- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:857
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉严词驳斥了米特里达梯的自辩,揭露其长期蓄谋备战并发动暴行的罪责。米特里达梯在苏拉的怒斥与威慑之下心生恐惧,被迫全盘接受阿尔刻拉奥斯先前议定的和约条件并撤回本都。
ὁ μὲν δὴ Μιθριδάτης ὧδε εἰπὼν ἐπαύσατο, ὁ δὲ Σύλλας ὑπολαβὼν ἀπεκρίνατο· ἐφʼ ἕτερα μὲν ἡμᾶς ἐκάλεις, ὡς τὰ προτεινόμενα ἀγαπήσων, οὐ μὴν ὀκνήσω καὶ περὶ τῶνδε διὰ βραχέων εἰπεῖν. ἐς μὲν Καππαδοκίαν ἐγὼ κατήγαγον Ἀριοβαρζάνην Κιλικίας ἄρχων, ὧδε Ῥωμαίων ψηφισαμένων· καὶ σὺ κατήκουες ἡμῶν, δέον ἀντιλέγειν καὶ ἢ μεταδιδάσκειν ἢ μηκέτι τοῖς ἐγνωσμένοις ἀντιτεῖναι.1 Φρυγίαν δέ σοι Μάνιος ἔδωκεν ἐπὶ δωροδοκίᾳ, ὃ κοινόν ἐστιν ἀμφοῖν ἀδίκημα. καὶ τῷδε μάλιστα αὐτὴν ὁμολογεῖς οὐ δικαίως λαβεῖν, ἐκ δωροδοκίας. ὅ τε Μάνιος καὶ τὰ ἄλλα ἠλέγχθη παρʼ ἡμῖν ἐπὶ χρήμασι πράξας, καὶ πάντα ἀνέλυσεν ἡ βουλή. ᾧ λόγῳ καὶ Φρυγίαν ἀδίκως σοι δοθεῖσαν οὐχ ἑαυτῇ συντελεῖν ἐπέταξεν ἐς τοὺς φόρους, ἀλλʼ αὐτόνομον μεθῆκεν. ὧν δὲ ἡμεῖς οἱ πολέμῳ λαβόντες οὐκ ἀξιοῦμεν ἄρχειν, τίνι λόγῳ σὺ καθέξεις; Νικομήδης δὲ αἰτιᾶται μέν σε καὶ Ἀλέξανδρον αὐτῷ τὸν τὸ σῶμα τρώσοντα ἐπιπέμψαι, καὶ Σωκράτη τὸν χρηστὸν ἐπὶ τὴν ἀρχήν, καὶ τάδε αὐτὸς ἀμυνόμενος ἐς τὴν σὴν ἐμβαλεῖν· εἰ δέ τι ὅμως ἠδικοῦ, ἐς Ῥώμην πρεσβεύειν ἔδει καὶ τὰς ἀποκρίσεις ἀναμένειν. εἰ δὲ καὶ θᾶττον ἠμύνου Νικομήδη, πῶς καὶ Ἀριοβαρζάνην ἀπήλαυνες οὐδὲν ἀδικοῦντα; ἐκβαλὼν δʼ ἀνάγκην ἐπέθηκας τοῖς παροῦσι Ῥωμαίων κατάγειν αὐτόν, καὶ καταγόμενον κωλύων σὺ τὸν πόλεμον ἐξῆψας, ἐγνωκὼς μὲν οὕτω πρὸ πολλοῦ, καὶ ἐν ἐλπίδι ἔχων γῆς ἄρξειν ἁπάσης εἰ Ῥωμαίων κρατήσειας, προφάσεις δʼ ἐπὶ τῇ γνώμῃ τάσδε ποιούμενος. καὶ τούτου τεκμήριον, ὅτι καὶ Θρᾷκας καὶ Σκύθας καὶ Σαυρομάτας, οὔπω τινὶ πολεμῶν, ἐς συμμαχίαν ὑπήγου, καὶ ἐς τοὺς ἀγχοῦ βασιλέας περιέπεμπες, ναῦς τε