← 阿庇安

内战记

§11197-11199

苏拉就任独裁官与确立专制统治

苏拉平定四方敌手并牢固掌控罗马城后获得“幸运者”称号,旋即利用暂代王制度操纵选举,使自己成为无任期限制的立法与制宪独裁官,确立了绝对君主专制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11197

ὁ δʼ, ἐπεί οἱ πάντα, ὡς ἐβούλετο, ἐπὶ τοῖς ἐχθροῖς διῴκητο καὶ πολέμιον οὐδὲν ἦν ἔτι πλὴν Σερτωρίου μακρὰν ὄντος, Μέτελλον μὲν ἐπὶ τοῦτον ἐξέπεμπεν ἐς Ἰβηρίαν, τὰ δʼ ἐν τῇ πόλει καθίστατο ἅπαντα ἐφʼ ἑαυτοῦ, καθʼ ὃν ἐβούλετο τρόπον. νόμου γὰρ ἢ χειροτονίας ἢ κλήρου λόγος οὐκ ἦν ἔτι, πεφρικότων ὑπὸ δέους πάντων καὶ κρυπτομένων ἢ σιωπώντων· οἳ καὶ πάντα, ὅσα διῴκησεν ὁ Σύλλας ὑπατεύων τε καὶ ἀνθυπατεύων, βέβαια καὶ ἀνεύθυνα ἐψηφίζοντο εἶναι εἰκόνα τε αὐτοῦ ἐπίχρυσον ἐπὶ ἵππου πρὸ τῶν ἐμβόλων ἀνέθεσαν καὶ ὑπέγραψαν “Κορνηλίου Σύλλα ἡγεμόνος Εὐτυχοῦς.” ὧδε γὰρ αὐτὸν οἱ κόλακες, διευτυχοῦντα ἐπὶ τοῖς ἐχθροῖς, ὠνόμαζον· καὶ προῆλθεν ἐς βέβαιον ὄνομα ἡ κολακεία. ἤδη δέ που γραφῇ περιέτυχον ἡγουμένῃ τὸν Σύλλαν Ἐπαφρόδιτον ἐν τῷδε τῷ ψηφίσματι ἀναγραφῆναι, καὶ οὐκ ἀπεικὸς ἐφαίνετό μοι καὶ τόδε, ἐπεὶ καὶ Φαῦστος ἐπωνομάζετο· δύναται δὲ τοῦ αἰσίου καὶ ἐπαφροδίτου ἀγχοτάτω μάλιστα εἶναι τὸ ὄνομα. ἔστι δʼ ὅπου καὶ χρησμὸς αὐτῷ δοθεὶς ἐβεβαίου τάδε σκεπτομένῳ τὰ μέλλοντα. "πείθεὸ μοι, Ῥωμαῖε. κράτος μέγα Κύπρις ἔδωκεν Αἰνείου γενεῇ μεμελημένη. ἀλλὰ σὺ πᾶσιν ἀθανάτοις ἐπέτεια τίθει. μὴ λήθεο τῶνδε· Δελφοῖς δῶρα κόμιζε. καὶ ἔστι τις ἀμβαίνουσι Ταύρου ὑπὸ νιφόεντος,1 ὅπου περιμήκετον ἄστυ Καρῶν, οἳ ναίουσιν ἐπώνυμον ἐξ Ἀφροδίτης· ᾗ πέλεκυν θέμενος λήψῃ κράτος ἀμφιλαφές σοι." ὁπότερα δʼ αὐτῶν ἐψηφίσαντο Ῥωμαῖοι τὴν εἰκόνα τιθέντες, δοκοῦσί μοι παρασκώπτοντες ἢ ἐκμειλισσόμενοι τὸν ἄνδρα ἐπιγράψαι. ἔπεμψε δὲ καὶ στέφανον χρύσεον καὶ πέλεκυν, ἐπιγράψας τάδε· "τόνδε σοι αὐτοκράτωρ Σύλλας ἀνέθηκʼ, Ἀφροδίτη, ᾧ σʼ εἶδον κατʼ ὄνειρον ἀνὰ στρατιὴν διέπουσαν τεύχεσι τοῖς Ἄρεος μαρναμένην ἔνοπλον."

