← 阿庇安

米特拉达梯战争

§1067-1069

第三次战争的爆发与米特里达梯的大军集结

米特里达梯平定博斯普鲁斯并唆使提格兰蹂躏卡帕多西亚,随后与伊比利亚的塞托利乌斯结盟开启第三次米特里达梯战争,从亚洲与欧洲各部族中集结起庞大军队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1067

καὶ σχολὴν ἄγων ὁ Μιθριδάτης Βόσπορον ἐχειροῦτο, καὶ βασιλέα αὐτοῖς τῶν υἱέων ἕνα ἀπεδείκνυ Μαχάρην. ἐς δʼ Ἀχαιοὺς τοὺς ὑπὲρ Κόλχους ἐσβαλών, οἳ δοκοῦσιν εἶναι τῶν ἐκ Τροίας κατὰ τὴν ἐπάνοδον πλανηθέντων, δύο μέρη τοῦ στρατοῦ πολέμῳ τε καὶ κρύει καὶ ἐνέδραις ἀποβαλὼν ἐπανῆλθε, καὶ ἐς Ῥώμην ἔπεμπε τοὺς συγγραψομένους τὰ συγκείμενα. ἔπεμπε δὲ καὶ Ἀριοβαρζάνης, εἴθʼ ἑκὼν εἴτε πρὸς τινῶν ἐνοχλούμενος, οὐκ ἀπολαμβάνειν Καππαδοκίαν, ἀλλὰ τὸ πλέον αὐτῆς ἔτι Μιθριδάτην ἀφαιρεῖσθαι.1 Μιθριδάτης μὲν οὖν, Σύλλα κελεύοντος αὐτῷ μεθεῖναι Καππαδοκίαν, μεθῆκε, καὶ ἑτέραν πρεσβείαν ἐπέπεμπεν ἐπὶ τὰς τῶν συνθηκῶν συγγραφάς· ἤδη δὲ Σύλλα τεθνεῶτος, οὐκ ἐπαγόντων αὐτὴν ὡς ἐν ἀσχολίᾳ τῶν προβούλων ἐπὶ τὸ κοινόν, Τιγράνη τὸν γαμβρὸν Μιθριδάτης ἔπεισεν ἐς Καππαδοκίαν ἐμβαλεῖν ὥσπερ ἀφʼ ἑαυτοῦ. καὶ τὸ μὲν σόφισμα οὐκ ἔλαθε Ῥωμαίους, ὁ δʼ Ἀρμένιος Καππαδοκίαν σαγηνεύσας ἐς τριάκοντα μυριάδας ἀνθρώπων ἀνασπάστους ἐς Ἀρμενίαν ἐποίησε, καὶ συνῴκιζεν αὐτοὺς μεθʼ ἑτέρων ἔς τι χωρίον ἔνθα πρῶτον Ἀρμενίας τὸ διάδημα αὐτὸς περιεθήκατο, καὶ Τιγρανόκερτα ἀφʼ ἑαυτοῦ προσεῖπεν· δύναται δʼ εἶναι Τιγρανόπολις.2

米特里达梯得以休整,便征服了博斯普鲁斯,并指定自己的儿子之一马哈雷斯为他们的国王。他又侵入科尔基斯上方的阿开亚人地区——据信他们是从特洛伊归途中迷路者的后裔——但在因战争、严寒与伏击损失了三分之二的军队后返回,并向罗马派遣使节,以订立书面协议。阿里奥巴尔赞也派来使节,不知是出于自愿还是受人挑唆,声称自己并未收复卡帕多西亚,相反米特里达梯仍强占着它的大部分。于是米特里达梯在苏拉命令他交出卡帕多西亚时便交出了它,并另遣使团去起草条约文书。但当时苏拉已经去世,执政官们以公务繁忙为由未将使团引见至公民大会,米特里达梯便说服他的女婿提格兰,如同出于自身意愿一般攻入卡帕多西亚。这套诡计未能瞒过罗马人,然而这位亚美尼亚王如用拖网一般席卷了卡帕多西亚,将大约三十万人掠往亚美尼亚,并将他们与其他民族一同迁居至他最初加冕为亚美尼亚国王的一处地方,并以自己的名字将其命名为提格兰诺克尔塔;此名可解为“提格兰之城”。

