← 阿庇安

米特拉达梯战争

§961

苏拉整顿亚细亚与以弗所演说

苏拉通过奖赏忠诚盟友并严惩叛乱城市以重整亚细亚行省,随后在以弗所召集各城要人,发表演说斥责他们昔日勾结敌军及屠杀意大利人的罪行,并责令其承担五年贡税与全部战争开支。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§961

αὐτὴν δὲ τὴν Ἀσίαν καθιστάμενος, Ἰλιέας μὲν καὶ Χίους καὶ Λυκίους καὶ Ῥοδίους καὶ Μαγνησίαν καί τινας ἄλλους, ἢ συμμαχίας ἀμειβόμενος, ἢ ὧν διὰ προθυμίαν ἐπεπόνθεσαν οὗ ἕνεκα,1 ἐλευθέρους ἠφίει καὶ Ῥωμαίων ἀνέγραφε φίλους, ἐς δὲ τὰ λοιπὰ πάντα στρατιὰν περιέπεμπεν. καὶ τοὺς θεράποντας, οἷς ἐλευθερίαν ἐδεδώκει Μιθριδάτης, ἐκήρυττεν αὐτίκα ἐς τοὺς δεσπότας ἐπανιέναι. πολλῶν δὲ ἀπειθούντων, καὶ πόλεων τινῶν ἀφισταμένων, ἐγίγνοντο σφαγαὶ κατὰ πλῆθος ἐλευθέρων τε καὶ θεραπόντων ἐπὶ ποικίλαις προφάσεσι, τείχη τε πολλῶν καθῃρεῖτο, καὶ συχνὰ τῆς Ἀσίας ἠνδραποδίζετο καὶ διηρπάζετο. οἵ τε καππαδοκίσαντες ἄνδρες ἢ πόλεις ἐκολάζοντο πικρῶς, καὶ μάλιστα αὐτῶν Ἐφέσιοι, σὺν αἰσχρᾷ κολακείᾳ ἐς τὰ Ῥωμαίων ἀναθήματα ὑβρίσαντες. ἐπὶ δὲ τοῖσδε καὶ κήρυγμα περιῄει, τοὺς ἐν ἀξιώσει κατὰ πόλιν ἐς ἡμέραν ῥητὴν πρὸς τὸν Σύλλαν ἀπαντᾶν ἐς Ἔφεσον. καὶ συνελθοῦσιν αὐτοῖς ἐπὶ βήματος ἐδημηγόρησεν οὕτως. ἡμεῖς στρατῷ πρῶτον ἐς Ἀσίαν παρήλθομεν Ἀντιόχου τοῦ Σύρων βασιλέως πορθοῦντος ὑμᾶς. ἐξελάσαντες δʼ αὐτόν, καὶ τὸν Ἅλυν καὶ Ταῦρον αὐτῷ θέμενοι τῆς ἀρχῆς ὅρον, οὐ κατέσχομεν ὑμῶν ἡμετέρων ἐξ ἐκείνου γενομένων, ἀλλὰ μεθήκαμεν αὐτονόμους, πλὴν εἴ τινας Εὐμένει καὶ Ῥοδίοις συμμαχήσασιν ἡμῖν ἔδομεν, οὐχ ὑποτελεῖς ἀλλʼ ἐπὶ προστάταις εἶναι. τεκμήριον δʼ ὅτι Λυκίους αἰτιωμένους τι Ῥοδίων ἀπεστήσαμεν. ἡμεῖς μὲν δὴ τοιοίδε περὶ ὑμᾶς γεγόναμεν· ὑμεῖς δέ, Ἀττάλου τοῦ φιλομήτορος τὴν ἀρχὴν ἡμῖν ἐν διαθήκαις καταλιπόντος, Ἀριστονίκῳ καθʼ ἡμῶν τέτταρσιν ἔτεσι συνεμαχεῖτε, μέχρι καὶ Ἀριστόνικος ἑάλω καὶ ὑμῶν οἱ πλείους ἐς ἀνάγκην καὶ φόβον περιήλθετε. καὶ ὧδε πράσσοντες ὅμως, ἔτεσιν εἴκοσι καὶ τέτταρσιν ἐς μέγα περιουσίας καὶ κάλλους κατασκευῆς ἰδιωτικῆς τε καὶ δημοσίας προελθόντες, ὑπὸ εἰρήνης καὶ τρυφῆς ἐξυβρίσατε αὖθις, καὶ τὴν ἀσχολίαν ἡμῶν τὴν ἀμφὶ τὴν Ἰταλίαν φυλάξαντες οἱ μὲν ἐπηγάγεσθε Μιθριδάτην, οἱ δʼ ἐλθόντι συνέθεσθε. ὃ δʼ ἐστὶ πάντων μιαρώτατον, ὑπέστητε αὐτῷ μιᾶς ἡμέρας τοὺς Ἰταλιώτας ἅπαντας αὐτοῖς παισὶ καὶ μητράσιν ἀναιρήσειν, καὶ οὐδὲ τῶν ἐς τὰ ἱερὰ συμφυγόντων διὰ τοὺς ὑμετέρους θεοὺς ἐφείσασθε. ἐφʼ οἷς ἔδοτε μέν τινα καὶ αὐτῷ Μιθριδάτῃ δίκην, ἀπίστῳ τε ἐς ὑμᾶς γενομένῳ, καὶ φόνου καὶ δημεύσεων ἐμπλήσαντι ὑμᾶς, καὶ γῆς ἀναδασμοὺς ἐργασαμένῳ καὶ χρεῶν ἀποκοπὰς καὶ δούλων ἐλευθερώσεις, καὶ τυράννους ἐπʼ ἐνίοις, καὶ λῃστήρια πολλὰ ἀνά τε γῆν καὶ θάλασσαν, ὡς εὐθὺς ὑμᾶς ἔχειν ἐν πείρᾳ καὶ παραβολῇ οἵους ἀνθʼ οἵων προστάτας ἐπελέγεσθε. ἔδοσαν δέ τινα καὶ ἡμῖν δίκην οἱ τῶνδε ἄρξαντες. ἀλλὰ δεῖ καὶ κοινὴν ὑμῖν ἐπιτεθῆναι τοιάδε ἐργασαμένοις· ἣν εἰκὸς μὲν ἦν ὁμοίαν οἷς ἐδράσατε γενέσθαι, μή ποτε δὲ Ῥωμαῖοι σφαγὰς ἀσεβεῖς ἢ δημεύσεις ἀβούλους ἢ δούλων ἐπαναστάσεις, ἢ ὅσα ἄλλα βαρβαρικά, μηδʼ ἐπὶ νοῦν λάβοιεν.2 φειδοῖ δὲ γένους ἔτι καὶ ὀνόματος Ἑλληνικοῦ καὶ δόξης τῆς ἐπὶ τῇ Ἀσίᾳ, καὶ τῆς φιλτάτης Ῥωμαίοις εὐφημίας οὕνεκα, μόνους ὑμῖν ἐπιγράφω πέντε ἐτῶν φόρους ἐσενεγκεῖν3 αὐτίκα, καὶ τὴν τοῦ πολέμου δαπάνην, ὅση τε γέγονέ μοι καὶ ἔσται καθισταμένῳ τὰ ὑπόλοιπα. διαιρήσω δὲ ταῦθʼ ἑκάστοις ἐγὼ κατὰ πόλεις, καὶ τάξω προθεσμίαν ταῖς ἐσφοραῖς, καὶ τοῖς οὐ φυλάξασιν ἐπιθήσω δίκην ὡς πολεμίοις.

