← 阿庇安

内战记

§11195-11196

苏拉的公敌宣告与卡尔博之死

苏拉在罗马及全意大利对其政敌实行公敌宣告(处决与抄家),并将老兵安置于被征服城邑;庞培则在科苏拉岛捕获卡尔博并将其处死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11195

καὶ οἵδε μὲν οὕτως ἐγκρατῶς ἀπέθανον· ἠνυσμένων δὲ τῶν ἀμφὶ τὴν Ἰταλίαν1 πολέμοις καὶ πυρὶ καὶ φόνῳ πολλῷ, οἱ μὲν τοῦ Σύλλα στρατηγοὶ τὰς πόλεις ἐπιόντες τὰ ὕποπτα ἐφρούρουν, καὶ Πομπήιος ἔς τε Λιβύην ἐπὶ Κάρβωνα καὶ ἐς Σικελίαν ἐπὶ τοὺς ἐκεῖ Κάρβωνος φίλους ἐστέλλετο· αὐτὸς δὲ ὁ Σύλλας Ῥωμαίους ἐς ἐκκλησίαν συναγαγὼν πολλὰ ἐμεγαληγόρησεν ἐφʼ ἑαυτῷ καὶ φοβερὰ ἐς κατάπληξιν εἶπεν ἕτερα καὶ ἐπήνεγκεν, ὅτι τὸν μὲν δῆμον ἐς χρηστὴν ἄξει μεταβολήν, εἰ πείθοιντό οἱ, τῶν δʼ ἐχθρῶν οὐδενὸς ἐς ἔσχατον κακοῦ φείσεται, ἀλλὰ καὶ τοὺς στρατηγοὺς ἢ ταμίας ἢ χιλιάρχους ἢ ὅσοι τι συνέπραξαν ἄλλοι τοῖς πολεμίοις, μεθʼ ἣν ἡμέραν Σκιπίων ὁ ὕπατος οὐκ ἐνέμεινε τοῖς πρὸς αὐτὸν ὡμολογημένοις, μετελεύσεσθαι κατὰ κράτος.2 ταῦτα δʼ εἰπὼν αὐτίκα βουλευτὰς ἐς τεσσαράκοντα καὶ τῶν καλουμένων ἱππέων ἀμφὶ χιλίους καὶ ἑξακοσίους ἐπὶ θανάτῳ προύγραφεν. οὗτος γὰρ δοκεῖ πρῶτος, οὓς ἐκόλασε θανάτῳ, προγράψαι καὶ γέρα τοῖς ἀναιροῦσι καὶ μήνυτρα τοῖς ἐλέγχουσι καὶ κολάσεις τοῖς κρύπτουσιν ἐπιγράψαι. μετʼ οὐ πολὺ δὲ βουλευτὰς ἄλλους αὐτοῖς προσετίθει. καὶ τῶνδε οἱ μὲν ἀδοκήτως καταλαμβανόμενοι διεφθείροντο, ἔνθα συνελαμβάνοντο, ἐν οἰκίαις ἢ στενωποῖς ἢ ἱεροῖς, οἱ δὲ μετέωροι πρὸς τὸν Σύλλαν φερόμενοί τε καὶ πρὸ ποδῶν αὐτοῦ ῥιπτούμενοι· οἱ δὲ καὶ ἐσύροντο καὶ κατεπατοῦντο, οὐδὲ φωνὴν ἔτι τῶν θεωμένων οὐδενὸς ἐπὶ τοσοῖσδε κακοῖς ἔχοντος ὑπʼ ἐκπλήξεως. ἐξέλασίς τε ἑτέρων ἦν καὶ δήμευσις τῶν ἑτέροις ὄντων. ἐπὶ δὲ τοὺς τῆς πόλεως ἐκφυγόντας ζητηταὶ πάντα μαστεύοντες διέθεον καὶ ὅσους αὐτῶν λάβοιεν ἀνῄρουν.