§1068

καὶ τάδε μὲν ἦν ἐν Ἀσίᾳ· Σερτώριος δʼ Ἰβηρίας ἡγούμενος αὐτήν τε Ἰβηρίαν καὶ τὰ περίοικα πάντα ἐπὶ Ῥωμαίους ἀνίστη, καὶ βουλὴν ἐκ τῶν οἱ συνόντων, ἐς μίμημα τῆς συγκλήτου, κατέλεγεν. δύο δʼ αὐτοῦ τῶν στασιωτῶν, Λεύκιοι, Μάγιός τε καὶ Φάννιος, Μιθριδάτην ἔπειθον συμμαχῆσαι τῷ Σερτωρίῳ, πολλὰ περὶ τῆς Ἀσίας αὐτὸν καὶ τῶν ἐγγὺς ἐθνῶν ἐπελπίζοντες. ὁ μὲν δὴ πεισθεὶς ἐς τὸν Σερτώριον ἔπεμψεν· ὁ δὲ τοὺς πρέσβεις ἐς τὴν ἑαυτοῦ σύγκλητον παραγαγών τε, καὶ μεγαλοφρονησάμενος ὅτι τὸ κλέος αὐτοῦ καὶ ἐς τὸν Πόντον διίκετο καὶ Ῥωμαίους ἕξοι πολιορκεῖν ἀπό τε δύσεως καὶ ἐξ ἀνατολῆς, συνετίθετο τῷ Μιθριδάτῃ δώσειν Ἀσίαν τε καὶ Βιθυνίαν καὶ Παφλαγονίαν καὶ Καππαδοκίαν καὶ Γαλατίαν, στρατηγόν τε αὐτῷ Μᾶρκον Οὐάριον καὶ συμβούλους τοὺς Λευκίους, Μάγιόν τε καὶ Φάννιον, ἔπεμψεν. μεθʼ ὧν ὁ Μιθριδάτης ἐξέφαινε τὸν τρίτον καὶ τελευταῖόν οἱ γενόμενον ἐς Ῥωμαίους πόλεμον, ἐν ᾧ πᾶσαν ἀπώλεσε τὴν ἀρχὴν Σερτωρίου μὲν ἀποθανόντος, ἐν Ἰβηρίᾳ, ἐπιπεμφθέντων δέ οἱ στρατηγῶν ἀπὸ Ῥώμης προτέρου Λευκόλλου τοῦδε τοῦ νεναυαρχηκότος Σύλλᾳ, ὑστέρου δὲ Πομπηίου, ἐφʼ ὅτου πάντα ὅσα ἦν Μιθριδάτου καὶ ὅσα αὐτοῖς γειτονεύοντα, μέχρι ἐπὶ ποταμὸν Εὐφράτην, προφάσει καὶ ὁρμῇ τοῦ Μιθριδατείου πολέμου ἐς Ῥωμαίους ἅπαντα περιηνέχθη.

亚洲的情况便是如此。而在伊比利亚掌权的塞托利乌斯,正策动伊比利亚本部及周边所有民族反抗罗马人,并从追随自己的人中选拔议员,以仿造元老院。他党羽中的两位卢基乌斯——马吉乌斯与凡尼乌斯——劝说米特里达梯与塞托利乌斯结盟,使他对亚洲及临近诸部族寄予巨大期望。米特里达梯被说服后,便向塞托利乌斯派遣了使节;塞托利乌斯将使节引入自己的元老院,并因自己的声名远播至本都、能够从东西两面夹攻罗马人而自视甚高,答应将亚洲、比提尼亚、帕夫拉戈尼亚、卡帕多西亚和加拉太割让给米特里达梯,并派马尔库斯·瓦里乌斯任将军,两位卢基乌斯(马吉乌斯与凡尼乌斯)任谋士前去助他。米特里达梯与这些人一同公开掀起了对罗马人的第三次也是最后一次战争;在此战中,塞托利乌斯在伊比利亚丧生,罗马先后派来将领——先是在苏拉帐下统领过海军的这位卢库鲁斯,后是庞培——米特里达梯失去了全部统治权;在庞培任内,米特里达梯原有的所有领地及其邻近直至幼发拉底河的所有地区,皆因米特里达梯战争的名义与势头而全部归于罗马人。

