- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:965-966
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在米特里达梯向罗马申诉期间,穆雷纳继续侵略,米特里达梯遂亲自率军在哈吕斯河大破穆雷纳并迫其溃逃。国王随后举行盛大的祖传祭典以谢神明,苏拉派遣加比尼乌斯前来调停缔和,第二次米特里达梯战争遂告结束。
Μιθριδάτης δʼ ἐς Ῥώμην ἔπεμπε πρός τε τὴν βουλὴν καὶ πρὸς Σύλλαν, αἰτιώμενος ἃ ποιεῖ Μουρήνας. ὁ δʼ ἐν τούτῳ τὸν Ἅλυν ποταμὸν περάσας, μέγαν τε ὄντα καὶ δύσπορον τότε μάλιστα αὐτῷ γενόμενον ὑπʼ ὄμβρων, τετρακοσίας τοῦ Μιθριδάτου κώμας ἐπέτρεχεν, οὐκ ἀπαντῶντος ἐς οὐδὲν αὐτῷ τοῦ βασιλέως, ἀλλὰ τὴν πρεσβείαν ἀναμένοντος. λείας δὲ πολλῆς καταγέμων ἐς Φρυγίαν καὶ Γαλατίαν ἐπανῄει, ἔνθα αὐτῷ Καλίδιος, ἐπὶ ταῖς Μιθριδάτου μέμψεσι πεμφθεὶς ἀπὸ Ῥώμης, ψήφισμα μὲν οὐδὲν ἐπέδωκεν, ἔφη δʼ ἐς ἐπήκοον ἐν μέσῳ τὴν βουλὴν αὐτῷ κελεύειν φείδεσθαι1 τοῦ βασιλέως ὄντος ἐνσπόνδου. ταῦτα δʼ εἰπὼν ὤφθη διαλεγόμενος αὐτῷ μόνῳ, καὶ ὁ Μουρήνας οὐδὲν ἀνεὶς τῆς ὁρμῆς καὶ τότε τὴν γῆν ἐπῄει τὴν τοῦ Μιθριδάτου. ὁ δὲ σαφῶς ὑπὸ Ῥωμαίων ἡγούμενος πολεμεῖσθαι, Γόρδιον ἐς τὰς κώμας ἐσβαλεῖν ἐκέλευσεν. καὶ αὐτίκα ὁ Γόρδιος ὑποζύγιά τε πολλὰ καὶ σκευοφόρα καὶ ἀνθρώπους, ἰδιώτας τε καὶ στρατιώτας, συνήρπαζε, καὶ αὐτῷ Μουρήνᾳ, μέσον λαβὼν ποταμόν, ἀντεκαθέζετο. μάχης δʼ οὐδέτερος ἦρχεν, ἕως ἀφίκετο Μιθριδάτης σὺν τῷ πλείονι στρατῷ. καὶ εὐθὺς ἀμφὶ τῷ ποταμῷ μάχη γίγνεται καρτερά. καὶ βιασάμενος ὁ Μιθριδάτης ἐπέρα τὸν ποταμόν, καὶ τἆλλα πολὺ κρείττων τοῦ Μουρήνα γενόμενος.2 ὁ δʼ ἐς λόφον καρτερὸν ἀναφυγών, ἐπιχειροῦντος αὐτῷ τοῦ βασιλέως πολλοὺς ἀποβαλὼν ἔφευγε διὰ τῶν ὀρεινῶν ἐπὶ Φρυγίας, ὁδὸν ἀτριβῆ, βαλλόμενός τε καὶ χαλεπῶς.
米特里达梯派遣使节前往罗马,向元老院和苏拉控诉穆雷纳的行径。在此期间,穆雷纳渡过了哈吕斯河——此河本就宽阔,当时更因暴雨而极难渡过——并侵袭了米特里达梯治下的四百座村落;国王因等待使团回音,未曾出兵予以任何迎击。穆雷纳满载着大量战利品返回弗里吉亚和加拉太。因米特里达梯的申诉而受罗马派遣的卡利迪乌斯在此处与他会合,卡利迪乌斯虽未向他递交任何正式法令,却在众人听闻的公开场合声称,元老院命令他饶恕这位处于和约保护下的国王。然而在说完这番话之后,人们却见他单独与穆雷纳交谈;穆雷纳亦丝毫不收敛其锋芒,当时仍继续进犯米特里达梯的领土。国王见自己显然正遭受罗马人的攻击,遂命令戈尔迪乌斯进袭那些村落。戈尔迪乌斯随即掳掠了大量驮兽、辎重以及军民人等,并隔着一条河流与穆雷纳本人对峙扎营。双方均未率先开战,直至米特里达梯率主力大军赶到。随即在河流周围爆发了一场激战。米特里达梯强行渡河,并在其他各方面均大胜穆雷纳。穆雷纳逃至一座险峻的山丘上,但当国王向其发起进攻时,穆雷纳损失惨重,在敌军射击与极度困顿中经由山地沿荒无人烟的僻径向弗里吉亚败退。
