- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:11087-11088
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕皮里乌斯·卡尔博与小马略就任执政官,开春后战火在各地重燃。小马略在圣港战役中惨败于苏拉并被围困于普赖内斯特,他在城破前下令屠杀元老院中的政敌,随后苏拉大军逼近罗马。
τοῦ δʼ ἐπιόντος ἔτους ὕπατοι μὲν ἐγενέσθην1 Παπίριός τε Κάρβων αὖθις καὶ Μάριος ὁ ἀδελφιδοῦς Μαρίου τοῦ περιφανοῦς, ἑπτὰ καὶ εἴκοσιν ἔτη γεγονώς· χειμὼν δὲ καὶ κρύος πολὺ γενόμενον ἅπαντας ἀλλήλων διέστησεν. ἀρχομένου δʼ ἦρος περὶ τὸν Αἰσῖνον ποταμὸν ἐξ ἠοῦς ἐπὶ μεσημβρίαν ἀγὼν καρτερὸς ἐγένετο Μετέλλῳ τε καὶ Καρρίνᾳ, Κάρβωνος στρατηγῷ, πρὸς ἀλλήλους· καὶ φεύγει μὲν ὁ Καρρίνας πολλοὺς ἀποβαλών, τὰ δὲ περίοικα πάντα ἐς τὸν Μέτελλον ἀπὸ τῶν ὑπάτων μετετίθετο. Μέτελλον δὲ Κάρβων καταλαβὼν ἐφρούρει περικαθήμενος, ἔστε Μάριον τὸν ἕτερον ὕπατον μεγάλῃ μάχῃ περὶ Πραινεστὸν ἡττῆσθαι πυθόμενος ἀνεστρατοπέδευεν ἐς Ἀρίμινον. καὶ τοῦδε μὲν Πομπήιος τῆς οὐραγίας ἐξαπτόμενος ἠνώχλει, ἡ δὲ περὶ Πραινεστὸν ἧσσα ὧδε ἐγένετο. Σύλλα Σήτιον καταλαβόντος, ὁ Μάριος ἀγχοῦ στρατοπεδεύων ὑπεχώρει κατʼ ὀλίγον, ὡς δʼ ἦλθεν ἐπὶ τὸν καλούμενον Ἱερὸν λιμένα, ἐξέτασσεν ἐς μάχην καὶ ἠγωνίζετο προθύμως. ἀρχομένου δʼ ἐνδιδόναι τοῦ λαιοῦ μέρους, σπεῖραι πέντε πεζῶν καὶ δύο ἱππέων οὐκ ἀναμείνασαι τὴν τροπὴν ἐκφανῆναι τά τε σημεῖα ἔρριψαν ὁμοῦ καὶ πρὸς τὸν Σύλλαν μετετίθεντο. καὶ τόδʼ εὐθὺς ἦρχε τῷ Μαρίῳ δυσχεροῦς ἥττης. κοπτόμενοι γὰρ ἐς Πραινεστὸν ἔφευγον ἅπαντες, ἑπομένου τοῦ Σύλλα σὺν δρόμῳ. καὶ οἱ Πραινέστιοι τοὺς μὲν πρώτους αὐτῶν εἰσεδέξαντο, Σύλλα δʼ ἐπικειμένου τὰς πύλας ἀπέκλεισαν καὶ Μάριον καλῳδίοις ἀνιμήσαντο. πολὺς δʼ ἄλλος ἐκ τοῦδε περὶ τοῖς τείχεσιν ἐγίγνετο φόνος, καὶ πλῆθος αἰχμαλώτων ὁ Σύλλας ἔλαβεν, ὧν τοὺς Σαυνίτας ἔκτεινε πάντας ὡς αἰεὶ χαλεποὺς Ῥωμαίοις γενομένους.
次年,帕皮里乌斯·卡尔博再度当选执政官,著名的马略的侄子、年仅二十七岁的小马略也当选为执政官。严冬与剧烈严寒使所有军队彼此隔绝。然而到了初春,在埃西斯河附近,梅特鲁斯与卡尔博部下的将领卡里纳斯之间从黎明至正午展开了一场激战;卡里纳斯损失惨重后败逃,周边所有地区遂脱离执政官们而倒向梅特鲁斯。卡尔博截住梅特鲁斯,驻营围守之,直到得知另一位执政官马略在普赖内斯特附近的重大战役中战败,才拔营撤往阿里米努姆。庞培咬住其后卫部队不断骚扰,而普赖内斯特附近的败局则是如此发生的:当苏拉攻占塞提亚时,在近处扎营的马略逐渐后撤,当他行至所谓的“圣港”(萨克里波图斯)时,便排兵布阵奋力厮杀。但当其左翼开始溃退时,五个步兵大队和两个骑兵队未等溃势完全显露,便当即丢弃军旗倒戈投向苏拉。这随即成了马略遭遇惨败的开端。因为兵士们遭到砍杀,全军向普赖内斯特逃窜,苏拉率部紧随其后疾驰追击。普赖内斯特人接纳了最先逃至的溃兵,但因苏拉紧逼在后,便紧闭城门,用绳索将马略吊上城墙。因此城墙周围发生了另一场大屠杀,苏拉俘获了大批俘虏,并因萨谟奈人历来与罗马人作对而将其全部处死。