当苏拉随心所欲地处置了关于政敌的一切事宜,且除远在异乡的塞托里乌斯之外不再有任何敌手时,他便派遣梅特卢斯前往伊比利亚讨伐塞托里乌斯,而在罗马城内,则凭其个人意愿专断整饬一切事务。此时已无人再顾及法律、选举或抽签,众人在恐惧中不寒而栗,或隐匿藏形,或噤若寒蝉。公民们投票表决,宣布苏拉在担任执政官与资深执政官期间所裁定的一切事项皆为有效且免予追究,并在演讲台前为他树立了一尊镀金骑马像,铭文写道:“献给幸运的统帅科尔内利乌斯·苏拉”。因为逢迎谄媚之徒见他对敌屡战屡捷,皆如此称呼他,这句谄媚之词遂固定为正式称号。此外,我曾在某处读到一部文献,称在该法令中苏拉被记作“阿佛洛狄忒所钟爱者”;在我看来这亦非不可能,因为他亦被称为福斯图斯,而此名之意与吉祥及受宠爱极为接近。在某处有一道神谕在他占问前程时赐予他,亦印证了这些事: “顺从我吧,罗马人。念及埃涅阿斯的后裔,塞浦路斯女神赐予了巨大的权能。然而,你须向所有不朽的诸神献上年祭,切勿遗忘此事;向德尔斐运送祭礼。在白雪皑皑的陶鲁斯山下,对登临者而言有一处地方,那里有卡里亚人的崇高城邑,他们居住在因阿佛洛狄忒而得名的〔城邑〕中;若向她献上一柄双面战斧,你将获得无比广阔的权势。” 无论罗马人在立像时议决的是两者中的哪一个,依我之见,他们镌刻铭文或是出于暗中讥讽,或是意在安抚此人。苏拉亦送去了一顶金冠与一把战斧,题辞如下: “最高统帅苏拉以此献予你,阿佛洛狄忒;在梦境中我曾见你统率全军,身披阿瑞斯之甲胄全副武装奋战。”

§11198

ὁ δὲ ἔργῳ βασιλεὺς ὢν ἢ τύραννος, οὐχ αἱρετός, ἀλλὰ δυνάμει καὶ βίᾳ, δεόμενος δʼ ἄρα καὶ τοῦ προσποιήματος αἱρετὸς εἶναι δοκεῖν, ὧδε καὶ τόδε ἐμηχανήσατο. Ῥωμαίοις πάλαι κατʼ ἀρετὴν ἦσαν οἱ βασιλέες· καὶ ὁπότε τις αὐτῶν ἀποθάνοι, βουλευτὴς ἕτερος παρʼ ἕτερον ἐπὶ πέντε ἡμέρας ἦρχεν, ἕως τινὰ ἄλλον ὁ δῆμος δοκιμάσειε βασιλεύειν. καὶ τόνδε τὸν πενθήμερον ἄρχοντα ἰντέρρηγα ἐκάλουν· εἴη δʼ ἂν ἐν τοσῷδε βασιλεύς.2 ἀρχαιρέσια δʼ ὑπάτων οἱ λήγοντες τῆς ἀρχῆς ἀεὶ προυτίθεσαν· καὶ εἴ ποτε κατὰ συντυχίαν ὕπατος οὐκ εἴη, ὅδε ὁ ἐν τοσῷδε βασιλεὺς καὶ τότε ἐγίγνετο ἐς τὴν τῶν ὑπάτων χειροτονίαν. τούτου δὴ τοῦ ἔθους ἐπιβαίνων ὁ Σύλλας, ὑπάτων οὐκ ὄντων, ἐπεὶ καὶ Κάρβων ἐν Σικελίᾳ καὶ Μάριος κατὰ Πραινεστὸν ἐτεθνήκεσαν, αὐτὸς μέν που τῆς πόλεως ὑπεξῆλθε, τῇ δὲ βουλῇ προσέταξεν ἑλέσθαι τὸν καλούμενον μεταξὺ βασιλέα. ἡ μὲν δὴ Οὐαλέριον Φλάκκον εἵλετο, ἐλπίσασα ὑπάτων προτεθήσεσθαι χειροτονίαν· ὁ δὲ Σύλλας ἐπέστελλε τῷ Φλάκκῳ γνώμην ἐς τὸν δῆμον ἐσενεγκεῖν, ὅτι χρήσιμον ἡγοῖτο Σύλλας ἐν τῷ παρόντι ἔσεσθαι τῇ πόλει τὴν ἀρχήν, οὓς ἐκάλουν δικτάτορας,3 παυσάμενον ἔθος ἐκ τετρακοσίων ἐτῶν· ὃν δὲ ἕλοιντο, ἐκέλευεν ἄρχειν οὐκ ἐς χρόνον ῥητόν, ἀλλὰ μέχρι τὴν πόλιν καὶ τὴν Ἰταλίαν καὶ τὴν ἀρχὴν ὅλην στάσεσι καὶ πολέμοις σεσαλευμένην στηρίσειεν. ὁ μὲν δὴ νοῦς τὴν γνώμην ἐς αὐτὸν ἔφερε τὸν Σύλλαν, καὶ οὐδʼ ἀμφίβολον ἦν· ὁ δὲ Σύλλας οὐ κατασχὼν αὑτοῦ καὶ τοῦτʼ ἐν τέλει τῆς ἐπιστολῆς ἀνεκάλυπτεν, ὅτι οἱ δοκοίη μάλιστʼ ἂν αὐτὸς τῇ πόλει καὶ ἐν τῷδε γενέσθαι χρήσιμος.

