- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:11093-11094
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉在科利纳门战役中彻底击溃卡尔博派与萨谟奈联军,处死被俘将领并屠杀大批俘虏。得知大势已去的普赖内斯特献城投降,小马略自尽,而诺尔巴城亦在遭背叛后自焚沦亡。
δείσας οὖν ὁ Σύλλας περὶ τῇ πόλει τοὺς μὲν ἱππέας προύπεμψε κατὰ σπουδὴν ἐνοχλεῖν αὐτοῖς ὁδεύουσιν, αὐτὸς δʼ ἐπειχθεὶς ἀθρόῳ τῷ στρατῷ παρὰ ταῖς Κολλίναις πύλαις περὶ μεσημβρίαν ἐστρατοπέδευσεν, ἀμφὶ τὸ τῆς Ἀφροδίτης ἱερόν, ἤδη καὶ τῶν πολεμίων περὶ τὴν πόλιν στρατοπεδευόντων. μάχης δʼ εὐθὺς αὐτοῖς περὶ δείλην ἑσπέραν γενομένης τῷ μὲν δεξιῷ Σύλλας ἐκράτει, τὸ δὲ λαιὸν ἡττώμενον ἐπὶ τὰς πύλας κατέφυγεν. οἱ δὲ γέροντες, ὄντες ἐπὶ τῶν τειχῶν, ὡς εἶδον αὐτοῖς συνεστρέχοντας τοὺς πολεμίους, τὰς πύλας καθῆκαν ἀπὸ μηχανῆς· αἱ δʼ ἐμπίπτουσαι1 πολλοὺς μὲν ἀπὸ τοῦ στρατοῦ διέφθειραν, πολλοὺς δʼ ἀπὸ τῆς βουλῆς, οἱ λοιποὶ δʼ ὑπὸ δέους καὶ ἀνάγκης ἀνέστρεφον ἐς τοὺς πολεμίους. καὶ νυκτὸς ὅλης ἀγωνισάμενοι πολὺ πλῆθος ἔκτειναν· ἔκτειναν δὲ καὶ τῶν στρατηγῶν Τελεσῖνόν τε καὶ Ἀλβῖνον καὶ τὰ στρατόπεδα αὐτῶν ἔλαβον. Λαμπώνιός τε ὁ Λευκανὸς καὶ Μάρκιος καὶ Καρρίνας ὅσοι τε ἄλλοι στρατηγοὶ τῆς Καρβωνείου στάσεως αὐτοῖς συνῆσαν, διέφυγον. καὶ θάνατος ἐκ τοῦδε τοῦ ἔργου πέντε μυριάδων ἐδόκει γενέσθαι παρʼ ἀμφοτέρων· τά τε αἰχμάλωτα ὀκτακισχιλίων πλείω γενόμενα Σύλλας, ὅτι Σαυνῖται τὸ πλέον ἦν, κατηκόντισε. μετὰ δὲ μίαν ἡμέραν αὐτῷ καὶ Μάρκιος καὶ Καρρίνας ἁλόντες προσήγοντο· καὶ οὐδὲ τῶνδε φειδόμενος οἷα Ῥωμαίων2 ἔκτεινεν ἄμφω καὶ τὰς κεφαλὰς ἐς Πραινεστὸν Λουκρητίῳ περὶ τὰ τείχη περιενεγκεῖν ἔπεμψεν.
因此苏拉对罗马城深感担忧,急遣骑兵先行,沿途骚扰行军中的敌军,他本人亦率全军兼程急进,于正午时分在科利纳门旁阿佛洛狄忒神庙附近扎营,此时敌军亦已在城外周围扎营。双方随即在近傍晚时交战,苏拉虽在右翼取胜,但其左翼败退并逃奔城门。城墙上的老人们见敌军与己方败卒一同涌来,便用机械机关放下了城门;坠下的门板砸死了军中的许多人和元老院的许多议员,其余人因恐惧与无奈,被迫回身迎战敌军。他们鏖战竟夜,斩杀大批敌众;还斩杀了敌将特列西努斯与阿尔比努斯,并攻占了其营垒。卢卡尼亚人兰波尼乌斯、马尔基乌斯、卡里纳斯以及与他们同行的卡尔博派其他将领均仓皇逃脱。据估计,双方在此役中的战死者达五万人;至于八千余名俘虏,苏拉因见其中大多为萨谟奈人,便尽数命人以标枪射杀。次日,被俘的马尔基乌斯与卡里纳斯被押送到他面前;苏拉并未因他们是罗马人而予以宽贷,将两人尽行诛杀,并将其首级送往普赖内斯特的卢克列提乌斯处,令其持之绕城示众。
Πραινέστιοι δὲ καὶ τάδε θεώμενοι καὶ τὸν Κάρβωνος στρατὸν ἀπολωλέναι πάντα πυνθανόμενοι αὐτόν τε Νωρβανὸν ἤδη φυγεῖν ἐξ Ἰταλίας καὶ τὴν ἄλλην Ἰταλίαν καὶ Ῥώμην ἐπʼ αὐτῇ Σύλλαν ἐκτενῶς κεχειρῶσθαι, τὴν πόλιν τῷ Λουκρητίῳ παρέδοσαν, Μαρίου καταδύντος ἐς τάφρους ὑπονόμους καὶ μετὰ βραχὺ καὶ ἀνελόντος ἑαυτόν. Λουκρήτιος μὲν δὴ Μαρίου τὴν κεφαλὴν ἐκτεμὼν