§1069

Μιθριδάτης μὲν οὖν, οἷα Ῥωμαίων πολλάκις ἐς πεῖραν ἐλθών, καὶ τόνδε μάλιστα τὸν πόλεμον ἡγούμενος, ἀπροφασίστως δὴ καὶ ὀξέως γενόμενον, ἄσπειστον ἕξειν, πᾶσαν ἐπενόει παρασκευὴν ὡς ἄρτι δὴ κριθησόμενος περὶ ἁπάντων. καὶ τὸ λοιπὸν τοῦ θέρους καὶ τὸν χειμῶνα ὅλον ὑλοτομῶν ἐπήγνυτο ναῦς καὶ ὅπλα, καὶ σίτου διακοσίας μεδίμνων μυριάδας ἐπὶ θαλάσσῃ διετίθει. σύμμαχοί τε αὐτῷ προσεγίγνοντο, χωρὶς τῆς προτέρας δυνάμεως, Χάλυβες Ἀρμένιοι Σκύθαι Ταῦροι Ἀχαιοὶ Ἡνίοχοι Λευκόσυροι, καὶ ὅσοι περὶ Θερμώδοντα ποταμὸν γῆν ἔχουσι τὴν Ἀμαζόνων λεγομένην. τοσαῦτα μὲν ἐπὶ τοῖς προτέροις αὐτῷ περὶ τὴν Ἀσίαν προσεγίγνετο, περάσαντι δʼ ἐς τὴν Εὐρώπην3 Σαυροματῶν οἵ τε βασίλειοι καὶ Ἰάζυγες καὶ Κόραλλοι, καὶ Θρᾳκῶν ὅσα γένη παρὰ τὸν Ἴστρον ἢ Ῥοδόπην ἢ τὸν Αἷμον οἰκοῦσι, καὶ ἐπὶ τοῖσδε Βαστέρναι, τὸ ἀλκιμώτατον αὐτῶν γένος. τοσάδε μὲν δὴ καὶ τῆς Εὐρώπης τότε προσελάμβανεν ὁ Μιθριδάτης. καὶ μυριάδες ἐκ πάντων ἐς τὸ μάχιμον αὐτῷ συνελέγοντο τεσσαρεσκαίδεκα μάλιστα πεζῶν, καὶ ἱππεῖς ἐπὶ μυρίοις ἑξακισχίλιοι. πολὺς δὲ καὶ ἄλλος ὅμιλος ὁδοποιῶν καὶ σκευοφόρων εἵπετο καὶ ἐμπόρων.

米特里达梯既然多次领教过罗马人,并认为尤其是这场毫无托词、骤然而起的战争将绝无媾和之可能,便构想了一切战备,如同当下就要就一切命运作出决战一般。在那个夏季的余下时日及整个冬季,他伐木造船,打造兵器,并在海滨储备调配了两百万麦狄姆诺斯的谷物。除原有军力外,哈吕伯斯人、亚美尼亚人、斯基泰人、陶里人、阿开亚人、海尼奥基人、白叙利亚人,以及在所谓阿玛宗人之地热尔莫敦河一带居住的所有人,都作为盟友归附于他。除原先的军力外,亚洲方面便有如此之多的部队前来投效;当他渡往欧洲时,萨尔马泰人中的王族、亚齐格人、科拉洛伊人,以及居住在伊斯特罗斯河、罗多彼山脉或海穆斯山一带的各色色雷斯部族,加之他们当中最为勇猛的巴斯塔奈人,也纷纷归附。当时米特里达梯从欧洲也收揽了如此众多的力量。来自所有这些部族的作战部队共集结了约十四万步兵,以及一万六千名骑兵;此外还有大批修路工、辎重兵和商人随军同行。

语法注3 条
  1. 1067οὐκ ἀπολαμβάνειν Καππαδοκίαν, ἀλλὰ τὸ πλέον αὐτῆς ἔτι Μιθριδάτην ἀφαιρεῖσθαι

    由动词 ἔπεμπε(带有“派使节传达”的引述含义)所引导的间接陈述不定式结构。第一个不定式 ἀπολαμβάνειν 的逻辑主语为主句主语 Ἀριοβαρζάνης(省略),而与其形成对照的宾格 Μιθριδάτην 则充当第二个不定式 ἀφαιρεῖσθαι 的逻辑主语。

  2. 1067δύναται δʼ εἶναι Τιγρανόπολις

    动词 δύναται 在此处表示“意味着”或“在词义上相当于”,用于解释外来地名 Tigranocerta 在希腊语中等同于复合词 Τιγρανόπολις(“提格兰之城”)。

  3. 1069περάσαντι δʼ ἐς τὴν Εὐρώπην

    与格不定过去分词 περάσαντι 指代米特里达梯(αὐτῷ),用作表示情况或视角的与格(“当他渡过欧洲时”),依附于承接前文省略的谓语动词 προσεγίγνετο 或下文的 προσελάμβανεν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:1067-1069