← 阿庇安

米特拉达梯战争

§959-960

芬布里亚自尽与苏拉整饬小亚细亚

在第一次米特里达梯战争结束之后,芬布里亚陷入众叛亲离并刺杀苏拉未遂,在遭到屈辱的驱逐条件后拔剑自刎;苏拉随后收编其残军,并着手恢复小亚细亚诸国的秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§959

ὧδε μὲν ὁ πρῶτος Μιθριδάτου καὶ Ῥωμαίων πόλεμος κατεπαύετο· Σύλλας δὲ Φιμβρίου δύο σταδίους ἀποσχὼν ἐκέλευε παραδοῦναί οἱ τὸν στρατόν, οὗ παρανόμως ἄρχοι.1 ὁ δʼ ἀντεπέσκωπτε μὲν ὡς οὐδʼ ἐκεῖνος ἐννόμως ἔτι ἄρχοι, περιταφρεύοντος δʼ αὐτὸν τοῦ Σύλλα, καὶ πολλῶν οὐκ ἀφανῶς ἀποδιδρασκόντων, ἐς ἐκκλησίαν τοὺς λοιποὺς ὁ Φιμβρίας συναγαγὼν παρεκάλει παραμένειν. οὐ φαμένων δὲ πολεμήσειν πολίταις, καταρρήξας τὸν χιτωνίσκον ἑκάστοις προσέπιπτεν. ὡς δὲ καὶ τοῦτʼ ἀπεστρέφοντο, καὶ πλείους ἐγίγνοντο αἱ αὐτομολίαι, τὰς σκηνὰς τῶν ἡγεμόνων περιῄει, καί τινας αὐτῶν χρήμασι διαφθείρας ἐς ἐκκλησίαν αὖθις συνεκάλει, καὶ συνόμνυσθαί οἱ προσέτασσεν. ἐκβοησάντων δὲ τῶν ἐνετῶν2 ὅτι δέοι καλεῖν ἐπὶ τὸν ὅρκον ἐξ ὀνόματος, ὁ μὲν ἐκήρυττε τοὺς εὖ τι παθόντας ὑφʼ ἑαυτοῦ, καὶ Νώνιον πρῶτον ἐκάλει, κοινωνόν οἱ πάντων γεγονότα. οὐκ ὀμνύντος δʼ οὐδʼ ἐκείνου, τὸ ξίφος ἐπισπάσας ἠπείλει κτενεῖν αὐτόν, μέχρι βοῆς ἐκ πάντων γενομένης καταπλαγεὶς καὶ τοῦδʼ ἐπαύσατο. θεράποντα δὲ χρήμασι καὶ ἐλπίσιν ἐλευθερίας ἀναπείσας ἔπεμψεν ὡς αὐτόμολον ἐπιχειρεῖν τῷ Σύλλα σώματι. ὁ δὲ τῷ ἔργῳ πλησιάζων καὶ ταρασσόμενος, καὶ ἐκ τοῦδε ὕποπτος γενόμενος, συνελήφθη τε καὶ ὡμολόγησεν. καὶ ὁ στρατὸς ὁ τοῦ Σύλλα, σὺν ὀργῇ καὶ καταφρονήσει περιστάντες τὸ τοῦ Φιμβρίου χαράκωμα, κατελοιδόρουν αὐτὸν καὶ Ἀθηνίωνα ἐκάλουν, ὃς δραπετῶν τῶν ἐν Σικελίᾳ ποτὲ ἀποστάντων ὀλιγήμερος ἐγεγένητο βασιλεύς.

米特里达梯与罗马人的第一次战争便以这种方式告终。 苏拉在距芬布里亚两斯塔德之地扎营,命其交出那支他非法统率的军队。芬布里亚反唇相讥,称苏拉自己如今亦非合法统帅。然而,随着苏拉开始开沟构垒将其包围,众多士卒公然逃离,芬布里亚遂将余部召集于军人大会,恳请他们坚守原地。在士卒们声明绝不与同胞公民作战后,他撕裂上衣,跪倒在每一个人面前哀求。及至众人对此举亦深感厌恶而纷纷走避,且叛逃者愈发增多时,他便四处走访将校的帐篷,用金钱收买了其中若干人,再度召集大会,命令众人与他共盟誓约。被买通的手下大声鼓噪,称应当按名册点名起誓,于是他便先传唤那些受过他恩惠的人,首先传唤了一向与他共经万事的诺尼乌斯。然而连诺尼乌斯亦拒绝起誓,芬布里亚遂拔剑威胁要将其斩杀,直至众人齐声怒吼,他惊骇之下才就此罢手。接着,他以金钱与赐予自由的许诺诱使一名奴仆,派其伪装成逃兵去行刺苏拉本人。但这名奴仆在临近行事时慌张失措,由此引起怀疑而被捕获,并供认了实情。苏拉的军队怀着愤怒与鄙夷围住芬布里亚的营垒,对他极尽辱骂,呼其为“阿特尼翁”——即昔日在西西里叛乱的逃亡奴隶所立的短命之王。

