- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:11091-11092
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡尔博派在法温提亚惨败,随后部属叛变与将领遭刺杀接踵而至,执政官卡尔博自身亦出逃利比亚。余下的敌将无法解救普赖内斯特,转而向防守空虚的罗马城进军。
καὶ περὶ τὰς αὐτὰς ἡμέρας ἐν Φαυεντίᾳ Κάρβων καὶ Νωρβανὸς ἐξ ὁδοῦ βραχὺ πρὸ ἑσπέρας ἐπὶ τὸ Μετέλλου στρατόπεδον ἐλθόντες, λοιπῆς οὔσης ὥρας μιᾶς καὶ ἀμπέλων πυκνῶν περικειμένων, ἀνοήτως μάλα ὑπὸ ὀργῆς ἐς μάχην ἐξέταττον, ἐλπίσαντες Μέτελλον τῷ παραλόγῳ καταπλήξειν. ἡττώμενοι δὲ ὡς ἐν ἀφυεῖ χωρίῳ τε καὶ ὥρᾳ καὶ ἐς τὰ φυτὰ ἐμπίπτοντες ἐφθείροντο κατὰ πλῆθος, ὡς ἀπολέσθαι μὲν ἀμφὶ τοὺς μυρίους, αὐτομολῆσαι δʼ ἐς ἑξακισχιλίους καὶ τοὺς λοιποὺς διαρριφῆναι, μόνων ἐν τάξει χιλίων ἐπανελθόντων ἐς Ἀρίμινον. τέλος δʼ ἄλλο Λευκανῶν ἀγόμενον ὑπὸ Ἀλβενουανοῦ, τῆς ἥττης πυθόμενον, μετεχώρει πρὸς Μέτελλον δυσχεραίνοντος Ἀλβενουανοῦ. ὁ δὲ τότε μὲν οὐ κατασχὼν τῆς ὁρμῆς αὑτὸν ἐς Νωρβανὸν ἐπανῆλθεν,1 οὐ πολλαῖς δὲ ἡμέραις ὕστερον κρύφα τῷ Σύλλᾳ κοινολογησάμενος καὶ λαβὼν ἄδειαν, εἴ τι πράξειεν ἀξιόλογον, ἐπὶ ἑστίασιν ἐκάλει Νωρβανόν τε καὶ τοὺς συνόντας αὐτῷ στρατηγούς, Γάιον Ἀντίπατρον καὶ Φλάυιον Φιμβρίαν, ἀδελφὸν τοῦδε τοῦ περὶ τὴν Ἀσίαν ἑαυτὸν ἀνελόντος, ὅσοι τε ἄλλοι τῶν Καρβωνείων στρατηγοὶ τότε παρῆσαν. ὡς δʼ ἀφίκοντο χωρίς γε Νωρβανοῦ (μόνος γὰρ οὐκ ἀφίκετο), πάντας αὐτοὺς ὁ Ἀλβενουανὸς ἔκτεινεν ἐπὶ τῆς διαίτης καὶ ἐς τὸν Σύλλαν διέφυγε. Νωρβανὸς δὲ καὶ Ἀρίμινον ἐπὶ τῇδε τῇ συμφορᾷ καὶ ἄλλα πολλὰ τῶν πλησίον στρατοπέδων ἐς τὸν Σύλλαν μεταχωρεῖν πυνθανόμενος τῶν τε παρόντων οἱ φίλων οὐδένα ἔτι πιστὸν οὐδὲ βέβαιον ὡς ἐν συμφοραῖς τιθέμενος, ἰδιωτικοῦ σκάφους ἐπιβὰς ἐς Ῥόδον διέπλευσεν· ὅθεν ὕστερον ἐξαιτούμενος ὑπὸ τοῦ Σύλλα, Ῥοδίων ἔτι ἀμφιγνοούντων, ἑαυτὸν ἐν ἀγορᾷ μέσῃ διέφθειρε.