这些人便如此顽强地死去了。在意大利用战争、烈火与大量杀戮平定局势之后,苏拉的将领们巡视各城,驻守可疑之地;庞培则被派往利比亚对付卡尔博,并前往西西里讨伐卡尔博在那里的党羽。苏拉本人召集罗马人举行公民大会,对自己极尽夸耀之能事,又说了许多令人胆战心惊的恫吓之语,补充宣告说:倘若人民顺从他,他将引领他们走向良好的转变;但他绝不姑息任何政敌,必使其遭受灭顶之灾,并将全力追究在执政官西庇阿违背与其所立协约之日以后,凡曾任将领、财务官、军团保民官或在敌营中协力效命的其余所有人。言毕,他随即公布了判处死刑的公敌名单,其中包括约四十名元老院议员及约一千六百名所谓的骑士。据信,他是第一个把判处死刑之人张榜公布、并悬赏诛杀者、奖赏告密者、惩处窝藏者的人。不久,他又在其中增列了其他元老院议员。在这些人中,有的猝不及防在被捕之处即遭诛杀,无论是在私宅、窄巷还是神庙;有的被凌空架起押送至苏拉跟前,摔倒在他的脚下;还有的被拖拽踩踏,围观之人目睹如此惨状,惊骇得连一丝声音也发不出。还有一些人遭流放,另一些人的财产被充公。至于逃离罗马城的人,搜捕官兵四处搜寻奔袭,凡捕获者尽行诛杀。

§11196

πολλὴ δὲ καὶ τῶν Ἰταλιωτῶν ἀναίρεσίς τε καὶ ἐξέλασις καὶ δήμευσις ἦν, ὅσοι τι Κάρβωνος ἢ Νωρβανοῦ ἢ Μαρίου ἢ τῶν ὑπʼ ἐκείνοις στρατηγούντων ὑπήκουσαν. κρίσεις τε ἦσαν ἐπὶ τούτοις ἀνὰ τὴν Ἰταλίαν ὅλην πικραὶ καὶ ἐγκλήματα ποικίλα, στρατηγίας ἢ στρατείας ἢ ἐσφορᾶς χρημάτων ἢ ἄλλης ὑπηρεσίας ἢ βουλεύσεως ὅλως κατὰ Σύλλα. ἐγκλήματα δʼ ἦν καὶ ξενία καὶ φιλία καὶ δάνεισμα, λαβόντος ἢ δόντος, ἤδη δέ τις καὶ προθυμίας ἢ μόνης συνοδίας ἡλίσκετο. καὶ ταῦτʼ ἤκμαζε μάλιστα κατὰ τῶν πλουσίων. ὡς δʼ ἐξέλιπε τὰ καθʼ ἕνα ἄνδρα ἐγκλήματα, ἐπὶ τὰς πόλεις ὁ Σύλλας μετῄει καὶ ἐκόλαζε καὶ τάσδε, τῶν μὲν ἀκροπόλεις κατασκάπτων ἢ τείχη καθαιρῶν ἢ κοινὰς ζημίας ἐπιτιθεὶς ἢ εἰσφοραῖς ἐκτρύχων βαρυτάταις· ταῖς δὲ πλείοσι τοὺς ἑαυτῷ στρατευσαμένους ἐπῴκιζεν ὡς ἕξων φρούρια κατὰ τῆς Ἰταλίας τήν τε γῆν αὐτῶν καὶ τὰ οἰκήματα ἐς τούσδε μεταφέρων διεμέριζεν· ὃ καὶ μάλιστʼ αὐτοὺς εὔνους αὐτῷ καὶ τελευτήσαντι ἐποίησεν· ὡς γὰρ οὐχ ἕξοντες αὐτὰ βεβαίως, εἰ μὴ πάντʼ εἴη τὰ Σύλλα βέβαια,3 ὑπερηγωνίζοντο αὐτοῦ καὶ μεταστάντος. καὶ τάδε μὲν ἦν ἀμφὶ τὴν Ἰταλίαν, Κάρβωνα δʼ ἐκ Λιβύης ἐς Σικελίαν μετὰ πολλῶν ἐπιφανῶν καὶ ἀπʼ αὐτῆς ἐς Κοσσύραν νῆσον ὑποφεύγοντα πέμψας τινὰς ὁ Πομπήιος συνέλαβε. καὶ τοὺς μὲν ἄλλους τοῖς ἄγουσιν ἐκέλευσεν οὐδʼ ἐς ὄψιν οἱ προσαχθέντας ἀνελεῖν, Κάρβωνα δὲ παραστησάμενος αὑτοῦ τοῖς ποσὶ δεσμώτην τρὶς ὕπατον ἐπεδημηγόρησε καὶ κατέκανε καὶ τὴν κεφαλὴν ἐς Σύλλαν ἔπεμψεν.