在处置亚细亚本省时,苏拉将伊利昂人、基奥斯人、吕基亚人、罗得斯人、马格内西亚人及其他若干城邦释放为自由民,并将其列为罗马人的朋友,这或是为了酬答其盟约之义,或是因其为他效忠而遭受苦难之故;而对其余所有地方,他都派军队巡查进驻。他还布告命令米特里达梯曾赋予自由的奴仆立即返回各自的主人那里。由于许多人不服从,且若干城市举兵反叛,遂在各种借口下发生了针对自由民与奴隶的大规模屠杀,许多城市的城墙被拆毁,亚细亚的大片土地遭到劫掠,居民被降为奴隶。那些偏附卡帕多细亚(米特里达梯)的人或城市均遭到严惩,其中尤以以弗所人为甚,他们曾以可耻的谄媚对罗马人的奉献物肆意侮辱。在此之外,又有一道通告传开,命令各城有名望之士在指定之日前往以弗所会见苏拉。待众人齐集后,苏拉登上讲坛发表了如下演说: “当我们最初率军进入亚细亚时,正值叙利亚国王安条克蹂躏你们之际。我们在将其逐出、并以哈吕斯河与金牛山脉为其疆界后,尽管你们自那时起已归我们所有,我们却未将你们置于直接统治之下,反而放手任你们自治——除却我们将若干部族划归与我们结盟作战的欧迈尼斯和罗得斯人之外,但也并非让他们成为纳贡臣民,而是置于保护者之下。其明证便是,当吕基亚人对罗得斯人提出指控时,我们便将他们从罗得斯人治下剥离出来。我们对你们向来如此宽大。 “然而你们呢,在阿塔罗斯·菲洛墨托尔以遗嘱将王国遗赠给我们时,你们竟协助阿里斯托尼克斯与我们作战长达四年之久,直至阿里斯托尼克斯被擒、你们大多数人陷入困顿与恐惧之中。即便在犯下如此行径之后,你们在二十四年间私产与公共建置均发展至富足与壮丽之极境,却又因和平与奢靡而再次变得骄横跋扈;你们窥伺我们在意大利境内的繁重战事,有的人引狼入室招来米特里达梯,有的人则在他到来时与其立约勾结。而最令人发指者,乃是你们向他承诺,要在一日之内将所有意大利人连同其妇孺斩尽杀绝,甚至对那些逃入神庙避难的人,也未看在你们的神祇份上施以丝毫怜悯。 “因这些罪孽,你们固然已从米特里达梯本人那里受到了一定惩罚:他对你们背信弃义,令你们饱受杀戮与抄家之苦,推行重分土地、废除债务与释放奴隶之策,在若干地方安插僭主,并在陆地与海洋纵容大量盗匪横行,使得你们即刻通过亲身经历与对比,看清自己究竟选择何种保护者来替代原先的保护者。挑起这些罪行的人,亦已从我们手中受到了一定惩罚。然而,对于犯下如此行径的你们全体,亦必须施加共同的惩罚。按理这惩罚本应与你们所犯之罪等同,但愿罗马人永不存有不敬的屠杀、妄动的财产没收、奴隶暴动或任何其他此类野蛮行径之念。念及希腊血统与声名、亚细亚的声誉,并为了罗马人视为至宝的美名,我仅向你们摊派立即缴纳五年的贡税,以及我已耗费的和在处置余务中即将耗费的全部战争开支。我将按城邦逐一摊派此数,并定下缴纳期限;对逾期不遵者,我必按对待公敌之法予以惩处。”