§960

ἐφʼ οἷς ὁ Φιμβρίας πάντα ἀπογνοὺς ἐπὶ τὴν τάφρον προῆλθε, καὶ Σύλλαν αὑτῷ παρεκάλει συνελθεῖν ἐς λόγους. ὁ δὲ ἀνθʼ αὑτοῦ Ῥουτίλιον ἔπεμπε· καὶ τόδε πρῶτον ἐλύπει τὸν Φιμβρίαν, οὐδὲ συνόδου, διδομένης καὶ τοῖς πολεμίοις, ἀξιωθέντα. δεομένῳ δʼ αὐτῷ συγγνώμης τυχεῖν εἴ τι νέος ὢν ἐξήμαρτεν, ὁ Ῥουτίλιος ὑπέστη Σύλλαν ἀφήσειν ἐπὶ θάλασσαν ἀπαθῆ διελθεῖν, εἰ μέλλοι τῆς Ἀσίας, ἧς ἐστὶν ὁ Σύλλας ἀνθύπατος, ἀποπλευσεῖσθαι. ὁ δὲ εἰπὼν ἑτέραν ὁδὸν ἔχειν κρείττονα, ἐπανῆλθεν ἐς Πέργαμον, καὶ ἐς τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν παρελθὼν ἐχρήσατο τῷ ξίφει. οὐ καιρίου δʼ αὐτῷ τῆς πληγῆς γενομένης, ἐκέλευσε τὸν παῖδα ἐπερεῖσαι. ὁ δὲ καὶ τὸν δεσπότην ἔκτεινε καὶ αὑτὸν ἐπὶ τῷ δεσπότῃ. οὕτω μὲν καὶ Φιμβρίας ἀπέθανε, πολλὰ τὴν Ἀσίαν ἐπὶ Μιθριδάτῃ3 λελυμασμένος. καὶ αὐτὸν ὁ Σύλλας ἐφῆκε τοῖς ἀπελευθέροις θάψαι, καὶ ἐπεῖπεν οὐ μιμεῖσθαι Κίνναν καὶ Μάριον ἐν Ῥώμῃ θάνατόν τε πολλῶν καὶ ἀταφίαν ἐπὶ τῷ θανάτῳ καταγνόντας. τὸν δὲ στρατὸν τοῦ Φιμβρίου προσιόντα οἱ δεξιωσάμενός τε καὶ τῷ σφετέρῳ συναγαγών, Κουρίωνι προσέταξε Νικομήδην ἐς Βιθυνίαν καὶ Ἀριοβαρζάνην ἐς Καππαδοκίαν καταγαγεῖν, τῇ τε βουλῇ περὶ πάντων ἐπέστελλεν, οὐχ ὑποκρινόμενος ἐψηφίσθαι πολέμιος.4

面对此情此景,芬布里亚陷入绝望,走至壕沟边缘,恳请苏拉与自己会谈。但苏拉仅遣鲁提利乌斯代其前往;芬布里亚连即便是敌人也能获得的接见都未被准予,此举首先令其深受打击。在芬布里亚央求看在自己年轻倘有闪失的情分上予以宽恕时,鲁提利乌斯许诺:只要他乘船离开由苏拉担任资深执政官的亚细亚,苏拉便准许他安然无恙地前往海边。但芬布里亚答称自己有另一条更好的路,遂返回佩加蒙,进入阿斯克勒庇俄斯神庙,拔剑自刺。由于伤势未中要害,他命令仆从用力将剑推进;仆从遂刺死了主人,随后又自尽于主人的尸体之上。 芬布里亚便如此毙命,此前他在米特里达梯之乱以外,亦给亚细亚带来了极大的蹂躏。苏拉允许其释奴将其安葬,并附言称自己绝不效仿辛纳与马略在罗马不仅判处许多人死刑、更在死后剥夺其下葬权利的行径。对于前来归附的芬布里亚所部军队,苏拉表示接纳并将其与自己的军队合编,随后命库里奥护送尼科墨得斯重返比提尼亚、阿里奥巴尔赞重返卡帕多细亚,并致信元老院通报一切进展,对自身曾被议决为公敌一事恍若无睹。

语法注4 条
  1. 959οὗ παρανόμως ἄρχοι

    关系从句中的希求式ἄρχοι为间接引语从句中的斜格希求式(oblique optative),表达了苏拉提出交出军队这一要求时的指控与主张(即“非法统率”)。

  2. 959τῶν ἐνετῶν

    源自动词ἐνίημι的动形容词名词化用法τῶν ἐνετῶν,意为“被收买者”或“安插的心腹”,承接前文的“用金钱收买了其中若干人”(χρήμασι διαφθείρας)。

  3. 960ἐπὶ Μιθριδάτῃ

    介词ἐπί加与格在此处表示附加或累加(“在……之外/加上……”),而非表示对抗,意指芬布里亚在米特里达梯带来的灾难之上,同样极大地摧残了亚细亚。

  4. 960οὐχ ὑποκρινόμενος ἐψηφίσθαι πολέμιος

    不定式ἐψηφίσθαι的主语与主句主语(苏拉)一致,故表语πολέμιος采用主格而非宾格(主格不定式结构)。分词短语οὐχ ὑποκρινόμενος意为“毫不放在心上”“对……恍若无睹”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:959-960