← 阿庇安

内战记

§11089-11090

苏拉进入罗马与普赖内斯特救援受挫

苏拉未遭抵抗便控制罗马城,安抚公民大会后转战克卢西乌姆,意大利各地苏拉派与马略派交战激烈。解救普赖内斯特之围的马尔基乌斯军中伏溃散,萨谟奈人等率领的大军亦遭苏拉阻截,小马略突围的尝试最终告负。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11089

Σύλλας δʼ ὡς ἔμαθεν, αὐτίκα ἐπελθὼν τὴν μὲν στρατιὰν ἵδρυσε πρὸ τῶν πυλῶν ἐν τῷ Ἀρείῳ πεδίῳ, αὐτὸς δʼ εἴσω παρῆλθεν, ἐκφυγόντων τῶν ἀντιστασιωτῶν ἁπάντων. καὶ τὰ μὲν τούτων αὐτίκα ἐδημεύετο καὶ διεπιπράσκετο, τὸν δὲ δῆμον ἐς ἐκκλησίαν συναγαγὼν τήν τε ἀνάγκην τῶν παρόντων ὠλοφύρετο καὶ θαρρεῖν προσέταξεν ὡς αὐτίκα τῶνδε παυσομένων καὶ τῆς πολιτείας ἐς τὸ δέον ἐλευσομένης.1 διοικησάμενος δʼ ὅσα ἤπειγε καὶ τῇ πόλει τινὰς ἐπιστήσας τῶν ἑαυτοῦ ἐξώρμησεν ἐς Κλούσιον, ἔνθα τοῦ πολέμου τὰ λοιπὰ ἤκμαζεν. ἐν δὲ τούτῳ τοῖς ὑπάτοις προσεγένοντο ἱππεῖς Κελτίβηρες, ὑπὸ τῶν ἐν Ἰβηρίᾳ στρατηγῶν ἀπεσταλμένοι, καὶ γενομένης παρὰ τὸν Γλάνιν ποταμὸν ἱππομαχίας ὁ μὲν Σύλλας ἔκτεινεν ἐς πεντήκοντα τῶν πολεμίων, διακόσιοι δὲ καὶ ἑβδομήκοντα τῶνδε τῶν Κελτιβήρων ηὐτομόλησαν ἐς Σύλλαν· καὶ τοὺς λοιποὺς ὁ Κάρβων ἀνεῖλεν, εἴτε χαλεπήνας τῆς τῶν ὁμοεθνῶν αὐτομολίας2 εἴτε δείσας περὶ ὁμοίου. τοῦ δʼ αὐτοῦ χρόνου περὶ Σατουρνίαν ἑτέρῳ μέρει τοὺς ἐχθροὺς ὁ Σύλλας ἐνίκα, καὶ Μέτελλος ἐπὶ Ῥάβενναν περιπλέων τὴν Οὐριτανὴν χώραν, πεδιάδα καὶ πυροφόρον οὖσαν, προκατελάμβανεν. ἔς τε Νέαν πόλιν ἐκ προδοσίας νυκτὸς ἕτεροι τῶν Συλλείων ἐσελθόντες ἔκτειναν ἅπαντας χωρὶς ὀλίγων διαφυγόντων καὶ τὰς τριήρεις τῆς πόλεως ἔλαβον. αὐτῷ δὲ Σύλλᾳ καὶ Κάρβωνι περὶ Κλούσιον ἐξ ἠοῦς ἐπὶ ἑσπέραν γίγνεται μάχη καρτερά· καὶ φανέντες ἀλλήλοις ἰσόμαχοι μετὰ σκότους διεκρίθησαν.

苏拉获知此事后,立即率军推进,将大军驻扎在城门外的战神广场,自己则进至城内,因为政敌们已全数逃离。这些政敌的财产当即被没收并拍卖;苏拉召集民众举行公民大会,既对目前的艰难情势表示哀痛,又吩咐大家不必畏惧,坚信这一切灾难即刻就会止息,国家政制将回归正轨。苏拉处理完毕紧急事务,并指派自己麾下的若干人掌管罗马城后,便拔营开往克卢西乌姆,那里其余的战事正炽。与此同时,由在伊比利亚的将领们派出的凯尔特伊比利亚骑兵与执政官们会合;在格拉尼斯河畔发生的一场骑兵战中,苏拉斩杀敌兵约五十人,且这些凯尔特伊比利亚人中有两百七十人投奔了苏拉。卡尔博或是因他们同族之人倒戈而大怒,或是担忧发生类似变故,遂将其余人尽数处死。同一时期,苏拉以另一支部队在萨图尔尼亚附近击败敌军,而梅特鲁斯泛舟巡航至拉文纳,预先占领了地势平坦且盛产小麦的乌里塔纳地区。苏拉麾下的另一支部队则在夜间因有人背叛而攻入那不勒斯,除少数逃脱者外尽数屠戮,并缴获了该城的三列桨座战船。在苏拉本人与卡尔博之间,于克卢西乌姆周边从黎明至傍晚爆发了一场殊死激战;双方势均力敌,战至天黑方才收兵撤开。