语法注3 条
  1. 961ὧν διὰ προθυμίαν ἐπεπόνθεσαν οὗ ἕνεκα

    此处省略了指示先行词 τούτων,并发生了关系代词吸引(ὧν 代替 τούτων ἅ)。ὧν 与 συμμαχίας 并列受 ἀμειβόμενος 支配,短语 οὗ ἕνεκα 中的 οὗ 为间接反身代词(=ἑαυτοῦ,指代主语苏拉,意为“为了他”),整体意义为“酬答他们因对他的一片热忱而遭受的苦难”。

  2. 961μή ποτε δὲ Ῥωμαῖοι σφαγὰς ἀσεβεῖς ἢ δημεύσεις ἀβούλους ἢ δούλων ἐπαναστάσεις, ἢ ὅσα ἄλλα βαρβαρικά, μηδʼ ἐπὶ νοῦν λάβοιεν

    否定词 μή 与连词 δέ 引导动词 λαμβάνω 的不定过去时愿望希求法 λάβοιεν(optative of wish),表示“但愿罗马人永不存……之念”。双重否定(μή... μηδέ)加强了坚决摒弃与祈愿的语气。

  3. 961μόνους ὑμῖν ἐπιγράφω πέντε ἐτῶν φόρους ἐσενεγκεῖν

    阳性宾格复数 μόνους 修饰宾语 φόρους(阳性名词 ὁ φόρος 的宾格复数),意为“‘仅’五年的贡税”。它在性与格上与 φόρους 一致,而非修饰与格代词 ὑμῖν(意指“仅对你们”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:961