- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:963-964
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉向亚细亚各城严加勒索罚金后率主力返回意大利,留守的穆雷纳因渴望凯旋式而挑起冲突,第二次米特里达梯战争随之爆发。
τοσάδε εἰπὼν ἐπιδιῄρει τοῖς πρέσβεσι τὴν ζημίαν, καὶ ἐπὶ τὰ χρήματα ἔπεμπεν. αἱ δὲ πόλεις ἀποροῦσαί τε καὶ δανειζόμεναι μεγάλων τόκων, αἱ μὲν τὰ θέατρα τοῖς δανείζουσιν, αἱ δὲ τὰ γυμνάσια ἢ τεῖχος ἢ λιμένας ἢ εἴ τι δημόσιον ἄλλο, σὺν ὕβρει στρατιωτῶν ἐπειγόντων, ὑπετίθεντο. τὰ μὲν δὴ χρήματα ὧδε τῷ Σύλλᾳ συνεκομίζετο, καὶ κακῶν ἄδην εἶχεν ἡ Ἀσία· ἐπέπλει δʼ αὐτὴν καὶ λῃστήρια πολύανδρα φανερῶς, στόλοις ἐοικότα μᾶλλον ἢ λῃσταῖς, Μιθριδάτου μὲν αὐτὰ πρώτου καθέντος ἐς τὴν θάλασσαν, ὅτε πάνθʼ ὡς οὐκ ἐς πολὺ καθέξων ἐλυμαίνετο, πλεονάσαντα δʼ ἐς τότε μάλιστα, καὶ οὐ τοῖς πλέουσι μόνοις ἀλλὰ καὶ λιμέσι καὶ χωρίοις καὶ πόλεσιν ἐπιχειροῦντα φανερῶς. Ἰασσός γέ τοι καὶ Σάμος καὶ Κλαζομεναὶ καὶ Σαμοθρᾴκη Σύλλα παρόντος ἐλήφθησαν, καὶ τὸ ἱερὸν ἐσυλήθη τὸ Σαμοθρᾴκιον χιλίων ταλάντων κόσμον,1 ὡς ἐνομίζετο. ὁ δέ, εἴτε ἑκὼν ὡς ἁμαρτόντας ἐνυβρίζεσθαι καταλιπών, εἴτʼ ἐπὶ τὴν ἐς Ῥώμην στάσιν ἐπειγόμενος, ἐς τὴν Ἑλλάδα καὶ ἀπʼ αὐτῆς ἐς τὴν Ἰταλίαν μετὰ τοῦ πλείονος στρατοῦ διέπλει. καὶ τὰ μὲν ἀμφὶ Σύλλαν ἐν τοῖς Ἐμφυλίοις ἀναγέγραπται, ἄρχεται δʼ ὁ δεύτερος Ῥωμαίων τε καὶ Μιθριδάτου πόλεμος ἐνθένδε. Μουρήνας μὲν ὑπὸ Σύλλα σὺν δύο τέλεσι τοῖς Φιμβρίου καθίστασθαι τὰ λοιπὰ τῆς Ἀσίας ὑπελέλειπτο, καὶ πολέμων ἀφορμὰς ἠρεσχήλει διʼ ἐπιθυμίαν θριάμβου· Μιθριδάτης δʼ ἐς τὸν Πόντον ἐσπλεύσας Κόλχοις καὶ Βοσποριανοῖς ἀφισταμένοις ἐπολέμει. ὧν Κόλχοι τὸν υἱὸν παρʼ αὐτοῦ, Μιθριδάτην, βασιλέα σφίσιν ᾐτοῦντο δοθῆναι, καὶ λαβόντες αὐτίκα ὑπήκουσαν. ὑποπτεύσας δʼ ὁ βασιλεὺς τόδε πρὸς τοῦ παιδὸς αὐτοῦ βασιλείας ἐπιθυμοῦντος γενέσθαι, καλέσας αὐτὸν ἔδησεν ἐν πέδαις χρυσαῖς καὶ μετʼ οὐ πολὺ ἀπέκτεινε, πολλὰ χρήσιμόν οἱ περὶ τὴν Ἀσίαν ἐν τοῖς πρὸς Φιμβρίαν ἀγῶσι γενόμενον. ἐπὶ δὲ Βοσποριανοὺς ναῦς τε συνεπήγνυτο καὶ στρατὸν ἡτοιμάζετο πολύν, ὡς τὸ μέγεθος αὐτοῦ τῆς παρασκευῆς δόξαν ἐγεῖραι ταχεῖαν,2 οὐκ ἐπὶ Βοσποριανοῖς ἀλλʼ ἐπὶ Ῥωμαίοις τάδε συλλέγεσθαι. οὐ γάρ πω οὐδʼ Ἀριοβαρζάνῃ πᾶσαν ἐβεβαίου Καππαδοκίαν, ἀλλʼ ἔστιν αὐτῆς ἃ καὶ τότε κατεῖχεν. Ἀρχέλαόν τε ἐν ὑποψίαις ἐτίθετο ὡς πολλὰ πέρα τοῦ δέοντος κατὰ τὴν Ἑλλάδα ἐν ταῖς διαλύσεσιν ἐπιχωρήσαντα τῷ Σύλλᾳ. ὧν ὁ Ἀρχέλαος αἰσθανόμενός τε καὶ δείσας ἐς Μουρήναν ἔφυγε, καὶ παροξύνας αὐτὸν ἔπεισε Μιθριδάτῃ προεπιχειρεῖν. Μουρήνας μὲν δὴ διὰ Καππαδοκίας αὐτίκα ἐσβαλὼν ἐς Κόμανα, κώμην ὑπὸ τῷ Μιθριδάτῃ μεγίστην, σεβάσμιον ἱερὸν καὶ πλούσιον ἔχουσαν, ἱππέας τινὰς ἔκτεινε τοῦ Μιθριδάτου, καὶ πρέσβεσιν αὐτοῦ τὰς συνθήκας προτείνουσιν οὐκ ἔφη συνθήκας ὁρᾶν· οὐ γὰρ συνεγέγραπτο Σύλλας,3 ἀλλʼ ἔργῳ τὰ λεχθέντα βεβαιώσας ἀπήλλακτο. ταῦτα δʼ εἰπὼν ὁ Μουρήνας εὐθέως ἐλεηλάτει, καὶ οὐδὲ τῶν ἱερῶν χρημάτων ἀποσχόμενος ἐχείμαζεν ἐν Καππαδοκίᾳ.