在意大利居民中,凡曾遵从卡尔博、诺尔巴努斯、马略或其部将者,亦遭大规模诛杀、流放与没收财产。针对这些罪名,全意大利各地展开了严苛的审判,指控名目繁多:出任将领、服兵役、资助军饷、提供其他劳役,或任何反对苏拉的图谋。宾客之谊、私人友谊、借贷钱财——无论借入还是借出——亦皆成罪状,甚至有人仅因流露热情或单纯结伴同行而获罪。这些指控在针对富人时尤为炽烈。针对个人的指控告罄后,苏拉便对各城邦兴师问罪,对它们亦施加惩罚:或铲平其卫城,或拆毁其城壁,或处以集体罚金,或以沉重课税榨干其财力;而在大多数城邑中,他则安置随其出征的将士,以便拥有针对意大利的据点,将各城邑的土地与房屋转让并分给这些兵士。正是这一举措使他们在苏拉死后依然对他赤胆忠心;因为他们深信,倘若苏拉所立的一切不能稳固,他们自己便无法稳固保有这些产业,因此即便在苏拉辞世之后,他们仍竭力捍卫他的事业。 关于意大利的局势大体如此。至于卡尔博,他率众多显要人物从利比亚逃往西西里,又由此逃匿至科苏拉岛,庞培派人将其逮捕。庞培命押解人员将其余人毋庸引见当即诛杀;但他让三度出任执政官的卡尔博戴上镣铐立于自己脚前,当众发表演说对其痛加斥责,随后将其斩首,并将首级送呈苏拉。

语法注3 条
  1. 11195ἠνυσμένων δὲ τῶν ἀμφὶ τὴν Ἰταλίαν

    由完成时被动分词 ἠνυσμένων(源自 ἀνύω,“完成、终结”)与中性复数主语 τῶν ἀμφὶ τὴν Ἰταλίαν(“关于意大利的事务”)构成的属格独立结构。随后的与格短语 πολέμοις καὶ πυρὶ καὶ φόνῳ πολλῷ 作工具与格,表明局势是通过战争、烈火与大量杀戮而告平定。

  2. 11195μετελεύσεσθαι κατὰ κράτος

    在由 ἐπήνεγκεν(“补充说”)引出的间接引语中,句法从由 ὅτι 引导的限定动词分句(ὅτι τὸν μὲν δῆμον... ἄξει... τῶν δʼ ἐχθρῶν... φείσεται)转换为以将来时不定式 μετελεύσεσθαι(“追究、惩治”)为核心的宾格不定式结构(逻辑主语苏拉省略)。其前的关系分句 μεθʼ ἣν ἡμέραν 表现为先行词 ἡμέρα 被吸入关系分句的结构(“自执政官西庇阿违背协约之日以后”)。

  3. 11196ὡς οὐχ ἕξοντες αὐτὰ βεβαίως, εἰ μὴ πάντʼ εἴη τὰ Σύλλα βέβαια

    小词 ὡς 与将来时分词 οὐχ ἕξοντες 连用,表达主语(老兵们)的主观动机或断定(“深信若非……他们将无法稳固保有”)。条件分句 εἰ μὴ πάντʼ εἴη 中使用希求法 εἴη,是因为受到主句过去时动词(未完成过去时 ὑπερηγωνίζοντο)影响而出现的次生序列间接希求法(oblique optative),它代表了直接话语中的将来条件句(εἰ μὴ ἔσται 或 ἐὰν μὴ ᾖ)在过去语境下的形态转换。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:11195-11196