约在同一时期,卡尔博与诺尔巴努斯在法温提亚行军之后于傍晚前不久进抵梅特鲁斯的大营,在仅余一小时且四周葡萄植株茂密的情况下,极其愚蠢地因愤怒而列阵求战,指望以突袭使梅特鲁斯陷入惊慌。但因不利的地形与时刻而陷入劣势,又被葡萄蔓阻绊扑跌,大批被歼;结果阵亡约万人,投降约六千人,其余溃散,仅有一千人列队整齐地撤回阿里米努姆。阿尔比诺瓦努斯所统领的另一支卢卡尼亚军团听闻这场惨败,不顾阿尔比诺瓦努斯的反对,径自倒戈投向梅特鲁斯。阿尔比诺瓦努斯当时未能遏止部属的退走之势,只身返回诺尔巴努斯处;然而不出数日,他暗中与苏拉秘密联络,并得到了若立下显著功劳即获赦免的安全保证,遂设宴邀请诺尔巴努斯及与其共事的将领们——盖乌斯·安提帕特尔与弗拉维乌斯·芬布里亚(即在小亚细亚自尽者的兄弟),以及当时在场的卡尔博派其他所有将领。当他们到来时,唯独诺尔巴努斯缺席(因唯有他未赴宴),阿尔比诺瓦努斯在宴席上将他们全部杀害,随后逃奔苏拉。诺尔巴努斯获悉由于这场惨祸,阿里米努姆以及附近的许多大营均倒戈归附苏拉,又深感在危难之中身边现有的友人无一人仍堪信任或托付,遂登上一艘私人舟船,渡海逃往罗得岛。后来苏拉索要引渡他,在罗得人尚在犹疑不决之际,他在市集正中自刎而亡。
Κάρβων δὲ ἕτερα δύο τέλη στρατιωτῶν ἐς Πραινεστὸν ἄγειν ἔπεμπε Δαμάσιππον, ὑπερεπειγόμενος Μάριον ἐκλῦσαι τῆς πολιορκίας· ἀλλʼ οὐδʼ οὗτοι τὰ στενὰ διελθεῖν ἐδύναντο φυλασσόμενα ὑπὸ τοῦ Σύλλα. Γαλάται τε ὅσοι ἀπὸ Ῥαβέννης ἐπὶ τὰ Ἄλπεια παρήκουσιν, ἀθρόως ἐς Μέτελλον μετετίθεντο· καὶ Λεύκολλος ἑτέρους τῶν Καρβωνείων ἐνίκα περὶ Πλακεντίαν. ὧν ὁ Κάρβων πυνθανόμενος, τρισμυρίους ὅμως ἔτι ἔχων περὶ τὸ Κλούσιον καὶ δύο τέλη τὰ Δαμασίππου καὶ ἕτερα περὶ Καρρίναν καὶ Μάρκιον Σαυνιτῶν τε αὐτῷ χειρὶ πολλῇ προθύμως περὶ τὰ στενὰ κακοπαθούντων, ἀπογνοὺς ἁπάντων ἀσθενῶς ἔφευγε σὺν τοῖς φίλοις ἐς Λιβύην ἐξ Ἰταλίας ὕπατος ἔτι ὤν, ὡς Λιβύην παραστησόμενος ἀντὶ τῆς Ἰταλίας. τῶν δʼ ὑπολειφθέντων οἱ μὲν ἀμφὶ τὸ Κλούσιον Πομπηίῳ συνενεχθέντες ἐς μάχην ἀπέβαλον ἐς δισμυρίους, καὶ ὡς ἐπὶ συμφορᾷ μεγίστῃ καὶ τὸ λοιπὸν τοῦδε τοῦ στρατοῦ ἐς τὰς πατρίδας κατὰ μέρη διελύθη· Καρρίνας δὲ καὶ Μάρκιος καὶ Δαμάσιππος οἷς εἶχον ἅπασιν ἐπὶ τὰ στενὰ ἐχώρουν ὡς ὁμοῦ τοῖς Σαυνίταις βιασόμενοι πάντως αὐτὰ περᾶσαι. οὐ δυνηθέντες δὲ οὐδʼ ὥς, ἐφέροντο ἐς Ῥώμην ὡς ἔρημον ἀνδρῶν καὶ τροφῶν ἅμα καταληψόμενοι τὸ ἄστυ2 καὶ πρὸ σταδίων ἑκατὸν ἐστρατοπέδευον ἀμφὶ τὴν Ἀλβανῶν γῆν.
卡尔博急于将马略从围困中解救出来,又派遣达马西普斯率领两个军团前往普赖内斯特;但这支部队也未能通过由苏拉把守的险隘。从拉文纳延伸至阿尔卑斯山脉一带的高卢人亦全数倒向梅特鲁斯;卢库鲁斯又在普拉肯提亚附近击溃了卡尔博的另一支部队。卡尔博获悉这些变故,尽管在克卢西乌姆周围仍拥有三万人,且有达马西普斯的两个军团,以及卡里纳斯和马尔基乌斯麾下的其他部队,萨谟奈人也以重兵在险隘处为他甘冒艰险奋战,他却对全盘局势丧失信心,在仍居执政官之职时,竟懦弱地与亲友一同自意大利出逃至利比亚,企图夺取利比亚以代替意大利。在留下的部队中,克卢西乌姆周边的部队与庞培交战,损失约两万人,鉴于如此惨重的溃败,该军余众亦分头散归各自故乡;而卡里纳斯、马尔基乌斯与达马西普斯则率领全部部众开赴险道,企图与萨谟奈人协同一致强行突破。但即便如此仍无法得逞,他们便向罗马扑去,打算趁城中缺乏守军与给养之际占领该城,遂在距城一百斯塔迪昂的阿尔巴地区附近扎营。
- 11091ὁ δὲ τότε μὲν οὐ κατασχὼν τῆς ὁρμῆς αὑτὸν ἐς Νωρβανὸν ἐπανῆλθεν
关于分词 κατασχών 的宾语支配存在两种理解。其一,将 αὑτόν 视为直接宾语,τῆς ὁρμῆς 为分离属格(意为“未能克制自己的冲动”);其二,将 τῆς ὁρμῆς(部属投敌的势头)视为 κατέχω 的宾语,并将 αὑτόν 校改为主格 αὐτός 用以强调主语自身(意为“自己一人”返回诺尔巴努斯处)。结合前文卢卡尼亚军团不顾其反对径自倒戈的语境,此处采纳后一种解读。
- 11092ὡς ἔρημον ἀνδρῶν καὶ τροφῶν ἅμα καταληψόμενοι τὸ ἄστυ
连词 ὡς 搭配将来分词 καταληψόμενοι 表达主语的主观意图,ἔρημον 作带冠词宾语 τὸ ἄστυ 的谓语性补足语。属格 ἀνδρῶν καὶ τροφῶν 由形容词 ἔρημον 支配,表示缺乏。尽管 ἔρημον 在语序上前置,其句法结构仍为“企图占领该城,视其缺乏人手与给养”。