言毕,苏拉将罚金摊派给各使节,并派遣人员前去催征钱财。各城邦由于陷入困窘,遂以高利借贷,在士兵们横暴威逼的催逼之下,有的将剧场,有的将体操馆、城墙、港口或任何其他公有资产抵押给放贷者。钱款便以此种方式为苏拉筹集完毕,而亚细亚亦饱受苦难。不仅如此,人数众多的海盗团伙亦公然侵袭该省,其声势倒更像舰队而非盗匪。米特里达梯最初将他们引入海中,乃是在他深知自己无法长久保有此地而大肆破坏之际;但此时海盗之势尤为猖獗,不仅攻击航行之人,更公然侵犯港口、要塞乃至城镇。确实,雅索斯、萨摩斯、克拉佐墨奈与萨莫色雷斯均在苏拉尚在之时被攻破,萨莫色雷斯神庙中据估计价值一千塔兰屯的珍宝亦遭劫掠。但苏拉——不知是故意放任他们受辱以作为对其过犯的惩治,还是急于奔赴罗马应对内乱——率领其主力军队渡海前往希腊,又自希腊前往意大利。关于苏拉的事迹,已载于《内战记》中。罗马人与米特里达梯之间的第二次战争便由此爆发。 穆雷纳被苏拉留下,统领芬布里亚的两个军团以处置亚细亚的余留事务;他出于对凯旋式的渴望,千方百计罗织战争的借口。另一方面,米特里达梯航行进入本都,正在攻打起兵叛乱的科尔基斯人与博斯普鲁斯人。其中科尔基斯人请求他将儿子米特里达梯赐予他们为王,在如愿得到后便立即归顺。然而国王怀疑此事乃是其子出于对王位的觊觎而暗中谋划,遂将其召来并用金锁链囚禁,不久便将其处死,尽管此子在亚细亚对抗芬布里亚的战事中曾为他立下汗马功劳。而在对付博斯普鲁斯人方面,他大造船只并筹备大军,以致其庞大的备战规模迅速引起怀疑,人们认为这些兵力并非针对博斯普鲁斯人,而是针对罗马人集结的。因为他此时甚至尚未向阿里奥巴尔赞完全归还卡帕多细亚全境,反而仍占据其中若干部分。他还怀疑阿耳刻拉奥斯在希腊缔结和约时,对苏拉做出了过多不应有的让步。阿耳刻拉奥斯觉察到这些并心生恐惧,遂逃奔穆雷纳,极力怂恿并劝说他先发制人进攻米特里达梯。于是穆雷纳立即经由卡帕多细亚进犯科马纳——这是米特里达梯治下的一处极大村落,拥有一座备受尊崇且财富充裕的神庙——并斩杀了米特里达梯的若干骑兵。面对援引和约的米特里达梯使节,穆雷纳宣称自己看不见任何和约;因为苏拉未曾立下字据,只是以行动确认了口头约定便告离去。说罢此话,穆雷纳随即大肆劫掠,甚至毫不克制地掠夺圣庙财物,随后在卡帕多细亚就地冬营。
- 963χιλίων ταλάντων κόσμον
属格短语 χιλίων ταλάντων 作价值属格,修饰名词宾格 κόσμον(器物、宝饰),意为“价值一千塔兰屯的珍宝/饰物”。
- 964ὡς τὸ μέγεθος αὐτοῦ τῆς παρασκευῆς δόξαν ἐγεῖραι ταχεῖαν
连词 ὡς 引导带宾格逻辑主语(τὸ μέγεθος)的不定式 ἐγεῖραι,表示结果(相当于 ὥστε)。其后的 οὐκ ἐπὶ Βοσποριανοῖς ἀλλʼ ἐπὶ Ῥωμαίοις τάδε συλλέγεσθαι 则是说明名词 δόξαν 具体内容的宾格加不定式结构(间接引语)。
- 964οὐ γὰρ συνεγέγραπτο Σύλλας
动词 συγγράφω 的过去完成时中被动态第三人称单数,以 Σύλλας 作主语,取中间态含义“苏拉未曾立下字据/起草书面条约”。后续的对比分句 ἀλλʼ ἔργῳ τὰ λεχθέντα βεβαιώσας ἀπήλλακτο(而是以行动确立口头条款后便已离去)表明双方并无正式的书面和约文本。