苏拉在事实上已是国王或僭主,并非经由选举产生,而是凭借武力与暴力;然而他仍需要装出经由推选的虚饰门面,于是设下了如下机关。昔日罗马人根据德行推戴国王;每当有国王去世,元老院议员便轮流执政五日,直至人民推选出另一人继位为王。他们将这位任期五天的执政者称为暂代王,即临时执政的君王。通常由行将卸任的执政官主持执政官选举;若偶然遇上执政官空缺,这位暂代王届时亦负责召集执政官的推举。此时正值执政官空缺——卡尔博已在西西里丧命,马略亦亡于普赖内斯特——苏拉遂利用此项旧制,自己先抽身离开罗马城,责令元老院选出所谓的暂代王。 元老院推选了瓦莱里乌斯·弗拉库斯,本期望他能提请举行执政官选举;苏拉却写信给弗拉库斯,命其向人民大会提出提案:苏拉认为在当前形势下,为城邦恢复已废止四百年的独裁官一职大有裨益;且无论选出何人,均不得设定固定任期,而应执政直至他将饱受内讧与战火动摇的罗马城、意大利以及整个帝国稳定下来为止。这一提案的意图显然直指苏拉本人,毫无疑义;而苏拉本人亦按捺不住,竟在信末直白透露,他认为在此职位上亦由自己出任方能给城邦带来最大益处。

§11199

ὁ μὲν δὴ τάδε ἐπέστελλε, Ῥωμαῖοι δʼ οὐχ ἑκόντες μὲν οὐδὲ κατὰ νόμον ἔτι χειροτονοῦντες οὐδὲν οὐδʼ ἐπὶ σφίσιν ἡγούμενοι τὸ ἔργον ὅλως, ἐν δὲ τῇ πάντων ἀπορίᾳ τὴν ὑπόκρισιν τῆς χειροτονίας ὡς ἐλευθερίας εἰκόνα καὶ πρόσχημα ἀσπασάμενοι χειροτονοῦσι τὸν Σύλλαν, ἐς ὅσον θέλοι, τύραννον αὐτοκράτορα. τυραννὶς μὲν γὰρ ἡ τῶν δικτατόρων ἀρχὴ καὶ πάλαι, ὀλίγῳ χρόνῳ δʼ ὁριζομένη· τότε δὲ πρῶτον ἐς ἀόριστον ἐλθοῦσα τυραννὶς ἐγίγνετο ἐντελής. τοσόνδε μέντοι προσέθεσαν εἰς εὐπρέπειαν τοῦ ῥήματος, ὅτι αὐτὸν αἱροῖντο δικτάτορα ἐπὶ θέσει νόμων, ὧν αὐτὸς ἐφʼ ἑαυτοῦ δοκιμάσειε,4 καὶ καταστάσει τῆς πολιτείας. οὕτω μὲν δὴ Ῥωμαῖοι βασιλεῦσιν ὑπὲρ τὰς ἑξήκοντα ὀλυμπιάδας χρησάμενοι, ἐπὶ δʼ ἐκείνοις δημοκρατίᾳ τε καὶ ὑπάτοις ἐτησίοις προστάταις ἐς ἄλλας ἑκατὸν ὀλυμπιάδας, αὖθις ἐπειρῶντο βασιλείας, ὀλυμπιάδων οὐσῶν ἐν Ἕλλησιν ἑκατὸν ἐβδομήκοντα πέντε καὶ οὐδενὸς ἐν Ὀλυμπίᾳ τότε ἀγωνίσματος πλὴν σταδίου δρόμου γιγνομένου· τοὺς γὰρ ἀθλητὰς καὶ τὰ ἄλλα θεάματα πάντα ὁ Σύλλας ἐς Ῥώμην μετεκέκλητο ἐπὶ δόξῃ τῶν Μιθριδατείων ἔργων ἢ τῶν Ἰταλικῶν. πρόφασις δʼ ἦν ἀναπνεῦσαι καὶ ψυχαγωγῆσαι τὸ πλῆθος ἐκ καμάτων.