ἥ τε νίκη λαμπρὰ καὶ ὀξεῖα ἐξ ἐφόδου γενομένη ταχὺ διέπτη καὶ πολλοὺς ἐς τὸν Μιθριδάτην μετέβαλεν. ὁ δὲ καὶ τὰ ἐν Καππαδοκίᾳ φρούρια τοῦ Μουρήνα πάντα ἐπιδραμών τε καὶ ἐξελάσας ἔθυε τῷ στρατίῳ Διὶ πάτριον θυσίαν ἐπὶ ὄρους ὑψηλοῦ, κορυφὴν μείζονα ἄλλην ἀπὸ ξύλων ἐπιτιθείς. πρῶτοι δʼ ἐς αὐτὴν οἱ βασιλεῖς ξυλοφοροῦσι, καὶ περιθέντες ἑτέραν ἐν κύκλῳ βραχυτέραν τῇ μὲν ἄνω γάλα καὶ μέλι καὶ οἶνον καὶ ἔλαιον καὶ θυμιάματα πάντα ἐπιφοροῦσι, τῇ δʼ ἐπιπέδῳ σῖτόν τε καὶ ὄψον ἐς ἄριστον τοῖς παροῦσιν ἐπιτιθέντες, οἷόν τι καὶ ἐν Πασαργάδαις ἐστὶ τοῖς Περσῶν βασιλεῦσι θυσίας γένος, ἅπτουσι τὴν ὕλην. ἡ δʼ αἰθομένη διὰ τὸ μέγεθος τηλοῦ τε χιλίων σταδίων γίγνεται τοῖς πλέουσι καταφανής, καὶ πελάσαι φασὶν ἐς πολλὰς ἡμέρας, αἰθομένου τοῦ ἀέρος, οὐ δυνατὸν εἶναι. ὁ μὲν δὴ τὴν θυσίαν ἦγε πατρίῳ νόμῳ· Σύλλα δʼ οὐκ ἀξιοῦντος Μιθριδάτην ἔνσπονδον πολεμεῖσθαι, Αὖλος Γαβίνιος ἐπέμφθη Μουρήνᾳ μὲν ἀληθῆ τήνδε προαγόρευσιν ἐρῶν, μὴ πολεμεῖν Μιθριδάτῃ, Μιθριδάτην δὲ καὶ Ἀριοβαρζάνην ἀλλήλοις συναλλάξων. ὁ δὲ Μιθριδάτης ἐν τῇδε τῇ συνόδῳ παιδίον τετραετὲς ἐγγυήσας τῷ Ἀριοβαρζάνῃ,3 καὶ ἐπὶ τῇδε προφάσει λαβὼν ἔχειν Καππαδοκίας ὅσα τε εἶχε καὶ ἕτερα ἐπʼ ἐκείνοις, εἱστία πάντας, καὶ χρυσίον ἐπὶ τε τῇ κύλικι καὶ τῇ τροφῇ καὶ ἐπὶ σκώμμασι καὶ ἐπὶ ᾠδῇ πᾶσιν, ὥσπερ εἰώθει, προυτίθει· οὗ μόνος Γαβίνιος οὐχ ἥψατο. ὁ μὲν δὴ δεύτερος Μιθριδάτῃ καὶ Ῥωμαίοις πόλεμος τρίτῳ μάλιστα ἔτει ἐς τοῦτο διελύετο.
这场通过突袭取得的辉煌而迅捷的胜利迅速传扬开来,令许多人转而归顺米特里达梯。他还袭掠并驱逐了穆雷纳在卡帕多细亚境内的所有守军要塞,并在一座高山上向军阵之神宙斯献上祖传的祭礼,用木材堆筑成另一座更高的峰顶。君王们率先亲自搬运木料至其上,并在其周围环筑另一处稍矮的圆台;在上方堆置牛奶、蜂蜜、葡萄酒、橄榄油以及各类香料,在平坦的下层则放上谷物与肉食以供在场众人享用午宴——此种祭礼的形式颇类波斯诸王在帕萨尔加达伊所行者——随后点燃这堆木料。由于规模宏大,熊熊烈焰甚至在千里(一千斯塔德)之外航行的人亦能遥遥望见;且据说因空气灼热,一连数日皆无法临近。 国王便依照祖俗举行了这场祭祀。然而由于苏拉认为向处于和约之中的米特里达梯开战实属不当,奥卢斯·加比尼乌斯遂被派遣前来,向穆雷纳传达不得进攻米特里达梯的真实训令,并使米特里达梯与阿里奥巴尔赞达成和解。在此次会晤中,米特里达梯将一名四岁幼女许配予阿里奥巴尔赞,并借此名义获准保有其原已占有的卡帕多细亚全部土地以及在此之外的若干新领土;随后他款待了所有人,并照其常俗,就酒宴、饮食、谐谑与歌咏向所有人设立黄金奖赏,唯独加比尼乌斯未染指此赏赐。米特里达梯与罗马人之间的第二次战争,便在大约第三年以此种方式告终。
- 965ἔφη δʼ ἐς ἐπήκοον ἐν μέσῳ τὴν βουλὴν αὐτῷ κελεύειν φείδεσθαι
介词短语 ἐς ἐπήκοον ἐν μέσῳ 为固定表达,意为“在众人听闻的公开场合”。此处刻意将卡利迪乌斯当众大声传达元老院口头命令的公然姿态,与紧接着被目击到的两人私下密谈(διαλεγόμενος αὐτῷ μόνῳ)形成鲜明反差。
- 965καὶ βιασάμενος ὁ Μιθριδάτης ἐπέρα τὸν ποταμόν, καὶ τἆλλα πολὺ κρείττων τοῦ Μουρήνα γενόμενος.
定式动词 ἐπέρα 与后接的分词短语 καὶ τἆλλα πολὺ κρείττων... γενόμενος 之间存在并列上的破格(anacoluthon)。句法上,该分词 γενόμενος 实际上与主述语动词对等(相当于 ἐγένετο),或作为对主语行动的松散补充叙述。所有译文均将其统一理解为并列的主导行动:“强行渡河,并在其他方面大胜穆雷纳”。
- 966παιδίον τετραετὲς ἐγγυήσας τῷ Ἀριοβαρζάνῃ
动词 ἐγγυάω 的主动语态支配与格 τῷ Ἀριοβαρζάνῃ,意为“将(女儿)许配给某人”。这反映了古代在停战与结盟中将幼女订婚作为政治担保的惯常做法。