ταῖς δʼ αὐταῖς ἡμέραις καὶ Μέτελλος ἐνίκα ἕτερον Κάρβωνος στρατόν, πέντε κἀνταῦθα σπειρῶν ἐν τῷ ἔργῳ σεσωσμένων ἐς Μέτελλον. πομπήιός τε Μάρκιον ἐνίκα περὶ πόλιν Σήνας καὶ τὴν πόλιν διήρπαζεν. ὁ δὲ Σύλλας τὸν Μάριον ἐς Πραινεστὸν κατακλείσας τὴν πόλιν ἀπετάφρευε καὶ ἀπετείχιζεν ἐκ μακροῦ διαστήματος καὶ Λουκρήτιον Ὀφέλλαν ἐπέστησε τῷ ἔργῳ, ὡς οὐκέτι μάχῃ παραστησόμενος2 Μάριον, ἀλλὰ λιμῷ. Μάριος δὲ οὐδὲν χρηστὸν ἔτι προσδοκῶν τοὺς ἰδίους ἐχθροὺς ἠπείγετο προανελεῖν καὶ Βρούτῳ στρατηγοῦντι τῆς πόλεως ἐπέστελλε τὴν σύγκλητον ὡς ἐπὶ ἄλλο συναγαγεῖν3 καὶ κτεῖναι Πόπλιον Ἀντίστιον καὶ Παπίριον Κάρβωνα ἕτερον καὶ Λεύκιον Δομίτιον καὶ Μούκιον Σκαιόλαν, τὸν τὴν μεγίστην Ῥωμαίοις ἱερωσύνην ἱερωμένον. οἱ μὲν δὴ δύο τῶνδε ἀνῃρέθησαν ἐν τῇ βουλῇ, καθὰ Μάριος προσέταξε, τῶν σφαγέων ἐς τὸ βουλευτήριον ἐσαχθέντων· Δομίτιος δʼ ἐκτρέχων παρὰ τὴν ἔξοδον ἀνῃρέθη, καὶ μικρὸν πρὸ τοῦ βουλευτηρίου Σκαιόλας. τά τε σώματα αὐτῶν ἐς τὸν ποταμὸν ἐρρίφη· ἐπεπόλαζε γὰρ ἤδη μὴ καταθάπτεσθαι τοὺς ἀναιρουμένους. Σύλλας δὲ στρατὸν ἐς Ῥώμην κατὰ μέρη διʼ ἑτέρων καὶ ἑτέρων ὁδῶν περιέπεμπεν, ἐντελλόμενος τὰς πύλας καταλαβεῖν, εἰ δὲ ἀποκρουσθεῖεν, ἐπὶ Ὄστια χωρεῖν. τοὺς δὲ αἵ τε πόλεις παροδεύοντας ξὺν φόβῳ προσεδέχοντο, καὶ τὸ ἄστυ προσιοῦσι τὰς πύλας ἀνέῳξαν, ὑπό τε λιμοῦ πιεζούμενοι καὶ τῶν παρόντων κακῶν ἄρα ἀεὶ τὰ ἐπικρατοῦντα φέρειν ἐθιζόμενοι.4
在同一时期,梅特鲁斯也击败了卡尔博的另一支军队,在那场交战中同样有五个大队完好无损地投奔了梅特鲁斯。庞培亦在塞纳城附近击败了马尔基乌斯并洗劫了该城。苏拉将马略围困在普赖内斯特城内后,在城外隔出宽阔间距挖筑壕沟、筑起围墙,并指派卢克雷蒂乌斯·奥费拉负责此项工程,意图不再通过作战,而是以饥饿降服马略。马略见大势已去,便急于先行除掉自己的宿敌,遂向主持罗马城政务的裁判官布鲁图斯下令,让其假借其他名目召集元老院会议,杀害普布利乌斯·安提斯提乌斯、另一位帕皮里乌斯·卡尔博、卢基乌斯·多米提乌斯以及担任罗马人最高祭司职务的穆基乌斯·斯凯沃拉。其中两人果然依马略之命在元老院内被杀,刺客被直接引入了议事大厅;多米提乌斯奔向出口时在门旁被杀,斯凯沃拉则在议事厅门前不远处遇害。他们的尸体被抛入河中;因为不为被杀者收尸下葬的做法在当时已然成风。苏拉分兵数路经不同道路遣往罗马,命令他们夺取各处城门,若受挫则转进奥斯提亚。沿途各城怀着恐惧接纳了行军部队,而罗马城居民在敌军逼近时也打开了城门,他们既饱受饥馑折磨,又习惯了始终忍受当前灾祸中占上风的那一个。
- 11087ἐγενέσθην
动词 γίγνομαι 的第三人称双数过去时直陈语气。由于主语是帕皮里乌斯·卡尔博与小马略两人,故采用规则的双数形式。
- 11088ὡς οὐκέτι μάχῃ παραστησόμενος
连词 ὡς 配合将来时分词 παραστησόμενος(源自 παρίστημι,意为“使降服”),表达主观目的或意图,意为“打算不再通过交战,而是以饥馑降服马略”。
- 11088ὡς ἐπὶ ἄλλο συναγαγεῖν
短语 ὡς ἐπὶ ἄλλο 意为“假托其他事由”,表示托词或表面借口。
- 11088τῶν παρόντων κακῶν ἄρα ἀεὶ τὰ ἐπικρατοῦντα φέρειν ἐθιζόμενοι
τῶν παρόντων κακῶν 是修饰 τὰ ἐπικρατοῦντα 的部分属格。语气词 ἄρα 带有解释性或无可奈何的语气(“终究、果真”),意为“习惯了始终忍受当前灾祸中占优势的那一个”。
