句 ἐπεὶ ... οὐ μετέπειθεν,需理清主干脉络。

  3. 111101ἀρνουμένην βασιλείαν ἐπισκώπτοντες ἐκάλουν, ὅτι τὸ τοῦ βασιλέως ὄνομα μόνον ἐπικρύπτοι· οἱ δʼ ἐπὶ τοὐναντίον ἀπὸ τῶν ἔργων μετέφερον καὶ τυραννίδα ὁμολογοῦσαν

    成对出现的对比修饰短语。前者意为“自我否认的(不公开名号的)王政”,后者意为“公然招认的僭主政”。分词 ἀρνουμένην(否认)与 ὁμολογοῦσαν(承认/宣称)形成对照,形象地揭示了形式掩饰与暴政实质的对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:111100-111102