ἐποιοῦ, καὶ πρῳρέας καὶ κυβερνήτας συνεκάλεις. μάλιστα δʼ ὁ καιρὸς ἐλέγχει σε τῆς ἐπιβουλῆς. ὅτε γὰρ τὴν Ἰταλίαν ἀφισταμένην ἡμῶν ᾐσθάνου, τὴν ἀσχολίαν τήνδε ἡμῶν φυλάξας ἐπέθου μὲν Ἀριοβαρζάνῃ καὶ Νικομήδει καὶ Γαλάταις καὶ Παφλαγονίᾳ, ἐπέθου δὲ Ἀσίᾳ τῷ ἡμετέρῳ χωρίῳ. καὶ λαβὼν οἷα δέδρακας2 ἢ τὰς πόλεις, αἷς τοὺς θεράποντας καὶ χρήστας ἐπέστησας ἐλευθερίας καὶ χρεῶν ἀποκοπαῖς, ἢ τοὺς Ἕλληνας, ὧν μιᾷ προφάσει χιλίους καὶ ἑξακοσίους διέφθειρας, ἢ Γαλατῶν τοὺς τετράρχας, οὓς ὁμοδιαίτους ἔχων ἀπέκτεινας, ἢ τὸ τῶν Ἰταλιωτῶν γένος, οὓς μιᾶς ἡμέρας σὺν βρέφεσι καὶ μητράσιν ἔκτεινάς τε καὶ κατεπόντωσας, οὐκ ἀποσχόμενος οὐδὲ τῶν ἐς τὰ ἱερὰ συμφυγόντων. ὃ πόσην μὲν ὠμότητά σου, πόσην δὲ ἀσέβειαν καὶ ὑπερβολὴν μίσους ἐς ἡμᾶς προενήνοχεν. σφετερισάμενος δʼ ἁπάντων τὰ χρήματα, ἐς τὴν Εὐρώπην ἐπέρας μεγάλοις στρατοῖς, ἡμῶν ἀπειπόντων ἅπασι τῆς Ἀσίας βασιλεῦσι τῆς Εὐρώπης μηδὲ ἐπιβαίνειν. διαπλεύσας δὲ Μακεδονίαν τε ἡμετέραν οὖσαν ἐπέτρεχες καὶ τοὺς Ἕλληνας τὴν ἐλευθερίαν ἀφῃροῦ. οὐ πρίν τε ἤρξω μετανοεῖν, οὐδʼ Ἀρχέλαος ὑπὲρ σοῦ παρακαλεῖν, ἢ Μακεδονίαν μέν με ἀνασώσασθαι,3 τὴν δὲ Ἑλλάδα τῆς σῆς ἐκλῦσαι βίας, ἑκκαίδεκα δὲ μυριάδας τοῦ σοῦ στρατοῦ κατακόψαι, καὶ τὰ στρατόπεδά σου λαβεῖν αὐταῖς παρασκευαῖς. ὃ καὶ θαυμάζω σου δικαιολογουμένου νῦν ἐφʼ οἷς διʼ Ἀρχελάου παρεκάλεις.4 ἢ πόρρω μὲν ὄντα με ἐδεδοίκεις, ἀγχοῦ δὲ γενόμενον ἐπὶ δίκην ἐληλυθέναι νομίζεις; ἧς ὁ καιρὸς ἀνάλωται, σοῦ τε πολεμήσαντος ἡμῖν, καὶ ἡμῶν ἀμυναμένων ἤδη καρτερῶς καὶ ἀμυνουμένων ἐς τέλος. τοσαῦτα τοῦ Σύλλα μετ’ ὀργῆς ἔτι λέγοντος, μετέπιπτεν ὁ βασιλεὺς καὶ ἐδεδοίκει, καὶ ἐς τὰς διʼ Ἀρχελάου γενομένας συνθήκας ἐνεδίδου, τάς τε ναῦς καὶ τὰ ἄλλα πάντα παραδοὺς ἐς τὸν Πόντον ἐπὶ τὴν πατρῴαν ἀρχὴν ἐπανῄει μόνην.