苏拉下达了这样的指令;罗马人虽非出于自愿,亦不再依照法律表决,甚至全然不认为此事在自己的裁决权限之内,但在走投无路的穷境中,他们将假意选举视为自由的幻象与遮羞布而欣然接受,推选苏拉为任期随心所欲的专制僭主。独裁官之权自古实质上即为僭政,只是此前受短期限制;而此时首度变为无期,遂成了十足的僭主政体。不过,为了字面上的体面,他们追加了一项说明:即推选他为独裁官,旨在制定他自行认定的法律,并重构国家政制。就这样,罗马人在历经六十多个奥林匹亚周期的君王统治、其后又在民主政体与一年一任的执政官治理下走过另一百个奥林匹亚周期之后,在希腊人的一百七十五届奥林匹亚竞技会之际——当时在奥林匹亚除短跑之外未举行任何赛事,盖因苏拉为了炫耀讨伐米特拉达梯或平定意大利的战功,已将所有运动员与其他观赏项目尽数召集至罗马,借口是让民众在历经辛劳后得以喘息娱悦——再次尝到了君主统治的滋味。

语法注4 条
  1. 11197καὶ ἔστι τις ἀμβαίνουσι Ταύρου ὑπὸ νιφόεντος

    此句为史诗六音步诗行的一部分。与格分词 ἀμβαίνουσι(ἀναβαίνουσι 的诗体缩略式)作关涉与格(观察者视角的与格),意为“对于登临白雪皑皑的陶鲁斯山下之人而言”。不定代词 τις 承接省去的处所名词(如 χῶρος 或 χώρα)。

  2. 11198εἴη δʼ ἂν ἐν τοσῷδε βασιλεύς

    带 ἄν 的希求法(εἴη δʼ ἄν)表示潜能语气或委婉断言,旨在向希腊语读者阐释罗马“暂代王”(interrex)一职的实质:“在此期间相当于一位君王”。介词短语 ἐν τοσῷδε 指代前文所述的五天暂代任期。

  3. 11198τὴν ἀρχήν, οὓς ἐκάλουν δικτάτορας

    关系代词 οὕς(阳性宾格复数)指涉先行词 τὴν ἀρχήν(阴性宾格单数)。此处关系代词受表语名词 δικτάτορας 的性数牵引(吸引现象),或属于依意构文(constructio ad sensum),即由抽象的官职联想到担任该职的具体长官们。

  4. 11199ἐπὶ θέσει νόμων, ὧν αὐτὸς ἐφʼ ἑαυτοῦ δοκιμάσειε

    介词 ἐπί 支配与格 θέσει 表示目的或职权范围(对应拉丁语公式语 dictator legibus scribundis et rei publicae constituendae)。关系代词 ὧν 受先行词 νόμων 的格牵引,由本应取的宾格(οὕς)同化为属格。希求法 δοκιμάσειε 则在间接引语中表示主观预期或潜在条件(“凡他本人认定的法律”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:11197-11199