§11090

ἐν δὲ τῷ πωλητίῳ πεδίῳ Πομπήιος καὶ Κράσσος, ἄμφω Σύλλα στρατηγοί, κτείνουσι τῶν Καρβωνείων εἰς τρισχιλίους καὶ Καρρίναν τὸν ἀντιστρατηγοῦντα σφίσιν ἐπολιόρκουν, ἔστε Κάρβων μὲν ἕτερον τῷ Καρρίνᾳ στρατὸν ἔπεμψεν· ὁ δὲ Σύλλας αἰσθόμενος καὶ ἐφεδρεύσας ἔκτεινεν αὐτῶν παροδευόντων ἐς δισχιλίους, καὶ Καρρίνας δὲ νυκτός, ὕδατός τε ὄντος ἐξ οὐρανοῦ πολλοῦ καὶ σκότους, αἰσθομένων μέν τι τῶν περικαθημένων, διὰ δὲ τὸν ὄμβρον ἀμελούντων, διέφυγε. καὶ Κάρβων ἐς Πραινεστὸν Μαρίῳ τῷ συνάρχῳ Μάρκιον ἔπεμπεν, ὀκτὼ τέλη στρατιᾶς ἄγοντα, πυνθανόμενος αὐτὸν ὑπὸ λιμοῦ κακοπαθεῖν· οἷς ὁ Πομπήιος ἐξ ἐνέδρας ἐν στενῷ προσπεσὼν τρέπεταί τε καὶ πολλοὺς διαφθείρας ἐς λόφον συνέκλεισε τοὺς λοιπούς. ἐξ οὗ Μάρκιος μὲν οὐ σβέσας τὸ πῦρ ἀπεδίδρασκεν, ὁ δὲ στρατὸς αὐτῷ τὴν αἰτίαν τῆς ἐνέδρας προστιθεὶς ἐστασίασε χαλεπῶς, καὶ τέλος μὲν ὑπὸ τοῖς σημείοις ὅλον ἄνευ παραγγέλματος ἐπανῆλθεν ἐς Ἀρίμινον, οἱ λοιποὶ δʼ ἐς τὰς πατρίδας κατὰ μέρη διελύθησαν, ὡς ἑπτὰ σπείρας τῷ στρατηγῷ μόνας παραμεῖναι.3 καὶ Μάρκιος μὲν ὧδε πράξας κακῶς ἐς Κάρβωνα ἐπανῄει, Μᾶρκον δὲ Λαμπώνιον ἐκ Λευκανίας καὶ Πόντιον Τελεσῖνον ἐκ τῆς Σαυνίτιδος καὶ τὸν Καπυαῖον Γοῦτταν, μεθʼ ἑπτὰ μυριάδων ἐπειγομένους Μάριον ἐξελέσθαι τῆς πολιορκίας, ὁ Σύλλας ἐν τοῖς στενοῖς, ᾗ μόνῃ διαβατὸν ἦν, ἀπέκλειε τῆς παρόδου. καὶ ὁ Μάριος, ἀπογινώσκων ἤδη τὰς ἔξωθεν ἐπικουρίας, φρούριον ἐν τῷ μεταιχμίῳ μεγάλῳ ὄντι ἤγειρεν, ἐς ὃ καὶ μηχανὰς καὶ στρατιὰν συναγαγὼν ἐπεχείρει βιάσασθαι τὸν Λουκρήτιον. πολυημέρου δʼ αὐτῷ καὶ ποικίλης τῆς πείρας γενομένης, οὐδὲν ἀνύων ἐς Πραινεστὸν αὖθις συνεκλείετο.

在波莱提亚平原上,同为苏拉部将的庞培与克拉苏斩杀卡尔博部众约三千人,并将与他们对垒的敌将卡里纳斯团团包围,直到卡尔博为卡里纳斯派去了另一支军队。苏拉察觉此事并在途中伏击,斩杀了行军中的敌兵约两千人;而卡里纳斯亦趁夜色在倾盆暴雨中脱逃,当时包围军虽有所察觉,却因风雨而疏于防范。卡尔博得知同僚马略正饱受饥馑折磨,又派遣率领八个军团的马尔基乌斯前往普赖内斯特救援马略。庞培在隘道中设伏突袭他们,将其击溃并斩杀甚多,将其余人围困在一处山丘上。马尔基乌斯未灭营火便从该丘潜逃,而大军将中伏的罪责归咎于他,爆发了激烈的哗变;一整个军团在军旗下未经命令便撤回阿里米努姆,其余人则分批散回各自的故乡,以致留在将领身边的仅余七个大队。 马尔基乌斯如此惨败之后折返卡尔博处;而卢卡尼亚的马尔库斯·兰波尼乌斯、萨谟奈的庞提乌斯·泰莱西努斯与卡普亚人格塔率七万人急忙赶去将马略从包围中解救出来,苏拉在唯可通行的狭隘险道扼守阻截,切断其去路。马略既已对外界救援绝望,便在双方防线之间宽阔的中间地带筑起一座堡垒,在此集结攻城器械与军队,企图强行突破卢克雷蒂乌斯的封锁线。但在历经多日且变换百般的尝试后,他一无所成,再次被封困于普赖内斯特城内。

语法注3 条
  1. 11089ὡς αὐτίκα τῶνδε παυσομένων καὶ τῆς πολιτείας ἐς τὸ δέον ἐλευσομένης

    连词 ὡς 连同将来分词的属格独立结构(παυσομένων 和 ἐλευσομένης),表示由主句动词 προσέταξεν 引出的转述保证或主观预期(即“深信……将很快止息,国家政制将回归正轨”)。

  2. 11089τῆς τῶν ὁμοεθνῶν αὐτομολίας

    受分词 χαλεπήνας(恼怒)支配的原因属格,意为“因同胞之倒戈”,与后文由 δείσας περὶ ὁμοίου(担忧发生类似变故)引出的平行诱因相并列。

  3. 11090ὡς ἑπτὰ σπείρας τῷ στρατηγῷ μόνας παραμεῖναι

    由 ὡς 加不定词构成的结果从句(相当于 ὥστε 加不定词),表示兵变与解体带来的直接结局,即“以致留在将领身边的仅余七个大队”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:11089-11090