米特里达梯如此说完便止住了话,苏拉接续着回答道: “你本是以接受所提条件之态,为了另桩事宜召唤我们前来的;然而,我亦不吝就这些问题简要陈辞。关于卡帕多细亚,是我在任奇里乞亚总督时,依照罗马人的法令将阿里奥巴尔赞送回复位的;当时你顺从了我们,倘若有异议,你本该提出抗辩并设法说服我们改变主意,否则就不该再抗拒既定的决议。至于弗里吉亚,则是马尼乌斯因受贿而赠予你的,这是你们双方共同的不义之举。正因出于贿赂,你实际上亦承认自己得之不正。马尼乌斯在我们这里被证实还在其他事务上谋取金钱,元老院已将一切决议废除。正因如此,元老院甚至未曾要求这块不义地赠予你的弗里吉亚向其缴纳贡税,反倒免除了其负担,使其自主独立。既然以战胜夺得此地的我们尚且不认为应当统治它,你又凭何理由将其据为己有?至于尼科墨得斯,他指控你派遣亚历山大谋刺他的性命,又遣‘善人’苏格拉底来夺取他的王位,因而他是为自卫才进犯你的领土。即便你确实受了冤屈,你也本该遣使前往罗马,等待答复。就算你对尼科墨得斯的报复如此仓促,你又为何驱逐未曾加害于你的阿里奥巴尔赞?正是你将他驱逐,才迫使在场的罗马人不得不将其送复原位;而在他复位时横加阻挠,便是你挑起了战争——你早在很久之前便已蓄谋定计,妄图一旦战胜罗马人便能统治天下,并为此盘算捏造了这些借口。确凿的证据便在于,在你尚未与任何人交战之前,你便引诱色雷斯人、斯基泰人与萨乌罗马泰人结为同盟,四处遣使拉拢邻近诸王,建造船只,招募船头瞭望手与舵手。 尤其是你选择的时机,最能揭露你的阴谋。当你察觉到意大利正背叛我们时,便觑准我们分身乏术之机,先是袭击了阿里奥巴尔赞、尼科墨得斯、加拉太人与帕夫拉戈尼亚,随后又进犯了我们的属地小亚细亚。而在攻取之后,你的所作所为又是何等暴行:无论是对待诸城邦,以赋予自由与免除债务为名让奴仆与债务人凌驾其上;还是对待希腊人,借一个口实便诛杀了千六百人;还是对待加拉太的各位四分领主,将与你同席共处的他们尽皆屠戮;抑或是对待意大利裔民众,在同一天将他们连同婴儿与母亲一并杀害并沉尸大海,甚至连逃入神庙避难之人亦不放过!此举暴露了你何等残忍的兽性,何等肆无忌惮的亵圣,以及对我们何等深重的仇恨!在将众人的钱财据为己有后,尽管我们已明令禁止小亚细亚的所有君王涉足欧洲,你却仍率大军跨入欧洲。你渡海之后,便侵袭属于我们的马其顿,并剥夺了希腊人的自由。直到我收复马其顿,使希腊摆脱你的暴政,歼灭你的十六万大军,并将你的营寨连同军需辎重一并攻克之前,你未曾开始悔悟,阿尔刻拉奥斯亦未曾替你求和。因此,在你已通过阿尔刻拉奥斯百般求饶之后,如今竟在同样的事情上为自己百般辩解,实令我深感惊异。难道我在远方时你尚心存敬畏,而如今我近在咫尺,你反倒以为我是来与你公堂辩理的吗?辩理的时机早已逝去,因为是你率先向我们发难,而我们不仅早已奋起反击,更将抗争到底。” 在苏拉仍带着怒气说这番话时,国王心胆俱裂,深感恐惧,最终接受了通过阿尔刻拉奥斯达成的条约,交出战船及其他一切,仅退回本都保留其世袭王权。
- 857δέον ἀντιλέγειν καὶ ἢ μεταδιδάσκειν ἢ μηκέτι τοῖς ἐγνωσμένοις ἀντιτεῖναι
非人称动词 δεῖ 的中性单数宾格分词 δέον 构成的宾格绝对结构,带有“本应……然而却……”的让步与反事实意味,与主句 καὶ σὺ κατήκουες ἡμῶν 形成对比。
- 857καὶ λαβὼν οἷα δέδρακας
动词 δράω 采用兼表“所施作为”(οἷα,宾语/内部宾语)与“承受对象”(各受格名词)的结构。接续的 ἢ τὰς πόλεις... ἢ τοὺς Ἕλληνας... ἢ Γαλατῶν τοὺς τετράρχας... ἢ τὸ τῶν Ἰταλιωτῶν γένος 均为并列的受事宾格短语。
- 857οὐ πρίν τε ἤρξω μετανοεῖν, οὐδʼ Ἀρχέλαος ὑπὲρ σοῦ παρακαλεῖν, ἢ Μακεδονίαν μέν με ἀνασώσασθαι
由否定主句中的 οὐ πρίν 搭配引导宾格不定式从句(με ἀνασώσασθαι ... κατακόψαι ... λαβεῖν)的连词 ἤ 构成的时态从属结构,意为“直到我收复马其顿……之前,你未曾开始悔悟”。
- 857ὃ καὶ θαυμάζω σου δικαιολογουμένου νῦν ἐφʼ οἷς διʼ Ἀρχελάου παρεκάλεις
动词 θαυμάζω 后接“人物属格+分词”(σου δικαιολογουμένου),表示“我对你如今辩解深感惊异”。句首的中性代词 ὅ 作为指代前述整件事态的相关宾格或内部宾格。