ἔπεμπεν ἐς Σύλλαν· καὶ αὐτὴν ὁ Σύλλας ἐν ἀγορᾷ μέσῃ πρὸ τῶν ἐμβόλων θέμενος ἐπιγελάσαι λέγεται τῇ νεότητι τοῦ ὑπάτου καὶ εἰπεῖν· “ἐρέτην δεῖ πρῶτα γενέσθαι, πρὶν πηδαλίοις ἐπιχειρεῖν.”3 Λουκρήτιος δʼ ἐπεὶ Πραινεστὸν εἷλε, τῶν ἀπὸ τῆς βουλῆς ἐνταῦθα Μαρίῳ στρατηγούντων τοὺς μὲν αὐτίκα ἀνῄρει, τοὺς δʼ ἐς φυλακὴν ἐσέβαλλεν· οὓς ὁ Σύλλας ἐπελθὼν ἀνεῖλε. καὶ τοὺς ἐν Πραινεστῷ προσέταξε χωρὶς ὅπλων προελθεῖν ἅπαντας ἐς τὸ πεδίον καὶ προελθόντων τοὺς μὲν ἑαυτῷ τι χρησίμους γενομένους, ὀλίγους πάμπαν, ἐξείλετο, τοὺς δὲ λοιποὺς ἐκέλευσεν ἐς τρία ἀπʼ ἀλλήλων διαστῆναι, Ῥωμαίους τε καὶ Σαυνίτας καὶ Πραινεστίους· ἐπεὶ δὲ διέστησαν, τοῖς μὲν Ῥωμαίοις ἐπεκήρυξεν, ὅτι καὶ οἵδε ἄξια θανάτου δεδράκασι, καὶ συγγνώμην ἔδωκεν ὅμως, τοὺς δὲ ἑτέρους κατηκόντισεν ἅπαντας· γύναια δʼ αὐτῶν καὶ παιδία μεθῆκεν ἀπαθεῖς ἀπιέναι. καὶ τὴν πόλιν διήρπαζε, πολυχρήματον ἐν τοῖς μάλιστα τότε οὖσαν. ὧδε μὲν δὴ καὶ Πραινεστὸς ἑάλω, Νῶρβα δʼ, ἑτέρα πόλις, ἀντεῖχεν ἔτι ἐγκρατῶς, ἔστε Αἰμιλίου Λεπίδου νυκτὸς ἐς αὐτὴν ἐκ προδοσίας ἐσελθόντος διαγανακτήσαντες οἱ ἔνδον ἐπὶ τῇ προδοσίᾳ, οἱ μὲν ἑαυτοὺς ἀνῄρουν, οἱ δʼ ἀλλήλους ἑκόντες, οἱ δὲ καὶ βρόχοις συνεπλέκοντο· καὶ τὰς θύρας ἐνέφραττον ἕτεροι καὶ ἐνεπίμπρασαν ἄνεμός τε πολὺς ἐμπεσὼν ἐς τοσοῦτον αὐτὴν ἐδαπάνησεν, ὡς μηδὲν ἐκ τῆς πόλεως λάφυρον γενέσθαι.
普赖内斯特人见此惨状,又获悉卡尔博的大军已全军覆没,诺尔巴努斯本人亦已逃离意大利,意大利其余各地连同罗马均已被苏拉彻底征服,便向卢克列提乌斯献城投降;马略则潜入地下坑道,不久便自尽身亡。卢克列提乌斯斩下马略的首级送呈苏拉;苏拉将其首级置于市集正中讲坛之前,据说嘲笑这位执政官年纪过轻,说道:“在执掌舵橹之前,当先充任桨手。”卢克列提乌斯攻克普赖内斯特后,对在此地为马略统军的元老院议员,有的当场处决,有的投入狱中;及至苏拉赶来,将他们悉数诛杀。苏拉又令普赖内斯特城内所有人解除武装步入平原;当众人出来后,他赦免了极少数曾对其稍有效力之人,令其余人各自隔开分为三组:罗马人、萨谟奈人与普赖内斯特人。待其分开后,他对罗马人宣告称,他们所作所为本亦罪该万死,然而仍予宽赦;对其余两组人则尽数命人以标枪射杀。他们的妇孺则获准安然离去。随后苏拉纵兵劫掠该城,该城在当时堪称最为富庶的城邑之一。 普赖内斯特遂告沦陷;然而另一座城镇诺尔巴仍顽强抵抗,直至埃米利乌斯·雷必达趁夜借内应叛卖攻入城中。城内居民对这桩背叛痛愤交加,有的自尽,有的自愿互相残杀,有的投缳自缢;另有人封堵门庭纵火焚城,适逢狂风大作,将全城焚烧殆尽,以致城中未留分毫战利品。
- 11093τὰς πύλας καθῆκαν ἀπὸ μηχανῆς· αἱ δʼ ἐμπίπτουσαι
此处描述的是通过机械滑轮装置急剧降下落闸或悬门(cataracta)的情形。现在分词 ἐμπίπτουσαι 形象地表现出城门从高处重重砸下的动作,是后文“压死/击杀”(διέφθειραν)军士与元老议员的直接起因。
- 11093οὐδὲ τῶνδε φειδόμενος οἷα Ῥωμαίων
οἷα 加属格名词短语表原因或身份依据(“以其身为……”)。与否定词 οὐδέ 连用,强调苏拉“并未因他们身为罗马人而手下留情(未给予罗马同胞通常可享有的宽宥)”。
- 11094ἐρέτην δεῖ πρῶτα γενέσθαι, πρὶν πηδαλίοις ἐπιχειρεῖν
这是一句希腊谚语,将城邦或军队的执政领导权比作操舵,告诫年轻人应循序渐进(阿里斯托芬《骑士》542-544行亦有类似格言)。πρίν 在肯定句后接不定式 ἐπιχειρεῖν,系表示“在……之前”的标准语法结构。
